ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
ΤΟΜΟΣ ΤΡΙΤΟΣ.
1ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. ἀρὰ καὶ ψεῦδος καὶ
φόνος καὶ κλοπὴ καὶ μοιχεία ἐκκέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ᾿ αἵμασι μίσγουσιν.
3 οὐκοῦν, ὡς ἔνι, καὶ ἐν βραχέσι συννενεγκὼν, ἐκεῖνό φημι. 4 γέγονε μὲν γὰρ “ἀρχὴ λόγου Κυρίου ἐν Ὠσηέ.” διερμηνεύοντες δὲ τὰ τοιάδε, πρὸς τὸν μακάριον προφήτην Ὠσηὲ τοὺς παρὰ Θεοῦ γενέσθαι λόγους εἰκότως ἐλέγομεν, οἱονεὶ μυσταγωγοῦντος αὐτὸν, καὶ τὰ ἐσόμενα προαναφωνοῦντος
διά τε τύπων καὶ λόγων. ταύτῃτοι παρελαμβάνετο μὲν ἐν ἀρχαῖς ἡ Γόμερ, ἔτικτε δὲ τόν τε Οὐ λαός μου, καὶ τὴν Οὐκ ἠλεημένην. εἶτα μετ᾿ ἐκείνην προσελήφθη δευτέρα 5 μοιχαλίς τε καὶ πονηρὰ, καὶ τὰ ἐφ᾿ ἑκάστῳ τούτων λεπτῶς τε καὶ ἀριβῶς ὁ προφήτης, ὡς ἔφην, ἐξεπαιδεύετο. ὡς οὖν
ἀποχρῶσαν τοῦ μυστηρίου τὴν δύναμιν συναγηγερκὼς ἐν ἑαυτῷ, ἄρχεται λοιπὸν τοῖς ἐξ αἵματος Ἰσραὴλ προαναφωνεῖν τὰ μέλλοντα, καὶ τῆς ὅσον οὐδέπω παρεσομένης 6 αὐτοῖς συμφορᾶς ἐναργῆ ποιεῖσθαι τὴν πρόφασιν, καὶ τὰ ἐφ᾿ οἷς λελύπηται Θεὸς, εὖ μέλα διατρανοῦν, ἵν᾿ εἰδεῖν οἱ κολαζόμενοι παθόντες ἐν δίκῃ τὰ ὅσαπερ ἂν συμβαίη παθεῖν 7 αὐτούς. ἐπειδὴ γὰρ ἔμελλον ἁλώσεσθαι μὲν ὑπ᾿ ἐχθρῶν,
εἰς γέλωτα δὲ προκεῖσθαι λοιπὸν τοῖς ἀρίστην ἔχουσι περὶ αὐτῶν τὴν δόξαν, καὶ τῶν ἄλλων ἁπάντων ἐθνῶν δυσαλώτατον ὑπάρχειν οἰομένοις τὸν Ἰσραὴλ, ἵνα μὴ νομίσειαν κατὰ σφᾶς αὐτοὺς τὴν ἐπαμύνουσάν τε καὶ σώζουσαν ἀτονῆσαι χεῖρα, μεταγινώσκοιεν δὲ μᾶλλον, ἕλοιντό τε πρὸς
τὰ ἀμείνω παλινδρομεῖν, ἐννοοῦντες ὅτι προσκεκρούκασιν ἀμαθαίνοντες τῷ σώζειν εἰδότι, ταύτῃτοι καὶ πεπτώκασιν ὑπὸ θείαν ὀργὴν, ἀναγκαίως αὐτοῖς καὶ πρό γε τῶν ἔσεσθαι προσδοκωμένων προαπαγγέλλει τὰ ἐγκλήματα, καί φησιν 8 Ἀκούσατε λόγον Κυρίου οἱ υἱοι Ἰσραὴλ ὅτι κρίστις τῷ
Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν. κρίνεται δὲ πρὸς ἀνθρώπους Θεὸς, ἐλέγχων, οὐ δικαζόμενος, καὶ παρατιθεὶς τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσι γυμνὰ τὰ ἐγκλήματα, κατ᾿ ἐκεῖνό που τάχα τὸ ἐν ψαλμοῖς ὑμνούμενον “Ἐλέγξω σε, 9 “καὶ παραστήσω κατὰ πρόσωπόν σου” τὰς ἀνομίας σου, ἵνα
μὴ μάτην αὐτοῖς ἐπενηνέχθαι φάσκωσι τὴν ὀργὴν, ἀλλ᾿ ὡς ἐν ἐφλήματος τάξει λοιπὸν, καὶ τοῖς τὰ μέγιστα πλημμελεῖν 10 εἰωθόσιν ὡς ἐξ ἀνάγκης συμβαίνουσαν. τί δέ φησιν ὁ κρινόμενος, ἤτοι διελέγχων; Οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. τὸ μὲν οὖν ἀλήθειαν μὴ εἶναι
λέγειν, ὑπεμφήνειεν ἂν καὶ μάλα εἰκότως, ὅτι πολλὴ παρὰ πᾶσι κατ᾿ ἐκεῖνο καιροῦ γέγονεν ἡ συκοφαντία, ψευδορκία τε καὶ ἀπάτη καὶ δόλος, τὰ πάντων αἴσχιστα τῶν κακῶν· ὅτι δὲ ἦσαν ἀφιλάλληλοί τε καὶ ἀφιλικτίρμονες, ἄτεγκτοί τε δὲ ἦσαν ἀφιλάλληλοί τε καὶ ἀφιλικτίρμονες, ἄτεγκτοί τε καὶ ἀτεράμονες, καὶ τὸν νοῦν ἀπεσκληκότες, ὑποσημένειεν 11 12 ἂν τὸ μὴ εἶναι ἔλεος. ὅτι δὲ φιλήδονοι μᾶλλον ἢ Φιλόθεοι, καὶ τοῖς ψευδωνύμοις Φεοῖς ὁλοτρόπως προσκείμενοι, σαφηνιεῖ πάλιν ἐπίγνωσιν Θεοῦ μὴ εἶναι λέγων ὲπὶ τῆς γῆς. ἄλλως τε πρέποι ἂν εἰκότως τοῖς ταῖς οὕτω δειναῖς ἀτοπίαις ἐνισχημένοις, καὶ τὸ δοκεῖν ἤδη πως μηδὲ εἰδέναι Θεόν. εἴπερ εἰδέναι
Φαμὲν αὐτὸν Φρονοῦντες ὀρθῶς τοὺς τοῖς θείοις αὐτοῦ Θελήμασιν ἐπομένους. προσπάγει δὲ τούτοις, ὅτι αρα καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ 13 αἵματα ἐφ’αἵμασι μίσγουσιν. ἀκούεις ὅπως εἰς λῆξιν ἥκασι παντὸς κακοῦ, καὶ ἀνοσίων ἐγχειρημάτων ἐπέκεινα
λοιπὸν, οἱ περὶ ὦν ὁ λόγος, τῶν ἄγαν ἐκτοπωτάτων οὐδὲν ἐῶντες ἀνεπιτήδευτον; καὶ τὸ ἔτι τούτου παραλογώτερον, αἵματα ἐφ’αἵμασι μίσγουσι Φησι. σημεῖον δ’ἂν γένοιτο καὶ τοῦτο σαφὲς, τοῦ μήτε ἀνοκωχὴν παρεισκίνεσθαι τοῖς κακοπῖς, μήτε μὴν ἐν μεταγνώσει τῶν τετολμημένων γενέσθαι
τοὺς δεδρακότας. συνεχῆ δὲ ὥσπερ, καὶ ἀπάλληλον παρατετάσθαι τὴν ἀμαρτίαν.
ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις, καὶ μιαιφονίαις ταῖς εἰς αὐτὸν καὶ ἀγίους. κρισις γὰρ τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν.ἀνθ'ὅτου, καὶ ἐπὶ τίσιν;ἐπεφάνη γὰρ ἡμῖν ὁ 15 Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ ἀπεστάλη, καθά Φησιν αὐτὸς, “εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ,” ἵνα
16 Φωτίσῃ τῇ διὰ Πνεύματος δᾳδουχίᾳ τοὺς ἐσκοτισμένους, ἵνα τῆς νομικῆς ἀπαλλάξας σκιᾶς, τοῖς τῆς ἀληθοῦς λατρείας ἐμβιβάσῃ τρόποις, ἵνα δικαιώσας τῇ πίστει τοὺς ταὶς ἁμαρτίαις ἐνειλημμένους, συνάψῃ δἰ ἐαυτοῦ τῷ Θεῷ καὶ Πατρί. ἀλλ'οὐκ ἐδόκει Φρονεῖν ὀρθῶς τοῖς ἐξ Ἰσραήλ. τὸν γὰρ ἐπὶ
17 τούτοις ἐξ οὐρανῶν ἀφιγμένον ἐκβεβλήκασιν, ἀπεδοκίμασαν, οὐκ ἠθέλησαν ἔχειν παρ'ἐαυτοῖς τὴν ἀλήθειαν, τὸ ἔλεος, τὴν ἐπίγνωσιν τοῦ Θεοῦ καὶ Πατρός. ὅτι γὰρ ἀλήθειά τε ἐστὶ καὶ ἔλεος ὁ Χριστὸς, οὐ μακρῶν οἶμαι δεήσει πρὸς 18
ἀπόδειξιν λόγων, ἀποχρώσης εἰς τοῦτο τῆς θεοπνεύστου γραφῆς ἄνω τε καὶ κάτω Χριστὸν ὀνομαζούσης ἡμῖν ἔλεος καὶ ἀλήθεια. ὅτι δέ ἐστι καὶ ἐπίγνωσις Θεοῦ, διαμάθοι τις ἄν καὶ λίαν ἀκονιτὶ, σαφέστατά τε καὶ ἐναργῶς διακεκραγότος αὐτοῦ, “Ὁ ἐωρακὼς ἐμὲ ἐώρακε τὸν Πατέρα.” Κρίσις 19
τοίνυν τῷ Κυρίῳ, Φησὶν, πρὸς τοὺς κατοικοῦντας τὴν γῆν. δῆλον δὲ ὅτι τὴν τῶν Ἰουδαίων. ὅτι μὴ ἔστι παρ'αὐτοῖς ἡ 20 ἀλήθειά τε καὶ τὸ ἔλεος καὶ ἡ ἐπίγνωσις τοῦ Πατρός. κρίνεται μὲν οὖν πρὸς τοὺς τὰ τοιάδε μὴ ἔχοντας. διαπεφεύγασι δὲ τὸ κρίνεσθαι πρὸς αὐτὸν, ἤτοι πρὸς αὐτοῦ, τὴν
πίστιν οἱ προστηκάμενοι. καὶ τοῦτο αὐτὸ σαφὲς ἂν γένοιτο, χριστοῦ λέγοντος πάλιν “Ἀμὴν ἀμὴν λέγω ὑμῖν Ὁ 21 “πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὑκ “ἔρχεται.”
καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία. καὶ αἴματα ἐφ' αἴμασι μίσγουσι. καὶ τίς ἡ ἀρά;καταλαλιὰ καὶ ὕβρις. διαλελοίπασι 22 γὰρ οὑδαμῶς τῶν Ἐβραίων οἱ δῆμοι περιυβρίζοντες τὸν Ἰησοῦν, ἀθύρῳ τε καὶ ἀχαλίνῳ γλώσσῃ κατεπεμβαίνοντες, ὥς ποτε μὲν Σαμαρείτην, ποτὲ δὲ μέθυσον 23
ἀποκαλεῖν, καὶ ἐκ πορνείας γεγεννημένον. ᾤοντο γὰρ κατὰ σφᾶς τὴν ἁγίαν μεμοιχεῦσθαι Παρθένον. οὐκοῦν ἡ ἀρὰ μὲν 24 ἐν τούτοις. κατεψεύδοντο δὲ καὶ τῆς δόξης αὐτοῦ, δαιμόνοιν 25 ἔχειν λέγοντες αὐτὸν, καὶ ταῖς τοῦ Βεελζεβοὺλ δυνάμεσιν 26 ἀπονέμοντες τὰς θεοσημίας. ὅτι δὲ καὶ μιαιφόνον ἐπ'αὐτῷ
τὴν διάνοιαν ἐσχηκότες ἀλοῖεν ἂν, εἰδείη τις ἂν ἀπό γε τοῦ 27 28 29 ἀποκομισθῆναι δὲ καὶ μέχρις αὐτῆς ὁφρύος τοῦ ὄρους, ἵνα κατακρημνίζοιτο. καὶ οὐ μέχρι τούτων τὰ ἐγκλήματα. ἐκτετίμητο δὲ λίαν καὶ τὸ χρῆμα τῆς κλοπῆς. κατεμιςθοῦντο 30 γὰρ ἐπ'αὐτῷ τὸν προδότην Ἰούδαν, τὸν αἰσχροκερδῆ 31 καὶ κλεπτίστατον. μοιχοὶ δὲ ὥσπερ τινὲς ἀλιτήριοι γεγονότες
οἱ Φαρισαῖοι τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ἀπεσόβουν μὲν αὐτῆς τὸν ἐξ οὐρανοῦ νυμφίον, τουτέστι Χριστόν. συνεπόρνευον δὲ, ταῖς ἰδίαις ἡδοναῖς ὑπηρετεῖν ἀναπείθοντες. ἔμισγον δὲ καὶ ἐφ' αἵμασιν αἵματα. πῶς, ἢ τίνα τρόπον; ἀπεκτονότες γὰρ τοὺς ἁγίους προφήτας, καὶ αὐτὸν ἐκείνοις
προσέθεσαν τὸν τῶν προφητῶν Δεσπότην. καὶ γοῦν ὁ 32 μακάροις Στέφανος ἐν ταῖς τῶν ἀποστόλων πράξεσι δικαίως 33 αὐτοῖς ὀνειδίχει λέγων “Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν “οἱ πατέρες ὑμῶν;καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας “περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὖ νῦν ὑμεῖς προδόται καὶ
“Φονεῖς ἐγένεσθε.” ἀλλὰ καὶ ὁ Σωτὴρ τοῖς φαρισαίοις 34 “ὑμεῖς πληρώστε τὸ μέτρον τῶν πατέρων ὑμῶν.”
