ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
ΤΟΜΟΣ ΔΣΥΤΕΡΟΣ.
καὶ ἐ??ὼ οὐκ ἀνὴρ αὐτῆς.
ἐπιστροφὴν διὰ πίστεως εἰς Χριστὸν, διά γε τοῦ φάναι, “Καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ 2 “ἐπιτοαυτὸ, καὶ θήσονται ἐαυτοῖς ἀρχὴν μίαν,” ἅπασάν τε ἀπ’ ἀρχῆς μέχρι τέλους τὴν οἰκονομίαν ἀφηγησάωενος, μέτεισι λοιπὸν ἐν τούτοις ἐπὶ τὸ γυμνοῦν τὰ ἐγκλήματα τῶν
ὁσίως ἁποβεβλημένων, καὶ τὰ ἐφ’ οἶς αὐτοὺς ἐκεῖνα παθεῖν 3 συμβέβηκεν εἰς μέσον ἄγειν σαφῶς. τοιγάρτοι φησὶ πρὸς τοὺς ἠλεημένους μὲν καὶ εἰσδεδεγμένους καὶ εἰς λαὸν γεγονό- τας θεοῦ, πλὴν οἶά τινος πορνης ἐδπεφυκότας τῆς Συνα- γωγῆς, Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε. εἰ γὰρ
δὴ βούλεσθε, φησὶν, ἀναμαθεῖν τὰς αἰτίας, ἐφ’ αἶς οὐ λαός μου, καὶ οὐκ ἠλεημένη γεγόνατέ τε καὶ κέκλησθε κατά γε τοὺς χρόνους τοὺς πρὸ τῆς ἐπιστροφῆς, οὐκ ἐμὲ γεγονότα 4 περὶ ὑμᾶς ἀπηνῆ καὶ ὀλίγωρον εἰς φιλοστοργίαν εὐρήσετε· κρίθητε δὲ πρὸς τὴν ἑαυτῶν μητέρα, ὅτι μὴ σέσωκεν ἀγάπης 5 τῆς εἰς ἐμὲ τὸ γνήσιον, ἠρνήσατο δὲ τὴν οἰκειότητα· καὶ ὀλίγου παντελῶς ἠξίωσε λόγου τῆς πρὸς ἐμὲ πνευματικῆς κοινωνίας τὴν καθαρότητα· οὐκ ἠθέλησέ τε τοὺς τῶν ἐμῶν θελημάτων ὠδίνειν καρποῦς. αὕτη γέγονεν οὐ γυνή μου, κἀγὼ διὰ τοῦτο λοιπὸν οὐκ ἀνὴρ αὐτῆς· οὐκ ἐμοὶ τέτοκεν
6 ὑμᾶς, ἀλλ’ ἑτέροις· ἦ γὰρ ἂν ἐπέγνων τοὺς ἐμούς· οὐ βραδὺς εἰς ἔλεον ὁ Φύσει πατήρ, ὀκνεῖ δὲ εἶναι χρηστὸς ἐπὶ νόθῃ γονῇ. καὶ ταῦτα μὲν ἴσως φαίη τις ἂν ὡς ἐκ προσώπου τοῦ Φεοῦ· λογιεῖται δὲ αὖ, καὶ περινοήσει καλῶς, ὅτι τετραμμένης τῆς Συναγωγῆς εἰς ἀποστασίαν τὴν ἀπὸ Θεοῦ, καὶ
τὴν τῶν δαιμόνων λατρείαν ἀνθῃρημένης, μόνον δὲ οὐχὶ πόρνης οὔτε φιλόθεοι καθαρῶς καὶ ἐρηρεισμένως, οὔτε μὴν ἐπιεκεῖς τοὺς τρόπουνς· ἐντγεθραμμένοι δὲ μᾶλλον τοὶς ἤφεσι 7 τῶν γεγεννηκότων, ἀφυλάκτως ᾒεσαν ἐπὶ τὰ λυποῦντα Θεόν·
τοῦτο μὲν θύοντες τῷ Βάαλ, καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς· τοῦτο δὲ καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας ἀπερισκέπτως διάττοντες. αἰτιάσονται δὴ οὖν, καὶ σφόδρα εἰκότως. τὴν ἑαυτῶν μητέρα, καὶ οὐχὶ δὴ μᾶλλον τὸν φιλάρετόν τε καὶ πάναγνον ἀληθῶς Δεσπότην, ὃς σύνοικον ἔχειν οὐκ ἀξιοῖ τὴν πεπορνευμένην.
νοητὸς δὲ πάντως τῆς πορνείας ὁ τρόπος, κἂν εἰ λαλοῖτο σωματικῶς.
κἂν εἰ μὴ ταῖς τῶν φαρμάκων δυνάμεσιν εἴκοντα δέχοιντό τινα τὴν εἰς τὸ ἄμεινον μετατροπὴν, ἢ σιδήρῳ τ΄ρμενται, τῆς τῶν ἰατρῶν ἐμπειρίας εἰς τοῦτον καλούσης τῆς ἐπικουρίας τὸν τρόπον,, ἤγουν νικᾶται πυρί· οὕτω καὶ ἀνθρώπου ψυχὴ πολὺ διανεύσασα πρὸς ἀπόστασιν τὴν ἐξ ἀγαθῶν, κἂν εἰ μὴ b
παῖς τῶν νουθετούντων εἴκοι φωναῖς, μήτε μήν ἕλοιτο μεταφοιτᾶν ἐκ τῶν αἰσχιόνων ἐπὶ τὸ ἄμεινον, νικᾶται ταῖς δίκαις, καὶ τοῖς τῆς κολάσεως ἐναλοῦσα βρόχοις, ἀναγκαίαν ποιεῖται τὴν ἐπιστροφήν· ὁποῖόν ἐστι τὸ δια φωνῆς Ἱερεμίου “Πόνῳ 11 “ καὶ μάστιγι παιδευθήςῃ Ἱερουσαλήμ.” ψάλλει δέ τι
τοιοῦτον καὶ ὁ θεσπέσιος Δαυεὶδ περὶ τῶν ἠγαπηκότων τὸ πολὺ δὴ λίαν ἄγεσθαι πρὸς τὸι πλημμελεῖν , “ Έν κημῷ καὶ 12 “χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων “ πρὸς σέ.” τὰ γάρ τοι σκληρά τε καὶ ἀστοιχείωτα τῶν 13 ἀλόγων ζώων χαλινοῖς περιτ ρέπουσιν εἰς τὸ εὖ ἔχειν δοκοῦν
οἱ πωλοδαμνεῖν εἰωθότες· οὕτω καὶ Θεὸς χρη σίμως προσφέπεται τοῖς σφόδρα φιλαμαρτήμοσιν. οὐκοῦν συνεβούλευον μὲν τῇ Συναγωγῇ προφῆται καὶ δίκαιοι τῆς τῶν εἰκδώλων ἀποφοιτῆσαι λατρείας, καὶ τῆς οὐκ οἶδ’ ὅθεν ἐξηυρημένης ἀποσχέσθαι πλάνης. καὶ οὐ μέχρι τούτων· ἀλλὰ καὶ αὐτὸς 25 ἠπείλει Θεὸς ἐπιθήσειν αὐτοῖς τὰ πάντων αἴσχειστα τῶν κακῶν, εἰ μὴ ἕλοιντο παλινδρομεῖν εἰς τὸ φρονεῖν τε καὶ δρᾶν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα. οἱ δὲ ἦσαν ἔτι δεινοί τε 14 καὶ ἀτεράμονες, καὶ τὴν διάνοιαν ἀκαμπεῖς. ταύτῃτοι δορίληπτοι γεγονότες εἰς Ἀσσυρίους καὶ Μήδους, μακροὺς δια- 15 τετελέκασι χρόνους. οὗ γεγονότες, καὶ τῷ τῆς δουλείας κατηχθισμένοι ζυγῷ, ἔθυον μὲν ταῖς δαμάλεσιν οὐκέτι· πῶς γὰρ, ἢ πόθεν; οἱ δὲ ἦσαν ἐν ἀφύκτοις ἄδη κακοῖς· ἀλλ’ οὐδὲ αὐτὸν ἐπεκαλοῦντο τὸν Βάαλ· διετέλουν δὲ μᾶλλον, τὰς ἑαυτῶν ἀνοιμώζοντες συμφοράς. τοῦτό τοι φησίν ὁ
16 τῶν ὅλων Δεσπότης, Καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου, καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτης. οἰχήσεται γὰρ αἰχμάλωτος, φησί, καὶ οὐκ ὄψομαι θύουσσαν ἔτι τῷ Βάαλ, οὔτε ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἐπιτελοῦσαν ὁλοκαυτώματα, ἐκ πολλῆς ἄγαν ἀγερωχίας