δεδράκασιν ἃ μὴ θέμις, ἐμπαροινοῦντες Θεῷ. ταύτῃτοι, καὶ 37 oἱονεὶ τῆς γῆς. καταθῃωθήσεται γὰρ αὕτη, καὶ μεταμείψει 38 τὸ σχῆμα, καὶ ἀτερπῆ Φορέσει τὴν ὅψιν, πόλεων μὲν ἐμπεπρησμένων, οἴκων δὲ κατασεσεισμένων, καὶ ἀγρῶν ἐκκεκομμένων. συνδιακείσονται δὲ τῇ γῇ καὶ οἱ κάτοικοι, συνολοφυρόμενοί τε καὶ συνομώζοντες. πενθήσουσι γὰρ καὶ
αὐτοὶ, τουτέστιν, ἀπάσης εὐθυμίας καὶ εὐημερίας ἀποτάτω γενήσονται. τίνες δὲ οἱ κάτοικοι;θῆρες τε καὶ ἑρπετὰ, καὶ πρὸς γε τοῦτοις τὰ διιπτάμενα. καὶ οὐ δήπου νομιοῦμεν, εἴγε συνίεμεν ὁρθῶς, ὅτι θηρῶν ἀγρίων, ἥγουν ἐρπετῶν, ἢ 39 πτηνῶν ὁ προφητικὸς ἡμῖν κατακέκραγε λόγος. εὔηθες γὰρ
παντελῶς, καὶἁσυνεσίας ἔμπλεον τὸ τῇδε νοεῖν. οἰόμεθα γὰρ μᾶλλον, ὀρθὰ Φρονεῖν ἐγνωκότες, τοῖς ἀρτίως ἡμῖν εἰρημένοις τοὺς τῶν Ἰουδαίων ἐξομοιοῦσθαι τρόπους. καὶ διὰ μὲν τῶν θηρίων τοὺς δυνατωτάτους καὶ ἐκδειματοῦν ἐτέρους ἰκανῶς ἔχοντας, τοὺς ἀγρίους καὶ ἐπελευστικοὺς, καὶ μιαιφονεῖν
εἰωθότας, καὶ πολὺ λίαν ἔχοντας τὸ ἀνήμερον ὑπεμφήνειεν ἂν ὁ λόγος. διὰ δέ γε τῶν ἑρπετῶν τοὺς ἄκρως ἐξησκημένους 40 τὸ πικρὸν ἐν τρόποις, καὶ εἰς λῆξιν τῆς ὅλης ἤδη ἥκοντας πονηρίας. οὕτω γὰρ που καὶ ὁ σοφὸς Ἰωάννης τὴν μοχθηροτάτην τῶν φαρισαίων καὶ γραμματέων ἤλεχε πληθὺν,
ἐπιβοῶν τε καὶ λέγων “ὅφεις γεννήματα ἐχιδνῶν.” διὰ δέ 41 γε τῶν πετεινῶν εὖ μάλα συνήσεις τοὺς ἐτοίμως ἀνεπτοημένους 42 εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, εἴτ'οὖν τὴν ἐπάρατον νοσοῦντας ὑπεροψίαν, καὶ ἄνω που Φέρεσθαι καὶ ὑψηλὰ Φρονεῖν εἰωθότας. ἔοικε δὲ καὶ ἰχθύας ἀποκαλεῖν τοὺς
συρφετώδεις καὶ ἀγελαίους, τοὺς ταῖς τοῦ βίου Φροντίσι 43 βεβαπτισμένους, καὶ ὑποβρύχιον ὥσπερ ἔχοντας νοῦν, τοὺς ἀφώνους καὶ ἀλογωτάτους. ἀφωνότατον γὰρ τῶν ἰχθύων τὸ χρῆμα. καὶ καθ'ἔτερον δὲ τρόπον, τοὺς οἶον καταπίνοντας τοὺς ἀσθενεστέρους. ἀλληλοφαγία γὰρ μάλιστα παρὰ τοῖς
ἱχθῦσι τετίμηται. πενθήσει τοίνυν φησὶν ἡ γῆ τοῖς κατοι- 44 koῦσιν ὁμοῦ. καὶ τίς ἡ τοῦδε πρόφασις;ὅπως μηδεὶς μήτε 45 δικάζηται, μήτε ἐλέγχῃ μηδείς. ἐπειδὴ γὰρ ἀρὰ ψεῦδος, κλοπή τε καὶ Φόνος, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ 46 αἴματα ἐφ' αἵμασι μίσγουσι, ταύτη τοι πενθήσει καὶ ἀργήσει λοιπὸν ψεῦδος καὶ ἀπάτη καὶ συκοφαντία. ἐποιμώζοντες
γὰρ τοῖς παρ'ἐλπίδα συμβεβηκόσι, καὶ τὴν ἐν χειρὶ κλαίοντες συφορὰν, καὶ οὐχ ἐκόντες ἀφέζονται τῶν τοιούτων πλημμελημάτων. τὸ γὰρ τοι δικάζεσθαι καὶ ἐλέγχειν, εἴη ἂν ἕτερον οὐδὲν, καθάπερ ἐγῷμαι, πλὴν ὅτι τὸ κατηγορεῖν καὶ καταψηφόζεσθαί τινων, ἤτοι ψευδομαρτυρεῖν. τοῦτό τοι καὶ
ἔτερος ἡμῖν τῶν ἀγίων προφητῶν τῶν ἐξ αἴματος Ἰσραὴλ 47 κατεκεκράγει λέγων, “Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς “ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὑς ἔστι. πάντες “εἴς αἵματα δικάζονται, ἔκαστος τὸν πλησίον αὐτοῦ ἐκθλί “βουσιν ἐκθλιβῇ.”
49 δὲ μᾶλλον ἀρὰ αψεῦδος, καὶ τετίμηται κλοπὴ, καὶ αἵματα ἐφ'αἴμασι μίσγουσιν. ἀπεκτονότες γὰρ τοὺς προφήτας, ὡς ἔφηςν, καὶ αὐτὸν ἀπετόνασι τὸν Ἰησοῦν. καταπενθησει λοιπὸν ἡ γῆ τοῖς κατοίκοις ὁμοῦ ταῖς 'Ρωμαίων ἐμπιπραμένη χερσίν. ἔσται δὲ ταῦτα΄φησιν, ἵνα, μήτε δικάζηται,
μήτε ἐλέγχη μηδεις. ὅπερ ἐστὶν ἐναργῶς ἐπαιτιωμένου τοὺς Ἰοδαίους, ὡς δικασαμένους ἀνοσίως καὶ κατελέγξαντας 50 ἤτοι ψευδομαρτυρήσαντας τοῦ Χριστοῦ. οἱ μὲν γὰρ ἡμούμενοι 51 προσῆγν Πιλάτῳ δικαξόμενοί τε καὶ κατηγοροῦντε αὐτοῦ. προσῆγον Πιλάτῳ δικαζόμενοί τε καὶ κατηγοροῦντες αὐτοῦ. παρελθόντες δέ τινες κατεμαρτύρουν, μόνον δὲ οὐχὶ καὶ
ἐλέχειν ἀπετόλων. ψευδοεποῦντες οἱ δείλαιοι, ποτὲ μὲν, 52 ὅτι διαστρέφει τὸν λαόν· ποτὲ δὲ, ὅτι τούτου λέγοντος 53 ἀκηκόαμεν, ὡς ἐν τριςὶν ἡμέραις καταλύσει τὸν ναὸν τοῦ Φεοῦ, καὶ ἐγερεῖ πάλιν αὐτόν. ἀναιρεθήσεται τόίνυν φηςὶ δίκη, καὶ ἔλεγχος ἤτοι καταμαρτυρία, καὶ ψῆφος οὐκ ἀληθής· 5 οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος τοῦ δικάζειν εὶωθότος. 54 ταύτῃτοι, καθάπερ ἐγῷμαι, καὶ ὁ προφητικὸς ἡμῖν λόγος τοῖς ἀβασιλεύτοις τῶν ζώων τοὺς τῶν Ἰουδαίων παρεικάζει λαοὺς, θηρςὶ δὴ λέγω καὶ ἑρπετοῖς καὶ πετεινοῖς καὶ ιχθύσιν. οὕτω καὶ ὁ μακάριος προφήτης Ἀμβακοὺμ ἔφη που πρὸς 10 τὸν τῶν ὅλων Φεόν “Εὶς τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; 55 “παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; καὶ “ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ “ὡς τὰ ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον.”.
γὰρ οὕτως ὁ διὰ Μωυςέως νόμος. οὕτως οὖν 62 ἔσται φησὶν ὁ λαός μου. καίτοι γὰρ ὑπάρχων ἱερὸς διὰ 63 τοὺς πατέρας, καὶ τοῦ θύειν ἠξιωμένος, ἔξω τῆς ἁγίας καθεδεῖται σκηνῆς, ἔξω λειτουργίας καὶ ἱερῶν. οὐ γὰρ προσοίσει θυςίας, οὔτε μὴν ὀσμὴν εὐωδίας ἀνοίσει τῷ Θεῷ· κατηῤῥώστησε
γὰρ οὐκέτι μετρίως τὴν εἰς νοῦν ἐπήρειαν, καὶ καταλελώβηται τὴν καρδίαν, γέγονέ τε δικαίως ἀπόπεμπτος ἤδη, καὶ ἀπηχθημένος. ὅτι δὲ τοῖς ἐξ Ἰσραὴλ συμβήσεται καὶ τὸ σιγῆσαι προφήτας, διαμεμήνυκεν εἰπών Καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ, κατ᾿ ἐκεῖνό που πάντως
64 τως τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἰεζεκιήλ· 65 “Καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ, καὶ “οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα εὐθύνοντα, ἤγουν ἐλέγχοντα, ὅτι “οἶκος παραπικραίνων ἐστί.” ταῦτα δὲ πάντα συμβήσεται διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, καὶ τὰ εἰς προφήτας ἐγκλήματα.
πλὴν οὐκ εἰς ἄπαν ἀσθενήσειν τὸν Ἰσραὴλ, ἀλλ᾿ εἰς ἡμέρας Φγςί· τετήρηται γὰρ αὐτῷ σωτηρίας καὶ ἐπιστροφῆς τῆς ὡς ἐν πίστει καιρός.
λελαμπρυσμένων εὖ μάλα φηςίν, “Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ 69 “σκότους, ἀλλ᾿ υἱοὶ φωτὸς καὶ ἡμέρας.” ἔοικε δέ φησι καὶ ὁ λαὸς ὁ ἐμὸς τοῖς οὐκ ἔχουσι γνῶσιν, καίτοι τὴν διὰ νόμου πεπλουτηκὼς ποδηγίαν. κέκληται γὰρ πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλλήθειαν ὄντος Θεοῦ, πεπληροφόρηται διὰ θαυμάτων,
ἐλλέλοιπε δὲ παντελῶς οὐδὲν τῶν ὅσα φωτίζειν οἷά τε τοὺς ἐσκοτισμένους, καὶ ἀξιάγαστον τοῖς εὐμαθεστέροις ἐνιέναι γνῶσιν οὐκ ἀνικάνως ἔχει. ἐπειδὴ δὲ ἀπώσω φηςὶ τὴν ἐπίγνωσιν, τουτέστι Χριστὸν, δἰ οὗ καὶ ἐν ᾧ προσιτός τε 70 ἅμα καὶ γνωστὸς ὁ Πατὴρ, ἐξωσθήσῃ λοιπὸν τοῦ εἶναι ἱερὸς,
καὶ τοῦ προςάγειν θυςίας, ὡς βέβηλος. καὶ ἐπειδὴ τῶν θείων εἰς λήθην κατώλισθες νόμων, μήτε τὰ Μωυςέως νοήσας πνευματικῶς, μήτε μὴν τοῖς διὰ Χριστοῦ παιδεύμασιν ἰσχνόν τε καὶ εὐφυᾶ τὸν νοῦν ἐνιεὶς, εἰς λήθην κἀγὼ τῶν σῶν οἱονεί πως ὑπενεχθήσομαι τεκνων, τουτέστιν, οὐκέτι μεμνήσομαι, 71
διά γε τοῦ καὶ φειδοῦς καὶ φροντίδος ἀξιοῦν· ὧν γὰρ ἀξιοῖ μεμνῆσθαι Θεὸς, τούτοις τὴν ἰδίαν ἀπονέμει φιλανθρωπίαν. ἑπελάθετο δὲ καὶ ἑτέρως τοῦ θείου νόμου, καὶ ἀπώσατο τὴν ἐπίγνωσιν εἰδωλολατρήσας ὁ Ἰσραήλ. Κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν
εἰς ἀτιμίαν θήσομαι.
δὴ οὖν εἰς τοῦτο φαυλότητος διισχυρίζεται τὸν Ἰσραὴλ, 72 ὡς οὐκέτι μὲν οἰστὴν γενέσθαι τὴν ἀπόνοιαν, ἰσάριθμον δὲ ὥσπερ αὐτοῖς ὁρᾶσθαι τὴν ἁμαρτίαν. αὐτοὶ μὲν γὰρ ἦσαν 73 “ ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ 74 “ παρὰ τὸ χεῖλος τῆς θαλάσσης,” κατὰ τὸ γεγραμμένον· 75 οὐδὲν δὲ τοῦ πλήθους ἀποδεῖν ἔφη τὰ πλημμελήματα. τοῦτο
οἶμαί ἐστι τὸ Κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι. ἐπειδὴ δὲ εἰς τοῦτο κατώλισθον ἀθλιότητός τε καὶ δυσβουλίας, καὶ Θεῷ προσκρούοντες οὐ διαλελοίπασι, τὴν δόζαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι, τουτέστιν, ἐφ᾿ ᾧ μεγάλα φρονεῖν ἐγνώκασιν, ἐπ᾿ αὐτῷ δὴ τούτῳ καταισχυνθήσονται.
πῶς ἢ τίνα τρόπον; αὐχημάτων γὰρ ἀποπεσοῦνται τῶν ἐπὶ πλήθει πολλῷ, δαπανῶντος τοῦ πολέμου σὺν τοῖς μαχίμοις ὁμοῦ καὶ τὴν ἄλλην ἄπασαν ἡλικίαν· κένανδροι γὰρ ἀπομενοῦσιν 76 οἶκοί τε καὶ πόλεις. καὶ ἐπ᾿ αὐτῷ δὴ τούτῳ τὴν 77 Ἰουδαίαν ὁ προφήτης Ἱερεμίας ἐθρήνει λέγων “Πῶς ἐκά-
“ θισε μόνη ἡ πόλις ἡ πεπληθυσμένη λαῶν; ἄρχουσα ἐν “ χώραις, ἐγενήθη εἰς φόρον.”
καὶ ὑψηλὴν αἴροντες τὴν ὀφρὺν, ὡς δικαίως λέγεσθαι καὶ 78 περὶ ἡμῶν, “Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.” οὐκοῦν καὶ e κατὰ τόνδε τὸν νοῦν ἐκδέξῃ πάλιν τὸ εἰρημένον Τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι. ὅτι γὰρ παραδίδονταί τινες 79 “εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,” πῶς ἐστιν
ἀμφιβαλεῖν, τοῦ μακαρίου Παύλου σαφῶς εἰρηκότος.
τὰς ψυχὰς αὐτῶν. καὶ ἔσται καθὼς ὁ λαὸς, οὕτως καὶ ὁ ἱερεύς.
81 τὸν δόγον ἐπὶ τὸ τάγμα τὸ ἑρόν. ἁρμόσειε δ᾿ ἂν ὥς γε οἶμαι τῷ λόγῳ, καὶ τὸ ἀρτίως ἡμῖν εἰρημένον, “Τὴν δόξαν 82 “αὐτῶν εἰς ἀτιμίαν θήσομαι.” δόξα μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς ἡ περίοπτος ἱερωςύνη, καὶ τὸ προῦχον ἐν αὐτῇ
καὶ ἅγιον γένος, τουτέστι τὸ λευΐτικον· ἐβαςίλευον μὲν γάρ τινες ἐκ τῆς Ἰούδα φυλῆς, ἀλλ᾿ ἦν ἐν δευτέροις τῆς ἱερωςύνης καὶ πολὺ λίαν ἐν μείοσι τὰ ἀνθρώπινα. δόξα δὴ οὖν τῆς Ἰουδαίων Συναγωγῆς, τὸ ἱερόν τε ἐστὶ καὶ ἀπόλεκτον γένος. περιβληθήσεται τοίνυν ἀτιμίᾳ φηςὶ, καὶ μεταχωρήσει πρὸς
τὸ ἀκαλλές. καὶ διὰ ποίαν αἰτίαν; ὅτι τῶν σφίσι πρεπωδεστάτων ὁλιγωρήσαντες παρεκομίζοντο πρὸς ἀπόστασιν. οὐ τετηρήκασι τὴν ἑαυτῶν ἀρχὴν, οὐκ ἔγνωσαν τῆς ἱερωςύνης 83 τὸν τρόπον, οὐκ ἐνενόησαν ὅτι ἀμαρτίας λαοῦ μου φάγονται, καὶ ἐν ταῖς αδικίαις αὐτῶν λήΨονται τὰς Ψυχὰς αὐτῶν.
καιροὺς ἱερεῖς, ἀνέφερον μὲν τὰ ἐνδόσθια καὶ τὴν πιμελὴν, 85 ἤσθιον δὲ τὸ λοιπὸν αὐτοὶ, τοῦτο τοῦ θείου προστάττοντος νόμου. οὐκοῦν μεςίτης ὥσπερ ὁ ἱερεὺς Θεοῦ καὶ ἀνθρώπων παραλαμβάνεται, δεχόμενος μὲν τὰς παρὰ τῶν λαῶν δωροφορίας, καὶ συμμεριζόμενος τῷ θυσιαστηρίῳ, καθὰ γέγραπται· 86
ἑαυτὸν δὲ ὥσπερ ἱερουρυῶν ὑπὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων, καθάπερ ἀμέλει καὶ ὁ Κύριος ἡμῶν Ἱησοῦς ὁ Χριστός. ὅτι δὲ ἀληθὲς ὅ φημι, αὐτὸν παραθήσω τὸν ἐπὶ τῷ χιμάρῳ νόμον. ἔχει δὲ οὕτως “ Καὶ τὸν χίμαρον τὸν 87 “περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυςῆς, καὶ ὅδε
“ἐμπεπύριστο. καὶ ἐθυμώθη Μωυςῆς ἐπὶ Ἐλεάζαρ καὶ 88 “Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλελειμμένους λέγων “Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; “ὅτι γὰρ ἅγια ἁγίων ἐστὶ, τοῦτο δέδωκεν ὑμῖν φαγεῖν, ἵνα “ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε “περὶ αὐτῶν ἔναντι Κυρίου.” ὁρᾷς ὅπως μεσιτεύουσι τὰ
ὑπὲρ τῶν ἁμαρτιῶν ἐσθίοντες οἱ τῷ θείῳ θυσιαστηρίῳ 89 παρεστηκότες, καὶ καθαρωτάταις λιταῖς τὴν ἐπὶ τοῖς ἁμαρτάνουσιν ὀργὴν κατευνάζοντες, καὶ μονονουχὶ τὰς ἰδίας ψυχὰς ὑτὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων εἰς ὀσμὴν εὐωδίας καθιεροῦντες θεῷ; καθάπερ ἀμεέλει καὶ ὁ θεσπέσιος Ἀαρὼν,
90 ἀρχομένου θραύσεθαι τοῦ λαοῦ. γέγραπται γὰρ ὡδί· τὸ πυρεῖον ἁρπάσας, καὶ ἐπιθεὶς τὸ θυμίαμα, “ἔστη, φησὶν, “ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζύντων, καὶ ἐκόποασεν “ ἡ θραῦσις.” οὕτω μεσιτεύων καὶ ὁ μακάριος Μωυσῆς, ἐξεδυσώπει θεὸν, μεμοσχοποιηκότων κατὰ τὴν ἔρημον τῶν ἐξ
91 Ἰσραήλ· ἑαυτὸν γὰρ ὥσπερ ὑπετίθει τῇ δίκῃ, παρακαλῶν τε 92 καὶ λέγων “Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, “ἐξάλειψον κἀμὲ ἐκ τῆς βιβλου ταύτης ἧς ἔγραψας.”
ἀδικίαις αὐτῶν, τουτέστιν, ἐν καιρῷ τῆς ἀδικίας αὐτῶν· δῆλον δὲ ὅτι τῶν ἐξ Ἰσραὴλ ἤτοι τῶν λαῶν· αὐτοὶ τὰς ἰδίας λήψονται ψυχὰς, ἀντὶ τοῦ, προσκομιοῦσι τῷ θεῷ. 93 δέχεται γὰρ τὴν λέξιν ἡ θεόπνευστος γραφὴ τοῦ τοιοῦδε σημαντικήν· τὸ γὰρ τῷ θεῷ προσκομιζόμενον, καὶ εὐτρεποσθὲν
εἰς θυσίαν, ἐλέγετο λαμβάνεσθαι. καὶ ἡ λέξις τέθειται τοῦ τοιοῦδε μάλιστ σημαντικὴ, καθάπερ ἔψην ἀρτίως. καὶ γοῦν ἐν τοῖς Ἀριθμοῖς, ὅτε τοὺς περὶ τῆς δαμάλεως τῆς πυῤῥᾶς ὡρίζετο νόμους, ἔφη του θεὸς πρὸς τὸν 94 ἱεροφάντην Μωυσέα “Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα
“συνέταξε Κύριος λέγων Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ 95 “λαβέτωσαν πρὸς σὲ δάμαλιν πυῤῥὰν ἄμωμον.” ἀκούεις τὸ λαβέτωσαν;τουτέστι προσκομιζέτωσαν ἤτοι προσαγέτωσαν. 96 περὶ δέ γε τοῦ καθαρισθήσεσθαι μέλλοντος λεπροῦ, πάλιν ὧδέ φησι “Καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, 97
“καὶ ὄφεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἠ ἁφὴ τῆς λέπρας ἀπὸ “τοῦ λεπροῦ. καὶ προστάξει ὁ ἱερεὺς καὶ λήψονται τῷ “κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καθαρά.” ὅταν τοίνυν καὶ ἐκὶ τῶν ἱερέων τὸ ληψονται λέγοι, νοοῖτ’ ἄν εἰκότως ἀντὶ τοῦ προσόισουσιν ἡ φωνή. ἐν καιρῷ τοιγαροῦν τῶν
ἀδικιῶν, τῶν τοῦ λαοῦ δηλονότι, αὐτοὶ λήωονται, τουτέστι 98 προσοίσουσιν εἰς θυσίαν καὶ εἰς εὐοσμίαν θεῷ τὴ πνευματικὴν τὰς ἑαυτῶν ψυχὰς, ἀρθῶς δηλονότι πολιτευομενοι, καὶ ἐννομωτάτην ἔχοντες ζωὴν, καὶ τὰ τοῖς ἱερεῦσι πρέποντα φρονεῖν τε καὶ δρᾶν ὅτι μάλιστα διεστουδακότες. ἱκανὸς
γὰρ ὁ τοιοῦτος ἀνασῶσαι λαοὺς καὶ θεῷ προσκεκρουκότας, καὶ νόμον ἠδικηκότας. ἀλλ’οἱ πρὸς τοῦτο παρειλημμένοι, φησὶ, συγκατώλισθον τοῖς ἄλλοις. ταύτῃτοι δικαίως ἀργήσει τὰ ἱερὰ, πεπαύσεται τὸ ἀπόλεκτον καὶ τίμιον γένος, ἔσται ὁ λαὸς ὡς ὁ ἱερεύς. κείσεται γὰρ οὐδὲν ἔτι τὸ μεταξὺ λαοῦ 99
τε καὶ ἱερέως. καὶ τοῦτο ἧν ἄρα τὸ, “Τὴν δόξαν αὐτῶν εἰς 100 “ἀτιμίαν θήσομαι.”
διαβούλαι δὲ αὖ, τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. ἐπειδὴ τοίνυν, φησὶ, πεπόρευται μὲν οὐκ ὀρθῶς, τῆς εὐθείας 101 ἐκνενευκὼς, καὶ ἁπάσης ὥσπερ ἀνοσιότητος ἐλέσας τρίβον, 102 ἐβουλεύσατο δὲ τὰ πάντων αἴσχιστα τε καὶ ἐκτοπώτατα, τὸν μὲν τῶν ὄλων ἀτιμάσας θεὸν, ἀποκλίνας δὲ καὶ αὐτὸς εἰς τὸ λατρεύειν εἰδώλοις, ἐκδικήσω ἐπ’ αὐτὸν, τουτέστι, τὴν τοῖς πλημμελήμασιν ἰσοστάθμως ἔχουσαν ἐποίσω δίκην.
ὅτι δὲ τοῖς ἀποφοιτῶσι τῆς εἰς θεὸν ἀγάπης τὸ ἐν ταντὶ ὅτι δὲ τοῖς ἀποφοιτῶσι τῆς εἰς θεὸν ἀγάπης τὸ ἐν παντὶ γενέσθαι κακῷ πάντητε καὶ πάντως συμβήσεται, τῶς ἐστιν ἀμφιβαλεῖν; οὔτε γὰρ ὀρθήν τε καὶ ἀμώμητον διελάσει τρίβον,οὔτ’ ἄν σοφὰ βουλεύσατιὸ ποτε, τὴν θείαν οὐκ ἔχων 103 ἐπικουροῦσαν αὐτῷ σοφίαν τε καὶ δύναμιν.
εἴτε γὰρ τὰς ἀρχαίας ἐκείνας τοῦ Ἰσραἠλ μεταναστάσεις καὶ αἰχμαλωσίας ἐννοήσειέ τις, εἴτ’ οὖν τὴν ἐπὶ Χριστῷ διὰ τῆς τῶν Ῥωμαίων χειρὸς τῆς Ἰουδαίας ἐρήμωσιν, ἐν λειψάνοις 104 εὑρήσει τετηρημένον αὐτὸν τε τὸν Ἰσραὴλ, καὶ τὴν κατὰ νόμον λατρείαν. ἀποκομισθέντων γὰρ τὸ τηνικάδε
διά τε τοῦ Σαλμανασὰρ, καὶ τοῦ θεγλαφαλασὰρ εἰς Ἀσσρίους καὶ Μήδους, οὐδὲν ἧττον οἰ βραχεῖς καὶ ὀλιγοστοὶ καὶ περιλελειμμένοι τῶν ἐξ Ἰσραὴλ προσῆγον τοῖς ἱερεῦσι τὰ νενομισμένα, τοῖς κατὰ χεῖρα τιμῶντες· καὶ οὐκ ἔξω τῶν ἐν ἔθει γινόμενοι παντελῶς. κατὰ τὸν ἴσον δὲ τρόπον, καὶ ἐν
τῷ λοίσθῳ πολέμῳ, τῷ ἐπὶ Καίσαρος Αὐγούστου φημὶ, 105 καταδῃωθείσης αὐτοῖς τῆς χώρας, ἐσκορπίσθησαν μὲν εἰς 106 πάντα ἄνεμον, καὶ ἐν πάσῃ χώρᾳ τε καὶ πόλει· πλὴν ἔτι 107 μετρίως τὸ ἱερὸν καὶ ἀπόλεκτον τιμῶντες γένος, προσῆγον τὰ κατὰ δύναμιν· καί εἰσιν ἐν τούτοις ἔτι, καίτοι τῶν τάλαι θυσιῶν ἀνατετραμμένων· ἔξω γὰρ τῆς Ἱερουσαλὴμ γεγονόσι τὸ θύειν ἔτι παράνομον. φάγονται τοίνυν φησὶ
καὶ οὐ μὴ ἐμπλησθῶσι, τουτέστιν, ὀλίγα λήψονται καὶ μόλις, καὶ ὅσα πρὸς κόρον οὐκ ἐξαρκεῖ. καταδεικνύει δὲ οὐδὲν ἧττον καὶ τοῦτο τῆς ἀρχαίας αὐτῶν τιμῆς τὴν καθαίρσιν, καὶ τῆς 108 προλαβούσης εὐθυμίας τὴν ἀποβολήν. ἐπειδὴ δὲ πεπορνεύκασί φησιν, οὐ μὴ κατευθυνθῶσιν. ἀμήχανον γὰρ. ὡς ἔφην, τοὺς
ἀποφοιτῶντας τοῦ θεοῦ· τοῦτο γὰρ οἶμαί ἐστι τὸ τῆς νοητῆς πορνείας ὄνομά τε καὶ χρῆμα· ἤ εἰς κόρον ἔχειν τὴν τῶν θείων ἀγαθῶν χορηγίαν, ἤγουν δύναδθαι τὰς ἐξ οὐρανοῦ καὶ ἄνωθεν συγκομίζεσθαι τροφὰς, ἤ ἐν βουλαῖς ἤ ἐν πράγμασι κατευθένεσθαι. θεὸς γὰρ ἐστιν ὁ παντὸς ἡμῖν ἀγαθοῦ δοτὴρ,
καὶ τῆς οὔσης ἐν ἡμῖν διανοίας τὸ πηδάλιον.