μονοουχὶ καὶ ἀπογυμνοῦσαν τοῖς ἐρασταῖς τοὺς μαστούς· ἐφησθήσομαι δὲ μᾶλλον ἀλυούςῃ τε καὶ ταλαπωρουμένῃ, καὶ ἀνήκεστον ἐχοὐσῃ συμφορὰν, ἐν γῇ οὐκ ἰδίᾳ, 17 καὶ ὑπὸ δεινοῖς καὶ πικροῖς γεγενημένῃ δεσπόταις. ἐποίσω δὲ ταῦτα, τῆς ἐμῆς ἐπικουρίαζας ἀπογυμνώσαςα αὐτῆν, καὶ
ἀσχήμονα καταλελοιπὼς, ὡς ἐν οἷς ἦν ἐν ἀρχαῖς ὁρᾶσθαι γεγενημένην, ὅτε τὸν τῆς Αἰγυπτίων πλεονεξίας ἀχθοφοροῦσα ζυγὸν, γυμνὴ διετέλει τῆς παρὰ ἐμοῦ χάριτός τε καὶ ἀγάπης, καὶ σοφίας νομικῆς. οὐκοῦν εἰς ὑποστροφὴν, καὶ ἀνόπιν ὥςπερ ἰοῦσα κπάλιν ἐν οἷς ἦν, γέγονεν ἡ Συναγωγὴ,
τῆν μεταξὺ τιμήν τε καὶ τε καὶ δόξαν ἐξ άμαθίας ζημιουμένη.
“ ἐξῆλθον. καὶ ἐλθὸν εὐρίσκει σχολάζοντα, σεσαρωμένον “ =καὶ κεκοσμημένον. τότε πορεύεται, καὶ κπαραλαμβάνει “ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα “ κατοικει ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου “χείρονα τῶν πρώτων· οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ τῇ
20 “ πονηρᾷ.” ἔτι μὲν γὰρ ἐν Αἰγύπτῳ διατρίβουσι τοῖς ἐξ 21 Ἰσραὴλ, ἐνῲκησεν ὡς εἰδωλολάτραις τὸ πνεῦμα τὸ πονηρὸν, ἀλλ’ ἐκβέβληται μεταξύ· κέκληνται γὰρ εἰς θεογνωσίαν διὰ Μωυσέως. ἐπειδὴ δὲ γεγόνασι κυριοκτόνοι, καὶ μυρίοις
ὅσοις ἐγκλήμασιν ἔνοχοι, γέγονεν αὔτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων, δαιμονίων ἀγέλης, οὐχ ἑνὸς ἔτι μόνου κατοικούσης ἐν αὐτοῖς. τῆς γὰρ οὐρανίου χάριτος τὴς περιστολήν ἀποβαλοῦσα ψυχὴ, πάντητε καὶ πάντως εὐάλωτος ἔσται τῷ σατανᾷ.
ὄτι τέκνα κπορνείας ἐστίν. ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν,
κατῂσχυνεν ἡ τεκοῦσα αὐτά.
ἀκανθοτόκον, διψάδα καὶ ἄνυδρον, οὐχ ὑδάτων τάχα που τῶν γηΐωνων ἐστερημένην, ἀλλὰ τῆς ἄνωθεν καὶ ἐξ οὐ ρανοὺ πιότητος, τουτέστι τῆς διὰ τοῦ Πνεύματος χορηγίας, ἢν ἑκάστῃ σοφῇ τε καὶ ἀγαθῇ διανέμει ψυχῇ. ψάλλει γὰρ που πρὸς e Θεὸν, καὶ φησιν ὁ μακάριος Δαυείδ “Οἱ δὲ υἱοὶ τῶν 23
“ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου, καὶ τὸν χειμάῤῥουν “τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. ὅτι παρὰ σοὶ πηγὴ “ζωῆς.” ἄξιοι δὲ τῆς οὕτω σεπτῆς καὶ ἀμφιλαφοῦς χορηγίας γίας εἶεν ἂν οἱ γνήσιοι καὶ βεβιωκότες ὁρθῶς, καὶ ἀγάπης