γὰρ ἀπῴχοντό φησι καὶ αὐτοὶ τοῦ Κυρίου, καὶ συναπώλισθον τοῖς παιδευομένοις οἱ παιδευταὶ, τοῖς ὑπὸ χεῖρα καὶ ἐξουσίαν οἱ καθηγεῖσθαι λαχόντες, ταύτῃτοι δικαίως ὑπὸ 110 θείαν ἔσονται μήνισιν, καὶ κίκας ὑφέξουσι τῶν ἀκαταλήκτως διεπταισμένων. τετηρήκασι γὰρ πορνείαν, τουτέστι, σώζεσθαι
παρεσκεύασαν τοῖς ὑπὸ χεῖρα τὴν πλάνησιν, καίτοι μᾶλλον αὐτὴν ἐκ μέσου διαῤῥίπτειν καὶ ἀφανίζειν ὀφείλοντες. διδασκάλων γὰρ νῆψις, τὸ λαοὺς ἀδικοῦν ἐκ μέσου ποιεῖσθαι διὰ σπουδῆς, καὶ τὸ τῷ θεῷ στυγητὸν ἀμελλητὶ 111 καταστρέφειν. εἰ δὲ δὴ τοῦτο δρᾶν οὐκ ἀνεχόμενοι, μένειν ὥσπερ καὶ σώζεσθαι τῆς πλανήσεως ἔργα συγχωροῦσιν 112 αὐτοὶ, μᾶλλον δὲ καὶ συνιστῶσιν ἐκ τῶν ἐναντίων, τὸ τηνικάδε δὴ πάντως οἶνον ὥσπερ τι καὶ μέθυσμα καὶ ὁ τῶν παιδαγωγουμένων εἰσδέξεται νοῦς. πόθεν γὰρ, ἤ πῶς ἄν
ἔσχον νήφειν οἱ μαθηταὶ, καὶ διανοιγνύναι δύνασθαι τῆς διανοίας τὸν ὁφθαλμὸν πρὸς τὸν ἀληθῶς καὶ φύσει θεὸν, εἴπερ αὐτοὺς οἱ παιδαγωγοὶ καὶ τῶν συμφερόντων εἰσηγηταὶ καὶ προσεμπεδοῦσιν ἔτι πρὸς τὸ πλανᾶσθαι δεῖν; καὶ τοῦτο 113 οἶμαί ἐστι τὸ δι’ ἑτέρου προφήτου σαφῶς εἰρημένον· “Οἱ
114 “ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἔστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ “ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς “ ἐμέ, καὶ οἱ προφῆται προεφήτευον τῇ Βάαλ·” καὶ πάλιν, 115 “ Οἰ υἱοί μου καὶ τά πρόβατά μου οὐκ εἰσὶν, οὐκ ἔστι τόπος “ τῆς σκηνῆς μου,τόπος τῶν δέῤῥεών μου. ὅτι οἱ ποιμένες
“ ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο “ οὐκ ἐνενόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν.”
τοῖς πλανωμένοις ἀποφαίνει τὸν παιδευτήν· καὶ οὕς ἦν εἰκὸς, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαῖον τοῖς θείοις ἕπεσθαι νόμοις, καὶ ἀποκομίζειν εἰς τοῦτο τοὺς ὑπεζευγμένους, τούτους, ὡς ἔφην, τὰ τῆς πλάνης πληροῦντας ἐγκλήματα δείκνυσιν ἐναργῶς. ᾔεσαν μὲν γὰρ πρὸς αὐτούς τινες μανθάνειν ἐθέλοντες, φησὶν,
118 ἤτοι τὰ ἐσόμενα τυχὸν, ἤγουν τὰ καθ’ ἑαυτοὺς, καὶ ἐν οἷς ἄν εἷεν ἤ καιροῖς, ἤ πράγμασιν. οἱ δὲ τοὸς προσιόνταις αὐτοῖς 119 οὐκετι παρὰ Θεοῦ τὰ τοιάδε βούλεσθαι ζητεῖν δυσσεβοῦντες ἀνέπειθον, ἀλλ' ἐν συμβόλοις ἐπηρώτων, τουτέστι, διὰ σημείων τινῶν καὶ ἐπιτηρήσεων παρὰ τῶν ἀκαθάτρων πνευμάτων μανθάνειν ἐζήτουν· καθάπερ ἀμέλει καὶ Βαλαὰμ
καταμαντεύεσθαί ποτε πῶν ἐξ Ἰσραὴλ ἐπεχείρει. τοῦτο γὰρ ἐκέλευε δρᾶν Βαλὰκ υἱὸς Βεώρ. ὁ δὲ, “Ποίησόν μοι, φησὶν, 120 “ ὧδε ἑπτὰ βωμοὺς, καὶ σφάξον μοι ἑπτὰ μόσχους καὶ ἑπτὰ 121 “ κριοὺς,” καὶ πορεύσομαι κατέναντι τῶν οἰωνῶν. ἤ γὰρ τοὺς καπνοὺς τοὺς ἐκ τῶν θυσιῶν ἀναθρώσκοντας κατασκέπτονται,
ὅπη τε καὶ ὅπως ὑψοῦ τε καὶ ἄνω διάττουσιν· ἤ τοὺς ἐν ἥπατι σφαδασμοὺς περιαθροῦσιν οἱ δείλαιοι· ἤγουν τὰς ἐξ οἰωνῶν περιεργάζονται πτήσεις. οἰωνοσκοπία δὲ, καὶ μαντικὴ, καὶ τὰ τοιάδε τῶν κακῶν τῆς εἰς λῆξιν ἡκούσης δυσσεβείας ἐγκλήματα, καὶ ἐν τοῖς κατωτάτω τῆς εἰδωλολατρείας ἔρχονται 122
μυχοῖς. Καὶ ἐν ῥάβδοις αὐτῶν ἀπήγγελλον αὐτῷ. ἀφικομένοις, φησὶ, πρὸς αὐτοὺς τοῖς ἐξ Ἰσραὴλ, καί τι τῶν ἰδίων διειδέναι σπουδάζουσιν, οὐχὶ μόνον ἐν συμβόλοις, ἀλλὰ καὶ ἐν ῥάβδοις αὐτῶν ἀπήγγελλον αὐτοῖς. τρόπος δὲ οὗτος ἀπάτης ἔτερος· ῥαβδομαντεία τὸ χρῆμα· καὶ εὕρεμά που
τάχα τῆς Χαλδαίων περιεργίας. κατεμαντεύετο γὰρ οὕτως τῆς Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ, καθὰ καὶ ὁ θεσπέσιος 123 τινα τῶν ἀποῤῥήτων αὐτοῖς κατεπᾴδοντες, κατακλίνεσθαι 124 παρεσκεύαζον ταῖς τῶν δαιμονίων ἐνεργείαις· καὶ πιπτούσας
ἐπετήρουν ὅποι φέροιντο πάλιν, πότερον εἰς εὐθὺ ἤ ἀνόπιν, ἤ εἰς δεξιὸν ἤ εἰς εὐώνυμον· οὕτω τε λοιπὸν τὸ δοκοῦν τοῖς 125 προσιοῦσιν ἀπήγγελλον. τοῦτό ἐστι τὸ ἐν ῥάβδοις ἀπήγγελλον. πάνδεινον οὖν ἀληθῶς ὅτε τῶν ἄλλων οἱ παιδαγωγοὶ, καὶ πρὸς τὸ τῷ Θεῷ φίλον ἀποκομίζειν οἷοί τε, καὶ 126 πλανᾶσθαι παρεσκεύαζον καὶ ᾗ φησὶν ὁ προφήτης, “Μανίαν 127 “ ἐν οἴκῳ Κυρίου κατέπηξαν.” μανίαν γάρ φησι τὴν ψευδομαντείαν.
ὑποκρίνονται γὰρ οἱ τοῦτο δρᾶν εἰωθότες, μηδὲ εἰδέναι λοιπὸν, ὅποιπέρ εἰσι. μαίνεσθαι γὰρ αὐτοὺς καὶ ἐνθουσιὰν ἔφασκόν τινες, ὡς θείου πεπληρωμένους. οὐ γὰρ ᾔδεσαν ὅτι τῶν ἀκαθάρτων πνευμάτων οἶκος ὥσπερ τις, καὶ σπήλαιον ἡ τῶν πλανωμένων ἐστὶ καρδία.
Θεοῦ αὐτῶν. ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον, καὶ ἐπὶ 128 τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη.
τοιάδε πράττεται, διδάσκει σαφῶς. ἄπαν γὰρ εἶδος φαυλότητος παρ' ἐκείνων ἐστὶ, καὶ τῶν αἰσχίστων οὐδὲν ἀνεπιτήδευτον τοῖς τὰ αὐτοῖς δοκοῦντα πληροῦν ᾑρημένοις. πεπλάνηνται τοίνυν φησὶ πνεύματι πορνέιας, καὶ ὡς ἀποτάτω
γεγόνασι τοῦ Θεοῦ, φιλήδονοί τε ὑπάρχοντες, καὶ
φιλοσαρκίας ἀφορμὴν τὰ τῆς εἰδωλολατρείας ἔργα ποιούμενοι. ἔθυον γὰρ, βουνούς τε καὶ ὄρη καταλαμβάνοντες, καὶ γηΐνοις ὑψώμασι τὸ τῶν δαιμονίων χαμαιριφὲς θεραπεύοντες. εἶτα βωμοὺς ὑποκάτω δρυὸς καὶ λεύκης ἐγείροντες, προσῆγον σπονδὰς. νύμφαις. τάχα που ταῖς ἁμαδρύασι, κατὰ
τοὺς Ἑλλήνων μύθους, τιμὰς ἀποπέμποντες. φασὶ γὰρ οἱ τῶν Ἑλλήνων ποιηταὶ καὶ λογάδες, καὶ φυτῶν καὶ ξύλων
ἐρᾶν τοὺς ἀκαθάρτους δαίμονας, οὕς νύμφας ὠνόμαζον, κατὰ 129 τὸ αὐτοῖς οὐκ οἶδ' ὅπως δοκοῦν. ἐδόκει τοίνυν αὐτοῖς ἀποδέχεσθαι, φησὶ, τὰς σκιὰς, καὶ ὑπὸ τοῖς εὐανθεστάτοις θρύπτεσθαι δρυμοῖς· ἐπαινεῖν τε καὶ λέγειν, ὅτι καλὸν σκέπη. οὐκοῦν ὁ φιλήδονος οὐκ ἄν γένοιτο καὶ φιλόθεος.
καὶ μαρτυρήσει λέγων ὁ Παῦλος περί τινων, ὅτι “Θιλήδονοι 130 “ μᾶλλον εἰσὶν ἤ φιλόθεοι.” “Μακάριοι δὴ οὖν οἱ πεν- “θοῦντες νῦν,” καθά φησιν ὁ Σωτὴρ, καὶ τὸ τληπαθὲς εἰς πόνους τοὺς ἐπωφελεῖς τιμᾶν ὅτι μάλιστα καὶ ἀγαπᾶν διεσπουδακότες.
ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσι· διότι καὶ αὐτοὶ μετὰ τῶν πορνῶν συνανεφύροντο, καὶ μετὰ τῶν τετελεσμένων ἔθυον.
κἄν εἰ ταῦτα γένοιντο, φησὶν, ἠρεμήσω κἀγὼ, καὶ οὐκ ἐπισκέχομαι. ἔοικε δὲ διὰ τούτων τὰ ἐκ τοῦ πολέμου προκαταγγέλλειν κατὰ τῶν ἡμαρτηκότων ἐσόμενα βλάβη, καὶ τὰ ταῖς αἰχμαλωσίαις ἑπόμενα. οἱ γὰρ ἅπαξ ἑλόντες καὶ νενικηκότες, πράττουσιν εἰς τοὺς ἁλόντας τὸ δοκοῦν,
ἀχαλίνοις ἐξουσίαις χρώμενοι, καὶ ἀνεπιπλήκτοις ὁρμαῖς 132 πρὸς πᾶν ὁτιοῦν τῶν αὐτοῖς καθ' ἡδονὴν ἐρχόμενοι, καὶ οὔτε νόμον ὑπολογιζόμενοι, οὔτε τὸ εἰκὸς ἤ πρέπον ἐννοεῖν ἀν- 133 εχόμενοι· ἀπεσκληκότα δὲ ὥσπερ, καὶ πολὺ βλέποντα πρὸς τὸ ἀνήμερον ἔχοντες νοῦν , οὐδεμιᾶς ἀξιοῦσι φειδοῦς τοὺς ἀθλίως πεπραχότας. ὅτι τοίνυν προκείσονται τοῖς ἐχρροῖς εἰς ὕβριν καὶ αἰσχρουργίαν τῶν πεπορνευκότων τὰ παιδία καταμεμήνυκεν ἐναργῶς.
134
ἀνγκαῖα· τοιγάρτοι φησί καὶ ὁ θεσπέσιος Παῦλος τοῖς 135 εἰς εὐδόκιμον κεκλημένοις ζωήν· “Εἰ παιδείαν ὑπομένετε, ὡς “υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. τίς γάρ ἐστιν υἱὸς, ὃν οὐδεμιᾶς “παιδεύει πατήρ;” ὁ δέ γε σοφώτατος παροιμιαστὴς διαμαρτύρεται 136 καὶ φησιν, “Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει·
“μαστιγοῖ δὲ παάντα υἱὸν, ὃν παραδέχεται.” οὐκοῦν οὓς παιδεύει, καὶ ἐποπτείας ἀξιοῖ, ὡς ἀγαθοὺς πάντως καὶ ἠγαπημένους· ἐφορᾷ δὲ οὐδαμῶς τοὺς σφόδρα προσκεκρουκότας 137 αὐτῷ, μονονυχὶ λέγων, “Οὐκ οἶδα ὑμᾶς” “Ὀφ- “θαλμοῖ γὰρ Κυρίου ἐπὶ δικαίους, ” καθὰ γέγραπται. οὐκοῦν
κἂν πλημμελῶσι, φησὶν, οὐκ ἐπισκέψομαι, τουτέστιν, οὐδαμῶς φροντιῶ, οὐκ ἐπιστρέψω πρὸς ἐμαυτὸν, οὐηδενὸς ἀξίους ἡγἠσομαι. διὰ ποίαν αἰτίαν;καὶ γὰρ ὑμεῖς αὐτοί φησιν, οἱ 138 ἐν τάξει πατέρων, τοσοῦτον ἀφεστήκατε τοῦ θέλειν ἐπιτιμᾶν ἑαυτοῖς τε καὶ τοῖς ἐξ ὑμῶν, κἂν εἰ τῆς ἐσχάτης μεταποιοῖντο
139 φαυλότητος, ὡς συναναφύρεσθαι πόρναις. συντεθύκατε γὰρτοῖς τετελεσμένοις.
οὕτως αἰσχρὸν τιμῶσαι βδέλυγμα, πόρναι λοιὸν ὁμολογουμένως. τετελεσμένους δὲ ὀνομάζει πάλιν τοὺς ἱερομύστας τοῦ Βεελφεγὰρ, ἄνδρες δὲ ἦσαν εἶναι μὲν οὐηκ ἀνεχόμενοι τοῦθ’ ὅπερ εἰσὶ, μεταφοιτῶντες δὲ μᾶλλον εἰς φρόνημα eo τὸ θηλυπρεπὲς, λόγοις τε καὶ τρόποις ἀνοσίως μαλακιζόμενοι.
θηλυδρίας δὲ καὶ μαλθάκωνας τοὺς τοιούτους ἀποκαλουσί τινες, οἳ γυναικείαις ὀλολυγαῖς καὶ κυμβάλοις χρώμενοι, περιθέοντες τε τινὰς δᾳδίσιν ὁμοῦ, μυσταγωγεῖν ὑπεκρίνοντο, τῆς τοῦ Βεελφεγὼρ αἰσχύνης πληροῦντες τὰπαίγνια. ἔθυον τοίνυν φησὶ μετὰ τῶν τετελεσμένων, τουτέστι,
μεμύνηταΙ τὰ ἐκείνων, καὶ ὁμοῦ τοῖς οὕτω κατεφθαρμένοις προσῆγον θυσίας τῷ Βεελφεγώρ.
καὶ τὸ θεῖον ἔχοντες θυσιαστήριον· συνειστήκει γὰρ ὁ ναός· τὰ Μωυσέως ἐντάλματα τηρεῖν ἔφασκον, καὶ τὴν διὰ τοῦ νόμου σύνεσιν ἔχειν. ἀλλὰ καὶ αὐτοὶ λελατρεύκασι “ τῇ “Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων. ” Ἀστάρτην δὲ εἶναί 141 φασι τὴν παρ’ Ἕλλησιν οὐκ οἶδ’ ὅπως ὀνομαζομένην 142
Ἀφροδίτην. ἔστηκε δὲ τὸ ἄγαλμα γυμνὸν, καὶ ὡς ἐν εἴδει πόρνης, ἀσχημόνως ἀπογυμνοῦν τοῖς ἁπάντων ὀφθαλμοῖς καὶ τὰ ἄποπτα τοῦ σώματος μέρη. οὐκοῦν οὐ μόνος, φησὶν, ὁ Ἰσραὴλ, καίτοι πλείστην ὅσην ἀβουλίαν νενοσηκὼς, “συνανεφύρετο πόρναις, καὶ μετὰ τῶν τετελεσμένων ἔθυεν·” 143 ἀλλὰ καὶ αὐτὸς ὀ λαὸς ὁ συνιῶν, τουτέστιν, ὁ τὴν ἐκ νόμου σύνεσιν ἔτι σώζειν ὑποκρινόμενος συνανεπλέκετο πόρνῃ. Προσκεκυνήκασι 144 γὰρ, ὡς ἔφην, τῇ Ἀστάρτῃ. Σολομῶν γὰρ αὐτῇ 145 τέμενος ἀνεδείματο, μαχλώσῃ τε καὶ ἁλλοφύλῳ γυναικὶ τὰ Κεχαρισμένα πληρῶν.
146 Ἰούδαν γεμὴν καὶ Βενιαμὶν ἔσθ ὅτε τὰς ἐν τοῖς Ἰεροσολύμοις Δύο φυλὰς, τήν τε τοῦ Ἰούδα φημὶ, καὶ τὴν τοῦ Βενιαμίν. Γέγονε τοίνυν περὶ ἀμφοῖν εἰς τὸ παρὸν ὁ λόγος, καὶ τὴν ἑκατέρας πληθξύος ἀπελεέγχει νόσον. Θέα γὰρ ὅπως κατονειδίζει τὸν Ἰσραήλ ὡς ἀσύνετον κομιδῆ καὶ ὁλιγογνώμονα,
ταύτῌτοι γεγονότα καὶ ἀποστάτην, εἴπερ ἀσυνεςίας ἔγκλημα τῆς ἐσχάτης νοοῖτ᾿ ἂν εἰκότως, τὸ ταὶς τῶν εἰδώλων λατερίαις προσκεῖσθαι φιλεῖν, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀπονοσφίζεσθαι. Σημαίνει δὴ οὖν ἐνθάδε τὸ μὴ ἀγ;νοει, τὸ μὴ ἔσο μωρὸς, μηδὲ 147 τῆς εἰς λῆξιν ἡκούσης ἀσυνεςίας ἔμπλεωως. ἐντρέπει δὲ
Πάλιν καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις, τουτέστι τὸν Ἱούδαν, ὡς ὑποκριτὴν καὶ ἀνοςίως ὑβρίζοντα, διά γε τοῦ βαίνεινα ἐπ᾿ 148 ἄμφω, μᾶλλον δὲ χωλεύειν ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις, κατὰ Τὴν τοῦ προφήτου φωνήν. ὑπεπλάττετο μὲν γὰρ ἐπιηδεύειν Τε καὶ ἀγαπᾶν τὴν εἰς Θεὸν εὐσέβειαν, καὶ τὰς κατὰ νόμον
Θυςίας ἐτέλει· ἀπήλλακτο δὲ οὐδαμῶς τοῦ καὶ αὐτοῖς ἐπείγεσθαι 149 τοῖς δαιμονίοις προσκυνεῖν, εἰ καὶ μὴ λίαν ἀναφανδὸν, ἀλλ᾿ οὖν κεκρυμμένως καὶ λεληθότως. Καὶ γοῦν ὁ μακάριος 150 Προφήτης Ἰεζεκιὴν ὀρύττειν ἐν τῷ τόιζῳ προσετάττετο· εἶτα Τγεθέαται πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπὶ Τῶν τοίχων. Καὶ τί πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός; “Ἑώρακας 151 “υἱὲ ἀνθρωπου, ἃ οἰ πρεσβύτεροι οἴκου Ἰσραὴλ ποιοῦσιν
“ὧδε; ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν, “διότι εἶπαν Ἐγακταλέλοιπεν ὁ κύριος, οὐκ ἑφορᾷ ὁ Κύριος “τὴν γῆν.” Τεθεᾶσθαι δέ φησιν ὁ προφήτης καὶ γυναίκας 152 Καθημένας καὶ θρηνούσας τὸν Θαμοὺζ, ὅς ἐστιν Ἄδωνις 153 Τῇ Ἑλλήνων φωνῇ. ἄθρει δὴ οὖν, ὅτως καίτοι τὸν θεῖον
περιέποντες ναὸς, καὶτ ῆς κατὰ νόμον λατρείας μεταποιεῖσθαι Προσποιούμενοι, λεληθότως κατεμολύνοντο μεριζόμενα πρὸς Λατρείας τὰς ἀλλοκότους κὰι δαιμονιώδεις, καὶ Θεῷ κατεστυγημένας. Οὐκοῦν σὺ μὲν Ἰσραὴλ ὁλοτρόπως ἐκκεκλικὼς, Μὴ ἀγνόει φηςὶ, τουτέστιν ἀπόσχου τῆς ἀμαθίας, κατάληγε
τῆς οὕτως εἰκαίας καὶ βεβήλου γνώμης· δίξαι σύνεσιν τὴν Διὰ νόμου καὶ προφητῶν, ἤτοι τὴν διὰ Χριστοῦ καὶ εὐαγγελικήν. 154 Καὶ Ἰούδα μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα· ἔστι Δὲ πόλις εἰδωλολατροῦσα λίαν· καὶ εἰς τὸν οἶκον τῆς ἀδικάς Μὲη ἀναβαίνετε, καὶ μὴ ὀμνύετε ζῶντα Κύριον. Κὰι γάρ ἐστι
τῶν ἀτόπων ὅρκιον μὲν ποιεῖσθαι θεὸν, καὶ ἐπὶ γλώττης ἔχειν τὸν ζῶντα Κύριον, προσκυνεὶῖν. ἀπέθετο γὰρ Ἱεροβαὰμ τὴν μίαν εἰς Βαιθὴκ, καὶ τὴν ἑτέραν εἰς Δάν. Οὐκ ἐᾷ 155 τοιγαροῦν ὐποκρίνεσθαι μὲν τὴν εἰς Θεὸν εὐσέβειαν διά τοῦ
τὸν Κύριον ὀνομάζειν, κατακομίζεσθαι δὲ πρὸς ἑκτόπους Ψευδολατρείας, ἀναβαίνοντας εἰς Γάλγαλα, καὶ εἰς τὸν οἶκον 156 Τῆς νἀδικίας. Οὖκον δὲ ἀδικίας ὀνομάζει τὴν Βαικθήλ. Διὰ Ποίαν αὐτίαν διερμηνεύεται μὲν γὰρ ἡ Βαιθὴλ οἶκος θεοῦ. 157 ἀλλ᾿ οἶκος εἰδώλου γέγονειν, ἀδικηθέντων τρόπον τινὰ καὶ γοῦ πράγματος καὶ αὐτῆς δὲ τῆς ἐπωνυμίας, οἶκος γὰρ, ὡς ἔχφην, εἰδώλου γέγονεν ὁ οἶκος τοῦ Θεῦ. Καὶ γοῦν ἔφη που διὰ τῆς Ἰερεμίου φωνῆς περὶ τῆς πληθύος τῶν ἐξ Ἱσραήλ· x 158 “Τί ἡ ἠγαπημένη ἐν τῷ οὔκῳ μου ἐποίησε βδέλυγμα;” Φαίη
δ’ ἂν εἰκότως ὁ τῶν ὅλων Θεὸς ἐπί γε τοῖς ἐξ Ἰούδα καὶ x 159 Βενιαμίν “Ἐγγίζει μοι ὁ λαὸς οὖτος, τοῖς χείλεσιν αὐτῶν 160 “τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῥῤω ἀπέχει ἀπ᾿ ἐμοῦ.”
Πρόφασις εἰς ἀπόστασιν τὸ παρριστρῆσαι τὸν Ἰσραὴλ, καὶ Οἰονεὶς τῆς ἀγέλης ἀποδραμεῖν ἐν ἴσῳ δαμάλεσιν, αἷς εἴπερ Οἶστρος ἐνιζήσειεν, ἤτοι βούτυπος· ειδος δὲ τοῦτο ἐμπίδος Δακνούσης οὐ φορητῶς· ἀποφέρει τῆς ἀγέλης, καὶ ὀξεῖ Φέρεσθαι δρόμῳ παρακευάζει λοιπὸν, ὅποιπερ ἂν τύζοι.
164 ὴ οὐχὶ τοῦτο πεπονθότα τὸν Ἰσραὴλ εὑρήσομεν; ἀπεφοίτησε Μὲν γὰρ τῶν Ἱεροσολύμων, καὶ τὸν ἑαυτῆς αἰπόλον ἀφεῖσα, τουτέστι Θεὸν, δεινὴν καὶ ἐπάρατον ἐποιήσατο τὴν ἀπόστασιν.