τῆς εἰς Θεὸν προθέντες οὐδέν· τὴν δέ γε πεπορνευμένην καὶ εἶεν ἂν οἱ γενήσεσθαι, καὶ μὴν καὶ ἐν δίψει τερνήξεσθαι 24 λέγει. καὶ τοῦτο οἶμαι ἐστὶ τὸ διὰ φωνῆς ἑτέρων προφητῶν 25 26 περὶ αὐτῆς εἰρημένον· ὁ μὲν γὰρ ἔφασκεν, “ Ἰδοὺ ἡμέραι “ ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν· “ οὐ λιμὸν ἄρτου, οὐδε δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι “ λόγον Κυρίου· καὶ ἀπὸ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδρα- “μοῦνται, ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν·”
27 Ἱερεμίας δὲ πάλιν ὡς ἐκ προσώπου τοῦ Θεοῦ “ Πόνῳ καὶ 28 “ μάστιγι παιδευθήςῃ Ἱερουσαλήμ· μὴ ἀποστῇ ἡ ψυχή μου “ ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικηθή- “σεται.” ἑκάστῳ γὰρ ἡμῶν, ὡς ἔφην, λόγους εἰς νοῦν τοὺς διὰ τοῦ Πνεύματος ἐνίησι Θεὸς, ἀπορτέφειν ἰσχύοντας εἰς
ζωὴν αἰώνιον, ἢ καὶ διὰ φωνῆς ἁγίων καταπιαίνει πολλάκις. συνδιολεῖσθαι δὴ οὖν τῇ πεπορνευμένῃ μητρὶ τὰ τέκνα δεῖν ἔφη, καὶ οὐκτιρμῶν δίχα. διὰ ποίαν αἰτίαν; ὅτι τέκνα πορνείας εἰσί. καὶ οὐ δή που φαμὲν ὅτι τοῖς τῆς μητρὸς πλημμελήμασιν ὑπ΄΄οκειται τέκνον, βαδιεῖται γὰρ ἡμῖν ὅποι
29 ποτε ἄρα τὸ διὰ φωνῆς Ἱεζεκιήλ “Οὐκ ἀποθανοῦντai “τῇ ἰδίᾳ ἁμαρτίᾶ ἀποθανεῖται.” ἰστέον δὲ μᾶλλον, ὅτι κἂν ἐπινοῆται πρόσωπον πορνευούσης μητρὸς, ὡς ἐν τύπῳ τῆς Συναγωηῆς, ἀλλ’ οὐδὲν ἧττον αὐτοὶ πάλιν ἂν εἶεν οἱ ε’ξ
αὐτῆς. λέγων δὲ, ὅτι πορνείας εἰσὶ τέκνα, παρέδειξεν ἐναγῶς, ὅτι τοῖς τῆς νοητῆς πορνείας ἐγκλήμασιν ἔνοχοι καθεστήκασι· καὶ τοῦτο ἐξ αὐτῶν οἱονεὶ σπαργάνων καὶ μήτρας δεδυσσεβηκότες, καὶ οὐδὲ πώποτε τῶν εἰς εὐσέβειαν ἔργων 30 ἁψάμενοι, ἀνεπιτήδευτον δὲ παντελῶς τὴν ἀρετὴν ἐσχηκότες,
καὶ τὴν ἁνδάνουσαν τῷ Θεῷ τρίβον οὐ τετιμηκότες. οὕτω Ps. lvii. 4. καὶ ὁ ψάλλων φησὶν, “ Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ “ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ·” καίτοι παντὸς εὐσεβοῦς, καὶ τοῖς τῆς δικαιοσύνης ἔργοις ἐντεθραμμένου, λαμπρῶς ἀναφωψνεῖν δυναμένου πρὸς Θεόν,
31 “ Ἐπὶ σὲ ἐπεῥῥίφην ἐκ μήτορας· ἀπὸ γαστρὸς μητρός μου 32 “ Θεός μου εἶ σύ.” ὥσπερ δὲ υἱοὶ φωτὸς καὶ υἱοὶ ἡμέρας e νοοῖντ’ ἂν εἰκότως, οἱ ὡς ἐν Φωτὶ καὶ ἡμέρᾳ πολιτευόμενοι λαμπρῶς τε καὶ εὐσχημόνως· οὕτω κἂν εἰ λέγοιντο πορνείας
τέκνα τινὲς, τοὺς ὡς ἐν πορνείᾳ καὶ τῆ λίαν ἐκτοπωτάτῃ ζωῇ νοήσεις πάλιν, οὓς κατοικτείρειν οὐκ ἀξιοῖ, Διότι πεπόρνευκεν ἡ μήτηρ αὐτῶν, κατήσχυνεν ἡ τεκοῦσα αὐτά. κατῄσχυνε δὲ ἑαυτὴν δηλονότι, καὶ τὰ ἐξ αὐτῆς ἀναφύντα τέκνα. ὥσπερ γάρ ἐστιν ἐν αὐχήμασι τοῖς εἰς ἀρετὴν ὁ
δίκαιος· οὕτως ἐν αἰσχύνῃ καὶ ἐντροπῇ πᾶς δυσσεβής.