Καὶ ἐν ἴσῳ δαμάλεσι παροιστρήσας ὁ Ἰσραὴλ ᾤχετο πρὸς ἀπόστασιν, ἀλλ᾿ οὐκ ἀζήμιον ἔσται τὸ ἐγχείρημα αὐτῷ. 165 ἀπελεύσεται γὰρ αἰχμάλωτος, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, τὴν Περςῶν καὶ Μήδων νεμηθήσεται οὐκέτι θραςὺς, καὶ οἰονείπως ἐξήνιος καὶ ἀτιμαγέλας· τοιαύτη γὰρ ἀεί πως ἐστὴν ἡ 166 παροιστρῶσα δάμαλις. ἀλλα ἐν ἵσῳ γεγονὼς τοῖς ἠπιωτάτοις
ἀμοῖς. Ταπεινὸν γὰρ ἀεὶ καὶ περιδε]ς τῶν αἰχμαλώτων τὸ Χρῆμα, καὶ τῆς τοῦ πάσχειν κακῶς ἐλπίδος οὐ μακρὰν, καὶ Τῇ τῶν κρατούντων πλεονεξίᾳ κατηχθισμένον. Εὐρύχζωρον Δὲ τὴν Περςῶν τε καὶ Μήδων ὀνομάζει γῆν, μονονουχὶ Τοιοῦτόν τι λέγων»· εἰς πλατεῖαν καὶ ἀκατάληπτον νεμηθησεται
γῆν, καὶ πολλὰς ἀμείψει χώρας, οὐ τὸν αὐτὸν ἔχων ἀεὶ δεσπότην, ἀλλὰ πρὸς τὴν τοῦ δεχομένου μετανιστάμενος. Πάθοι δὲ ἂν τοῦτο αὐτὸ καὶ ἀνθρώπου ψυχὴ, τῆς πρὸς θεὸν 167 ἀγάπης ὀλιγωρήσασα. Περιενεχθήσεται γὰρ εἰς πᾶν ὀτοιῦν τῶν τοῖς δαιμονίοις ἠγαπημένων, ἀἰχμάλωτος καὶ δειλὴ κὰι 15 ἄναλκις, καὶ δὴ καὶ δικαίως ἀκούσεται λέγοντος Θεοῦ “Παι- 168 “δεύσει σε ἡ ἀποσταςία σου,καὶ ἡ κακία σου ἐλέγξει σε.”
Χανανάίους· πορνεύοντες ἐξεπόρνευσαν, ἡφάπησαν ἀτιμίαν ἐκ 169 Φρυάφματος αὐτῶν. Συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέπθξιν
αὐτῆς. Καὶ ακταισχουνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν.
δὲ λεηλθότως ἐπὶ τὸ χρῆναι τιμᾶν τὰ τῶν δαιμονίων ἐνδάλματα. Οὐκοῦν γέγονε, φηςὶν, ὁμολογουμένως μετοχος εἰδώλων 170 ὁ Ἐφραίμ, τουτέστιν, ὁ Ἰσραήλ. ὡνόμαται δὲ οὕτως ἀπὸ τῆς παρ᾿ αὐτῷ κρατούσης φυλῆς, φημὶ δὴ τῆς τοῦ ἱεροβοάμ· ἦν γὰρ ἐξ ὄρους καὶ φυλῆς Ἐφραϊμ. Καὶ ὥσπερ Ἰούδοαν 171 Τὴν ἐν τοῖς Ἰεροσολύμοις ἀποκαλεῖ, τῇ βασιλευούση φυλῇ τὴν Κλῆσιν τετηρηκὼς, οὔτω καὶ ἐπὶ τοῦ Ἰσραὴλ. ὅταν ὀνομάζῃ Τὸν Εφραϊμ, ἀπὸ τῆς βασιλευούσης φυλῆς ποιεῖται τὴν ὀνομαςίαν. Μετέσχε δὴ οὖν ὁ Ἐφραϊμ εἰδώλων φηςί. 172 προσκεκύνηκε γὰρ τῷ Αἰγυπτίων σεβάσματι· Ἄπις δὲ ἦν,
ἤτοι δάμαλις τὸ ἐκείνων σέβας· μετέχε δὲ οὐδὲν ὖττον καὶ Τῆς τῶν Χαναναίων ἀνοσιότητος καὶ ἀμετρήτου φρενοβλαβείας, Οἳ τὸ αἰσξχρὸν οὕτως εἴδωλον περιέπειν τε καὶ προσκυνεῖ Νεῖν ἐγνώκασι, τὸν Βεελφεγώρ. ἀλλὰ καὶ τοῦτο δεδρακὼς ὁ Ἐφραιμ ἔθηκεν ἑαυτῷ σκάνδαλα. Προσκέκρουκε γὰρ τῷ
καὶ ἐπαμύνοντι, καὶ διαςώζειν εἰδότι Θεῷ. Ἡρέτισε χαναναίους, ἀντὶ τοῦ, αἱρετὰ καὶ ἀξιόληπτα πεποίηται τὰ τῶν Χαναναίων ἔθη· ὅμοροι δὲ οὖτοι τῆς Ἰουδαίων χώρας, 173 δυσσεβεῖς καὶ εἰδωλολάτραι. Καὶ πρός γε δὴ τούτοις, πορνεύοντες ἐξεπόρνευσαν οἱ ἐξ Ἰσραήλ· δῆλον δὲ ὄτι διά
τοι τὸ πέρα μέτρου καὶ τοῦ εἰκότος ἐπέκειαν τὴν νοητὴν ἐπιηδεῦσαι πορνείαν, καὶ εἰς λῆξιν αἰσχρότητος τῆς ἀποσταςίας αὐτοῖς ἔρχεσθαι τὰ ἐγκλ;ματα. ἠγαπήκασι δὲ καὶ τὴν ἀτιμίαν ἐκ φρυγμάτων αὐτῶν, τουτέστιν, ἐξ ὑψηλῶν αὐτχκημάτων, ἅπερ εἶχον ἐπὶ θεῷ καὶ δόξῃ τῇ παρ᾿ αὐτοῦ.
οὐικοῦν ἄτιμοι καὶ κατεῤῤιμμένοι, οἰκτροὶ καὶ πεπατημένοι 174 γεγόνασιν ἀληθῶς, τῶν ἀρχαίων φρυαγμάτων ἀπολισθήσαντες· κεκλήσονται γὰρ ἐλεύθεροι μὲν οὐκέτι, βαδιοῦνται δὲ μᾶλλον εἰς ὕβριν καὶ ἀτιμάν, καὶ ὑπὸ πικροῖς ἔσονται δεσπόταις. ἀλλ᾿ ἐι καὶ τούτοις ἅπασι, φηςὶν, Ἡ ἀνουστάτη
τοῦ Ἐφραίμ ὐπηνέχθη πληθὺς, ἀλλ᾿ , ὧ Ἱούδα, σὺ γέγονας αὐτῇ οἴά τις πνεύματος συστροξὴ ἐν πέρθξι πετιενοῦ. ἔστι δὲ παντί που δῆλον, ὅτι πάντη τε καὶ πάντως τὰ διιπτάμενα, πνεύματος αὐτὰ προσωθοῦντος βιαίου, μόνον δὲ οὐχὶ 175 καὶ ἐπαναγκάζοντος, ὀξυτέραν τότε ποιεῖται τὴν πτῆσιν. 176 Οὐκκοῦν ἐξώκειλε μὲν ὁ Ἰσραὴλ ἀπονενευκὼς εἰς ἀπόστασιν, Σὺ δὲ γέργονας αὐτῷ συστροφὴ πνεύματος ἐν ταῖς πτέρξι. Τῶς, ἦ τίνα τρόπον; ἐπειδὴ γάρ σε τεθέαται τὸν ἔτι τῷ 5 νόμῳ παιδαγωγούμενον, τὸν τῷ θείῳ προσιζήσαντα ναῷ, καὶ Τὰς κατὰ νόμον τελοῦντα θυςίας, ῥᾳθυμοῦντα καὶ ἀναπίπτοντα, Καὶ τοῖς ἴσοις πλημμελήμασιν ἐνεχόμενον, ὀξυτέραν ἐποιήσατο τὴν ἀποδρομήν. Πλὴν εἰς αἰσχύνην εὑρήσουσι, καὶ ἐντροπῆς καὶ ἀτιμίας πρόξενα τὰ θυσιαστήρια αὐτῶν.
185 ὅτι “Ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο ἱερεὺς τῶν ὑψηλῶν. ἕρπει δὴ οὑν εἰκότως ὁ λόγος ἐπ’ αὐτούς τε τοὺς ἱερουργοὺς, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, συμπεριειλημμένου ταῖς αἰτίαις καὶ αὐτοῦ τοῦ Ἰσραήλ. μὲν γὰρ τὰ πρὸς σύστασιν τῆς εἰδωλολατρείας ἔφασκόν τε
καὶ ἔδρων, βωμοὺς ἀνιστάντες, σπονδὰς καὶ θυσίας προσάγοντες, 186 καὶ τὴν τῆς ἀπωλείας τοῖς ἀπατωμένοις κατευρύνοντες τρίβον· εὑρεταὶ δὲ τῆς πλάνης οἱ βασιλεῖς. τοιγάρτοι φησὶ πρὸς αὐτοὺς, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ. σκοπιὰν δὲ λέγει τὴν ὑπό τε τῶν ἱερέων, εἴπερ ἦσαν ὄντως ἱερεῖς, καὶ
ὑπ’ αὐτῶν δὲ τῶν ἡγουμένων ἐπισκοπουμένην πληθύν· ἐφορῶσι γὰρ αὐτοὶ τὸ ὑπήκοον· ἢ καὶ ἀφορῶνται παρὰ τῶν ὑπὸ χεῖρα, καὶ ὅποιπερ ἃν τοῖς κρατοῦσι δόξειε, παρατρέπουσι τὸ 187 ὑπήκοον· ἕπεται δὲ τοῖς τῶν ἡγουμένων θελήμασι τὸ ὐπεζευγμένον. γεγόνατε τοίνυν, φησὶν, ὡς παγὶς τῆ ὑφ’ ὑμῶν
ἐπισκοπουμένη πληθύι, ἤτοι τῇ εἰς ὑμᾶς ἀφορώσῃ τυχόν. γεγόνατε δὲ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον. ὄρος δὲ τοῦτο περιφανέστατον ἐν τῆ Γαλιλαίᾳ κείμενον, πλείστην τε ὅσην καὶ ἀμφιλαφῆ τὴν ἄγραν ἔχον θηρίων τε καὶ πτηνῶν, διὰ τὸ ἦρθαι τε ὑψοῦ, καὶ καταδασύνεσθαι
σφόδρα δρυμοῖς τε καὶ λόχμαις.
ὑψηλά φημι, τὸν Bεελφεγὼρ, τὸ τῶν Σιδωνίων βδέλυγμα, τὸν Βάαλ, τὸν Xαμώς· ἔσεσθαι δὲ αὐτῶν ττΛίάευτης αὐτὸς, καὶ οὐκ εἰς μακρὰν, ἐπαγγέλλεται, ὡς ὅσον οὐδέπω τὰ ἐκ 191 θυμοῦ καὶ ὀργῆς ἐπιθήσων κακά. ἔχει δὲ τὸ ἀτρεκὲς ὁ λόγος. οἱ μὲν γὰρ ἐξ οἴκου τοῦ βασιλικοῦ δειναῖς καὶ ἀφύκτοις
ἐνισχημένοι συμφοραῖς, οἱ μὲν διολώλασι, κάταγε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων· οἱ δὲ ἀπῴχοντο ταῖς Βαβυλωνίων καὶ Μηδῶν πλεονεξίαις ὑποκεισόμενοι. ἀποτεθνήκασι δὲ ἀθλίως, μᾶλλον δὲ καὶ ὁσίως οἱ ψευδώνυμοί τε καὶ ἐπὶ χρήμασιν ἱερεῖς, οἱ μὲν ὑπὸ Ἰηοῦ, οἱ δὲ ὑπὸ 1ωσίου γεγο-
νότος ἐκ φυλῆς Ἰούδα, ἤτοι Δαυείδ. τοῦτο γὰρ καὶ ὁ ἄνθρωπος τοῦ Θεοῦ, θύοντός ποτε τοῦ ‘1εροβοὰμ καὶ ἐφε- 192 στηκότος τῷ θυσιαστηρίῳ, προεφήτευσε λέγων α Θυσια- 193 ιι στήριον, θυσιαστήριον, τάδε λέγει κύριος Ιδοὺ υἱὸς α τίκτεται τῶ οἴκω Δαυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ· καὶ θύσει
α ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, τοὺς ἐπιθύοντας ἐπὶ σὲ, ιι καὶ ὀστᾶ ἀνθρώπων κατακαύσει ἐπὶ σέ.’ οὐκοῦν ἐπηπεί- λησε aaιιdεύσειν ἐν θυμῷ καὶ ὀργῇ τοὺς τῆ σκοπιᾷ πάγην γεγονότας, ἱερέας τε φημὶ, καὶ τοὺς ἐξ αἵματος βασι- λικοῦ· ἀκαταιτίατον δὲ οὐδαμῶς τὸν ἠπατημένον ἠφίει, του
τέστι, τὸν Ἰσραήλ. ταύτητοί φησιν· ἐγὼ ἔγνων τὸν Ἐφραὶμ, κόιὶ Ισρόιὴλ οὐκ ιιπεστιν ἀπ’ ἐμοῦ. ἴσον δὴ τοῦτο ἐκείνῳ, " τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα 194 ιι ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; ἔγνωκα γὰρ τὸν 195 196 197 Ἐφραΐμ φησι, καὶ οὐκ ἀφέστηκα τοῦ Ἰσραήλ. “Θεὸς γὰρ “ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐχὶ Θεὸς πόρρωθεν. “εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι 198 “αὐτόν;“ καὶ πάλιν, “Μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;" 199 “Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτατος
“μᾶλλον μαχαίρας διστόμου, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ “ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς “ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἁφὰ. “νὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ καὶ τετραχηλισμένα “τοῖς ὀφθαλμοῖς αὐτοῦ πρὸς ὃν ἡμῖν ὁ λόγος.“
200
μὲν, καὶ εἰς ἄκρον ἧκε φαυλότητος ὁ Ἰσραὴλ, 201 ἤγουν ὁ Ἐφραΐμ· πλὴν οὐδ’ ὅσον εἰπεῖν εἰς νοῦν καὶ καρδίαν κἂν γοῦν τὸ χρῆναι μετανοεῖν εἰσεδέξατο, διά γε τὸ κεκρατῆσθαι τῷ πορνεύειν αὐτὸν ἀναπείθοντι πνεύματι, καὶ τὸν ἀληθῶς Δεσπότην μὴ ἐθελῆσαι ζητεῖν. ἀληθὲς οὖν ὅτι,
202 καθά φησιν ὁ Σωτῆρ’, “Οὐδεὶς δύναται δυσὶ κυρίοις δοῦ. “λεύειν· ἣ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει· “ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει.”
ἀσθενήσει καὶ Ἰούδας μετ’ αὐτῶι.
τῆς ἄνωθεν καὶ πατρῴας αὐτοῖς ἐλευθερίας ἐστερημένον. τὸ δὲ εἰς πρόσωπον αὐτοῦ τὴν ὕβριν ἀποστραφήσεσθαι, νοητέον διὰ τὸ πᾶν εἶδος ἀτιμίας ἐοικέναι πὼς ταῖς κατὰ πρόσωπον πληγαῖς. ἀσθενήσειν δὲ ὁμοῦ τῷ Ἰούδα φησὶ τοὺς ἐξ Ἰσραήλ. 206 καταδῃώσαντες γὰρ οἵ τε τῆς Συρίας καὶ Περσῶν
βασιλεῖς τὴν Σαμάρειαν, οὐκ ἄπληγα συγκεχωρήκασι διαμεῖναι τὸν Ἰούδαν, προσθέντες ταῖς τοῦ Ἰσραὴλ πόλεσι καί τινας τῶν ἀνηκουσῶν τοῖς ἐξ Ἰούδα καὶ Βενιαμίν. ὅτι δὲ ἁπάσης αὐτοῖς συμφορᾶς προμνήστρια γέγονεν ὁμολογουμένως ἡ εἰς Θεὸν ἀσέβειά τε καὶ ὕβρις, δεδίδαχεν εἰπὼν, μὴ
ἑτέρως αὐτοῖς τὸ τῆς ἀσθενείας συμβήσεσθαι πάθος, ἀλλ’ ἢ μόνον ὅτι ἐν ταῖς αδικίαις αὐτῶν. χρήσιμον οὖν ἄρα καὶ 207 τιμαλφέστατον ἀληθῶς ἡ εἰς Θεὸν εὐσέβεια, δι’ ἧς ἃν γένοιτο καὶ τὸ ἐθνῶν δύνασθαι κρατεῖν, καὶ πάντα ἰσχύειν κατορθοῦν εὐκόλως. καὶ ἀληθεύων ἔφασκεν ὁ Σωτῆρ’, ὅτι “Χωρὶς ἐμοῦ 208
οὐ δύνασθε ποιεῖν οὐδέν.’’ ψάλλει δέ που καὶ ὁ Δαυεὶδ ὀρθὰ φρονεῖν ᾑρημένος, “Ισχύς μου, καὶ ὕμνησίς μου ὁ 209 “Κύριος.”
οὐκ ἂν ἐφίκοιντό φησιν, οὐδ’ ἂν ἐξανύσειαν τὸ εὑρίσκειν δύνασθαι τὸν Θεὸν, ἀλλ’ οὐδ’ ἂν γένοιτο προσιτὸς τοῖς οὕτω μεταγινώσκουσιν. εὑρίσκεται γὰρ διὰ μόνης τῆς ἐν Χριστῷ ζωῆς, ἧς ἂν νοοῖτο προεισβολὴ τὸ ῥῆμα τῆς πίστεως, καὶ 215 προσέτι τούτῳ τὸ σωτήριον βάπτισμα, τὴν ἐν Πνεύματι πρὸς
Θεὸν οἰκείωσιν προξενοῦν. οὐκοῦν οὐκ οὐκ εὕροι τὸν Κύριον ὁ Ισραὴλ διά γε τῆς κατὰ νόμον λατρείας. ἐκκέκλικε γὰρ ἀπ᾿ αὐτῶν, ὅτι καὶ αὐτοὶ καταλελοιπασιν αὐτὸν, ἀποπηδῶντες τοσοῦτον, ὥστε καὶ τέκνων ἀλλοτρίων γενέσθαι πατέρες. ἀλλότρια δὲ τέκνα φησὶ, τὰ οἷον ἐκ μήτρας καὶ ἐξ αὐτῶν
τῶν σπαργάνων ταῖς τῶν εἰδώλων ἀνακείμενα δόξαις, προσαγόντων τάχα που τοῖς δαιμονίοις τὰ χαριστήρια καὶ τὰς ἐπὶ ταῖς ὠδῖσι θυσίας τῶν γεγεννηκότων. τέκνα τοίνυν 216 ἀλλότρια, τὰ μὴ ἐν Θεῷ· ἢ καὶ καθ’ ἕτερον τρόπον, τὰ ἐκ γυναικῶν ἀλλογενῶν. ἐπεμίγνυντο γὰρ ἀπερισκέπτως οἱ ἐξ
Ισραὴλ ταῖς τῶν ἐθνῶν θυγατράσιν, εἰδωλολατρούσαις ἔτι, καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς, τὸ μὴ δεῖν συνάπτεσθαι 217 γαμικῶς τοῖς ἀλλογενέσι. “Τὴν θυγατέρα σου γάρ φησιν, “οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ “τῷ υἱῷ σου. ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ
“πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.”
αὐτοὺς ἡ ἐρυσίβη. ὅμοιον ὡς εἰ λέγοι κατόπιν ἥξει τῶν λόγων τῶν ἀνιαρῶν ἡ πείρα, ἐγγὺς ἤδη καὶ ἐπὶ θύραις ἡ συμφορά. περιέσται δὴ οὖν τοῖς λυποῦσι Θεὸν τὸ μήτε εὑρίσκειν αὐτὸν 220 δύνασθαι, κἂν εἰ ἕλοιντο ζητεῖν· γεγέσθαι δὲ καὶ τέκνων ἀλλοτρίων πατέρας, τουτέστιν, οὐκ εὐγενεῖς καὶ γνησίους
ἔχειν καρπούς· οὗτοι δ’ ἃν εἶεν οἱ ἐξ ἀρετῆς τε καὶ ἁγίας ζωῆς· ἀπολέσθαι δὲ μᾶλλον, καθάπερ ἐρυσίβῃ τινὶ τῇ σφῶν αὐτῶν περιθραυομένους κακίᾳ καὶ ἀθλιότητι, καὶ προσέτι τούτοις καὶ αὐτοὺς ζημιοῦσθαι τοὺς παρὰ Θεοῦ κλήρους· περὶ ὧν καὶ ὁ θεσπέσιος ψάλλει Δαυεὶδ, πρὸς τὸν τῶν ὅλων 221
Σωτῆρα Θεόν “Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.” ἅπας 222 γὰρ ἡμῶν κλῆρος, καὶ πᾶσα μερὶς ἐν ἐξουσίᾳ Θεοῦ, καὶ αὐτὸς ἐστιν ὁ τῶν στεφάνων διανομεύς.
σκευον γὰρ ἐν ὄρεσι καὶ βουνοῖς τὸν Χαμὼς, τὸν Βεελφεγὼρ, “ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος·” ἦσαν 226 δὲ, ὡς ἔφην, καὶ ἐν Βαιθὴλ καὶ ἐν Δὰν αἱ χρυσαῖ δαμάλεις. ἀλλ’ ἥδε μὲν τοῦ Ἰσραὴλ ἡ πλάνησις· ὁ δέ γε Ἰούδας, ἤγουν ὁ Βενιαμὶν, τουτέστιν οἱ ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμὶν,
οὐδὲν ἧττον πεπλάνηντο, καὶ λελατρεύκασι μὲν “τῇ Ἀστάρτῃ 227 228 229 “προσοχθίσματι Σιδωνίων· προσεκύνουν δὲ καὶ τῷ ἡλίῳ. καὶ τοῦτο ἡμὶν ἐναργὲς ἔσται πάλιν διὰ φωνῆς Ἰεζεκιήλ. ἤχθη 230 μὲν γὰρ, ὥς φησιν αὐτὸς, εἰς Ἰεροσόλυμα, ”ἐν ὁράσει Θεοῦ· 231 εἶτα τεθέαται τὴν τῶν ἐνοικούντων πλάνην. “Εἰδον γάρ, “φησιν, ὡς εἴκοσι καὶ πέντε ἄνδρας, τὰ ὀπίσθια αὐτῶν
“πρὸς τὸν ναὸν κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, “καὶ οὗτοι προσεκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ. ἄθρει δὴ οὖν ὅπως ἐμερίζοντο τὴν ἀπώλειαν, κατὰ πολλοὺς προσκρούοντες 232 τρόπους καὶ λυποῦντες Θεόν. οὐκοῦν τοῖς καταδῃοῦν ἐθέλουσι, καὶ ὅσον οὐδέπω προσδοκωμένοις, τὴν
Σαμάρειαν, καὶ θορυβεῖν οὐ μετρίως μέλλουσι τὴν Ἱερουσαλὴμ, Ἀσσυρίοις τέ φημι καὶ Πέρσαις, καὶ τοῖς ἀπὸ Δαμάσκου, φημὶ δὴ τοῖς Σύροις· ἐπέθεντο γὰρ ἀμφότεροι κατὰ καιροὺς, ἄλλοτε ἄλλως εἰς τοῦτο παραθηγόμενοι· μονονουχὶ καὶ ἐγκαλεῖ τῆς ἐφόδου τὴν μέλλησιν, ἀπάρχεσθαι
δὲ ἤδη τοῦ πολέμου προστέταχε, περιηχοῦντας ταῖς σάλπιγξι, καὶ τὰς τῶν δειμάτων ἀπαρχὰς ταῖς τῶν πλανωμένων ἐνιέντας ψυχαῖς.
235 τὴν ἐκ τοῦ πολέμου κάκωσιν καὶ ἀφανισμόν· διδάσκων, ὅτι γέγονεν ἐπὶ θύραις, συμβήσεται δὲ, καὶ οὐκ εἰς μακρὰν, σαλπίζειν εὖ μάλα, ὡς ἔφην, προστέταχε, καὶ πρό γε τῶν ἄλλων ἐπὶ τοὺς τῶν εἰδώλων τόπους, ἢ ὡς ὅσον οὐδέπω καταπρησθήσεσθαι μέλλοντας καὶ σεισθησομένους, ἤγουν
ὅτι γεγόνασιν αὐτοὶ τοῦ πολέμου πρόφασις καὶ τῆς ἀνηκέστου 236 συμφορᾶς τοῖς πεπλανημένοις. ὅταν οὖν λέγῃ τὸ χρῆναι σαλπίζειν ἐπὶ τοὺς βουνοὺς καὶ ἐπὶ τὰ ὑψηλὰ καὶ ἐν τῶ οἴκω ὢν, τοὺς τῶν εἰδώλων νοήσεις τόπους. ἰστέον δὲ, 237 ὅτι τοῖς ἄλλοις ἑρμηνευταῖς εἰς τὸ ἐν τῶ τῷ ὢν, οὐ συνηνέχθησαν οἱ ἑβδομήκοντα. οἱ μὲν γὰρ εἰρήκασιν, εἰς οἶκον ἀνωφελοῦς, τουτέστιν, εἰδώλου παντός· οἱ δὲ, τὸ ἐν τῷ οἴκῳ ὤν. οἰησόμεθα δὴ οὖν, ἐκεῖνο βούλεσθαι νυνὶ τὸν προφητικὸν
ἡμῖν ὑποσημῆναι λόγον, ὅτι χρὴ σαλπίζειν αὐτοὺς, οὐκ ἐπὶ μόνους τοὺς βουνοὺς καὶ τ‘ὶ ὑψηλὰ, τουτέστιν, οὐ κατὰ μόνης τῆς εἰδωλολατρείας τοῦ Ἰσραὴλ, ἤτοι τῶν δέκα φυλῶν 238 τῶν ἐν Σαμαρείᾳ, ἀλλὰ καὶ κατὰ ταύτης τῆς οὔσης ἐν τοῖς Ιεροσολύμοις παρά τε τῷ Ἰούδα καὶ τῷ Βενιαμίν. προσεκύνουν
γὰρ, ὡς ἔφην, τῷ ἡλίῳ· ὢν δέ ἐστιν ὁ ἥλιος· Θεὸν ῥιπτοῦντες κατόπιν, καὶ ἀποστρεφόμενοι τὰ αὐτοῦ. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἔχειν τὰ ὀπίσθια πρὸς τὸν ναὸν κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, δῆλον δὲ ὅτι τοῦ ἡλίου. ὅταν τοίνυν ἀκούσης τὸ ἐν τῷ οὔκῳ ὢν, οἶκον ἢ τέμενος νοήσεις
θεοῦ ψευδωνύμου παντὸς καὶ πεποιημένου, ἤτοι τοῦ ἡλίου. ἄτοπον δὲ οὐδὲν ἢ ἀπίθανον εἶναί τῳ δόξειεν ἂν, οἶκον ἡλίου 239 τοὺς ἡλίῳ προσκυνοῦντας νοεῖσθαί τε καὶ ὀνομάζεσθαι, καθάπερ ἀμέλει καὶ οἶκος Θεοῦ νοηθεῖεν ἂν οἱ τὰ αὐτοῦ φρονοῦντες καὶ πράττοντες καὶ αὐτῷ τὸ σέβας ἀνάπτοντες.
Εἰ δὲ δὴ βούλοιτό τις καὶ τὴν δάμαλιν τὴν χρυσῆν ὢν ὀνομάζεσθαι, φορέσει καὶ οὕτως τὸ πιθανὸν ὁ λόγος. ὁ μὲν γὰρ θεομισὴς Ἱεροβοὰμ πρὸς τὸ τῶν Αἰγυπτίων σέβας, φημὶ δὴ τὸν Ἄπιν, τὰς δαμάλεις εἰργάζετο. τετιμήκασι δὲ τὸν Ἄπιν Αἰγύπτιοι, σελήνης μὲν τέκνον εἶναι λέγοντες·
τοιγάρτοι καὶ μηνοειδὲς ἐπὶ μετώπου εἶχε σημεῖον· ἔκγονον δὲ ὥσπερ ἡλίου πιστεύοντες εἶναι, διὰ τὸ, κάταγε τὸ αὐτοῖς 240 δοκοῦν, ἐξ ἡλίου τὴν σελήνην φωτίζεσθαι. οὐκοῦν ὡς σελήνης μὲν τέκνον, ἡλίου δὲ ἔκγονον ἐτίμων τὸν Ἄπιν· ἀπεκόμιζε δὲ αὐτοὺς εἰς τοῦτο δὴ πλάνης καὶ λογισμῶν ἀθλιότητος ὁ
πολυμήχανος δράκων, τουτέστιν ὁ σατανᾶς. σαλπίζειν οὖν 241 ἄρα προστέταχεν ἐπί τε τοὺς βουνοὺς καὶ τὰ ὑψηλὰ καὶ ἐν 242 τῷ οὔκῳ ὢν, τουτέστι τῆς δαμάλεως τῆς χρυσῆς. ποῖα δὲ ἦν ἄρα τὰ ἀμφοῖν ἐγκλήματα, καὶ ὁ τοῦ χρῆναι κολάζεσθαι λόγος, καθίστησιν ἐναργὲς, ἐπιφέρων εὐθύς, ἐξέστη Βενιαμὶν, ἀντὶ τοῦ τῶν ἰδίων ἐκπεφοίτηκεν ἐθῶν, ἤγουν τῆς ἀρίστης
ἀπώλισθε φρενός· τοῦτο γὰρ ἀληθῶς ἡ ἔκστασις ἐπὶ φαύλων νοοῖτο. κατηφάνισται δὲ καὶ Ἐφραΐμ. πλὴν οὐχ οὕτω ταῦτά φησιν. ἐν γὰρ ἡμέραις ἐλέγχου τῆς ἀμφοῖν πλημμελείας ἔδειξα πιστοὶ, βεβαίους καὶ ἀληθεῖς τοὺς 243 ἐμοὺς ἀποφήνας λόγους. συμβέβηκε γὰρ αὐτοῖς, ἅπερ ἤδη
προεῖπον, καὶ οὐδὲν διέψευσται τῶν ἐμῶν. ἐπειδὴ γὰρ ἐξέστησαν τῶν ἀρχαίων ἐθῶν, καὶ φρενὸς ἔξω γεγόνασιν ἀγαθῆς, ἐξώσθησαν καὶ αὐτῆς τῆς ἑαυτῶν χώρας, καὶ ἀποπεπτώκασιν ὁμοῦ τῆς εἰς Θεὸν ἀγάπης, καὶ πάσης εὐημερίας.
ἀναγκαῖον εἰς ζωὴν, τὸ εἶναι μετὰ Θεοῦ, μόνον δὲ οὐχὶ τὸ 245 ἐν ψαλμοῖς ἐκεῖνο βοᾶν, “Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω “σου. ἀντιλήψεται γὰρ τότε καὶ ἐπικουρήσει προθύμως ἡ 246 δεξιὰ τοῦ πάντα ἰσχύοντος, ἀφ’ ἧς οὐδεὶς ἁρπάσει κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.
247
τοῦ προσκυνεῖν ἡλίῳ τυχὸν, ἤγουν σελήνη καὶ ἄστροις, δρῷεν ἂν ἕτερον οὐδὲν κατά γε τὸ εἰκὸς, ἢ ὅτι δὴ πάντως μεθιστᾶσιν ὅρια. ὅτι δὲ τὴν πρέπουσαν τῷ Θεῷ δόξαν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἀνατέθεικεν ὁ Ἰούδας, ἤγουν ὁ 250 Βενιαμὶν, σαφῶς ἂν νοοῖτο, πρὸς τὸν προφήτην Ἱερεμίαν
λέγοντος Θεοῦ “Ἢ οὐχ ὁρᾶς τί οὗτοι ποιοῦσιν ἐν ταῖς 251 “πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; οἱ υἱοὶ “αὐτῶν συλλέγουσι ξύλα· καὶ οἱ πατέρες αὐτῶν καίουσι “πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς, τοῦ ποιῆσαι “χαυῶνας τῆ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς
“θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με.” ὅρια δὴ οὖν μετατεθείκασιν οἱ ἐξ Ἰούδα φυλῆς ἡγούμενοι, τουτέστιν οἱ τὴν ἀνωτάτω καὶ βασιλίδα περικείμενοι δόξαν, οἷς ἦν εἰκὸς 252 κατακολουθεῖν ἑλέσθαι πεπλανημένοις καὶ τὴν ἀγελαίαν πληθύν. ἀλλ’ δίκην δίκην ῥαγδαιοτάτου φησὶν, ἐπ’ αὐτοὺς
ἐκχεῶ τὸ ὅρμημά μου. δύσοιστα γὰρ καὶ ἀφόρητα καὶ ἀνανταγώνιστα παντελῶς τὰ ἐκ θείας ὀργῆς, καθάπερ ἀμέλει καὶ χρῆμα δυσάντητον ἡ πολλὴ καὶ ἀμφιλαφὴς τῶν ὑδάτων φορά.
ἢ ποῖον ἀντίδικον τὸ θεῖον ἡμῖν χρησμῴδημά φησιν ὃν κατεδυνάστευσεν ὁ Ἐφραΐμ, διειπεῖν ὡς ἔνι πειράσομαι.
οὐκ εὐαρίθμητοι κλαίοντές τε καὶ ὀλοφυρόμενοι τὴν τῶν πλανωμένων ἀπόστασιν, καὶ δυσχεραίνοντες οὐ μετρίως, ἐπείτοι τὸν τῶν ὅλων ἀτιμάζοντες Θεὸν τοὺς τῆς εἰδωλολατρείας 259 τινὲς ἐπετήδευον τρόπους. καὶ γοῦν ὡς ὁ μακάριός φησι προφήτης Ἰεζεκιήλ, ἀπεστέλλοντο μέν τινες κατὰ τῆς
Ιερουσαλὴμ, πελέκεις ἠρμένοι, ἤκουόν τε σαφῶς Θεοῦ λέγοντος ἕπεσθαι μὲν δεῖν τῷ τὸν ποδήρη διεζωσμένῳ, φείδεσθαι 260 δὲ μηδενός. καὶ εἶδον γάρ φησι, “Καὶ ἰδοὺ ἓξ ἄνδρες “ἤρχοντο διὰ τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ 261 ”ἑκάστῳ πέλυξ ἐν τῆ χειρὶ αὐτοῦ, καὶ εἶπε τῷ ἀνδρί, φησι, “τῷ ἐζωσμένῳ τὸν ποδήρη Δίελθε μέσην τὴν Ἱερουσαλὴμ, “καὶ δὸς τὸ σὴ μεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν κατα- 262 “στεναζόντων καὶ κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀδικίαις ταῖς γινομέναις ἐν μέσω αὐτῆς. καὶ τούτοις εἶπεν ἀκούον- “τός μου Πορεύσεθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε
“καὶ μὴ φείδεσθε καὶ μὴ ἐλεήσητε· καὶ πρεσβύτερον καὶ “νεανίσκον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλει- “ψιν, ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε.” ἀκούεις ὅτι κατεσημαίνοντό τινες ὡς ἔξω δίκης καὶ θυμοῦ καὶ 263 ἁπάσης ὄντες αἰτίας, διάτοι τὸ ἑλέσθαι φρονεῖν ὀρθῶς, καὶ μὴν καὶ βιοῦν ἐννόμως, καὶ δικαιοσύνης ἅπτεσθαι, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀνεπιπλήκτως ἐρᾶν; ἐν δέ γε τῇ Σαμαρείᾳ 264 ὁλοτρόπως ἐξώκειλεν ὁ Ἰσραὴλ, οὐδ’ ὅσον εἰπεῖν κἂν γοῦν
μνήμης τάχα που τὰ Μωυσέως ἀξιῶν, μαχομένην δὲ ὥσπερ, καὶ εἰς ἅπαν αὐτοῖς ἀντιτεταγμένην ἐπιτηδεύων ζωὴν, ὡς καὶ ἐχθρὸν ἡγεῖσθαι τὸν τοῦ Θεοῦ νόμον, ὅσον ἧκεν εἰπεῖν, ὡς μηδὲ εἰδέναι θέλειν αὐτὸν, ἀτιμάζειν δὲ τὸν παιδαγωγὸν, καίτοι σώζειν εἰδότα, καὶ ἀποκομίζειν εὖ μάλα δυνάμενον εἰς
εὐθῆ τε καὶ ἀκατάσκωπτον ζωήν.
κατεδυνάστευσεν ὡς ἴδιον ἐχθρὸν, τουτέστι κατηγωνίσατο γενικῶς ὃν μεμίσηκε νόμον. ἐπειδὴ δέ ἐστιν ἀμυδρὸς ὁ λόγος, ἑτέρως αὐτὸ διατρανοῖ λέγων· κατεπάτησε κρῖμα, τουτέστιν, οὐ πεφρόντικεν ὅλως τῆς ἐν νόμῳ δικαιοσύνης· ἀεὶ γάρ πὼς τὸ καταπατούμενον ἐν ἀτιμίᾳ νοεῖται, καὶ οὐδενὸς ἄξιον καταφωρᾶται 266
λόγου. καὶ γοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, “Καλὸν τὸ ἅλας, φησίν· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι 267 “ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθὲν ἔξω κα- 268 “ταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.” ὅταν τοίνυν κρῖμα λέγῃ, νοήσεις τὸν νόμον. οὕτω καὶ ὁ θεσπέσιος Δαυεὶδ
ὀνομάζων αὐτὸν, ἀναφωνεῖ πρὸς Θεὸν, “Κρῖμα καὶ δικαιο- 269 “συνῆν ἐν Ἰακὼβ σὺ ἐποίησας.” Θεοῦ γὰρ ὁ νόμος, καὶ εἰ λαλεῖται δι’ ἀγγέλων. ἀλλὰ τίς ἡ πρόφασις τοῦ καὶ ἐχθρὸν 270 ἡγήσασθαι ’τον νόμον καὶ καταπατησαι τὸ κριμα, παρέδειξε 271 πάλιν, εὐθὺς ἐπειπὼν ὅτι ἤρξατο πορεύσθαι ὀπίσω
ματαίων. ἀρχὴ τῆς τοιᾶςδε νόσου, φησὶ, τὸ τιμᾶν ἑλέσθαι 272 τὰ μάταια, καὶ κατακολουθεῖν εἰδώλοις. ἀμήχανον γὰρ ἐν ταὐτῷ καὶ Θεῷ δύνασθαι κατακολουθεῖν, καὶ τοῖς πονηροῖς καὶ ἀκαθάρτοις πνεύμασι· διὰ τοῦτο καὶ ὁ θεσπέσιος γράφει 273 Παῦλος· ἀοῦ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον “δαιμονίων, οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τρα-
274 “πέζης δαιμονίων.” μονότροπος γὰρ ὁ θεοφιλής· αλλοπρόσαλλος δὲ καὶ σεσαλευμένος καὶ ἐπ’ ἄμφω βαίνειν εἰδὼς, ὁ ἀνασφαλὴς, καὶ ἐφ’ ὅπερ ἂν τύχοι βαδίζων εὐκόλως.
αὐτοῦ, κατεπάτησε δὲ καὶ κρῖμα· ἔσομαι δὲ λοιπὸν ὡς ταραχὴ τῷ Ἐφραΐμ καὶ ὡς κέντρον τῷ Ἰούδα. καὶ τί δὴ τοῦτό ἐστι, πολυπραγμονεῖν ἀναγκαῖον. οἱ μὲν οὖν ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ ταραχὴ, βρωστὴρ εἰρήκασιν· ἀντὶ 276 δὲ τοῦ κέντρον, σῆψις· οἱ δέ γε ἑβδομήκοντα παραχὴν καὶ
κέντρον ὠνόμασαν. θορυβουμένου γὰρ οὐ μετρίως τοῦ Εφραΐμ, ἤτοι τῶν δέκα φυλῶν, ὑπὸ τοῦ κατασκήψαντος αὐτοῖς πολέμου, τοῦτο μὲν ὑπὸ τοῦ γείτονος τοῦ παρὰ Σύρων φημὶ, τοῦτο δὲ ὑπὸ τοῦ Περσικοῦ καὶ ἐκ τῆς τῶν Ἀσσυρίων ἥκοντος χώρας, ἐν ὀδύναις ἦν καὶ οὐκ ἐν μετρίοις
δείμασιν ὁ Ἰούδας, μᾶλλον δὲ καὶ ἐν ἀγωνίᾳ πολλῇ. προσεδόκησε γὰρ, καὶ οὐκ εἰς μακρὰν, τοῖς ἴσοις τυχὸν, ἢ καὶ πολὺ χείροσιν ἐναλῶναι κακοῖς· ἐπιβρίθοντος γὰρ τοῦ πολέμου, 277 καὶ ταῖς κατὰ τὴν Σαμάρειαν πόλεσιν ἐπισκήπτοντος, πᾶσά πὼς ἀνάγκη ἦν συνδιόλλυσθαι τὰς ὁμόρους, τὰς τῶν
ἐξ Ἰούδα φημὶ καὶ Βενιαμίν. οὐκοῦν ἡ μὲν ταραχὴ τοῦ πολέμου τὴν ἔφοδον, τὸ δὲ κέντρον ἐν τούτοις τὴν ἐκ λύπης τε καὶ δυσθυμίας ὀδύνην ὑποδηλοῖ, ὧν ἔξω που πάντως εἶεν ἂν οἱ φρονεῖν ἐθέλοντες τὰ Χριστοῦ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.