περὶ οὓς ἂν λέγοιτο καὶ ὁ τῆς πορνείας πεποιῆσθαι τρόπος. τὸ γὰρ ταῖς ἐκείνων ἕκεσθαι γνώμαις, καὶ τὰ αὐτοῖς δοκοῦντα πληροῦν, τοῦτο οἶμαί ἐστι τὸ ἀσελγαίνειν ἐν ἁμαρτίαις, καὶ 33 διαβιοῦν αἰσχρῶς, καὶ τῆς ἐσχάτης φαυλότητος ἀναπίμπλασθαι· μόνον δὲ οὐχὶ καὶ ἐν ὠδῖσιν ἔχειν πᾶν εἶδος ἀκαθαρςίας.
ὥσπερ γὰρ οἱ τὸν θεῖον ὠδίνοντες φόβον, ἀνακεκράγασι πρὸς Θεόν, “Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ 34 “ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν, πνεῦμα σωτηρίου “σου ἐκυήσαμεν ἐπὶ τῆς γῆς·” οὕτω καὶ ταῖς τῶν δαιμόνων ἐπιθυμίαις ἀνέντες τὸν νοῦν ἁπάσης εὐθὺς ἀσεθείας ἐπίμεστον
ἔχουσιν, οἱ τῶν θείων ἀποφοιτῶντες νόμων καὶ ἁπάσης φαυλότητος ἐπιτηδευται. ἐρασταὶ κὴ οὖν πονηροί 35 τε καὶ ἀλιτήριοι τῶν εἰς ἀσέβειαν ἀπονενευκότων οἱ ἀποστάται δαίμονες, οἶς εἴ τις ἔλοιτο προςέχειν ὡς θεοῖς, δυσσεβήσει δεινῶς. ἀνατίθησι γὰρ αὐτοῖς καὶ ὧς ἂν ἔχοι 36 τὴν χάριν, καὶ ταῖς εὐφημίαις καταγεραίρει πολλάκις, καὶ ἀναφέρει τὰ χαριστήρια, Θεὸν τὸν ἕνα καὶ φύσει καταλελοιπὼς, τὸν χορχηγοῦντα τὰ ζωαρκῆ, τὸν οἷά τισιν ἐσθήμασι καταμφιεννύντα τῇ χάριτι, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις καὶ 37 νοῦν καὶ καρδίαν κατασκιάζοντα, τὸν οἷά περ ἐλαίῳ καταπιαίνοντα,
καὶ ἄρτῳ τῷ νοητῷ τρέφοντα πρὸς ζωὴν τὴν εὐκλεᾶ καὶ ἀμήρυτον, τὸν ὕδατι τῷ ζωοποιῷ πρὸς εὐεζίαν ἡμᾶς τρέφοντα τὴν πνευματικήν. ἀλλ’ ὅγε πρὸς ἀσέβειαν διανενευκὼς, καθάπερ ἀμέλει καὶ ἡ πεπορνευμένη Συναγωγὴ, τοῖς ἰδίοις ἐρασταῖς ἔφη δεῖν ἕπεσθαι, καὶ αὐτοῖς ἀνάπτειν τὰ
χαριστήρια, καὶ παρ’ αὐτῶν ἡγεῖσθαι λαβεῖν τά τε εἰς τροφὴν καὶ ἀμφίασιν. τουτὶ γὰρ οἶμαι ἐστὶ τὸ Εἶπε γάρ Ἀκολουθησω 38 ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ἀθόνιά μου καὶ τὸ ἔλαιόν μου, καὶ πάντα ὅσα μοι καθήκει. ἀλλ’
οἵ γε σοφοί τε καὶ ἀγαθοὶ, καὶ Θεῷ γνώριμοι καὶ οἰκειότατοι, αὐτῷ δὴ πάντως ἀναθειεν ἂν καὶ τῶν οὐρανίων ἀγαθῶν τὴν ἐπίδοσιν, καὶ τῶν ἐπιγείων τὴν χορηγίαν. ἐροῦσι γὰρ 39 δὴ, καὶ λίαν ἐμφρόνως “Μή ἐστιν ἐν τοῖς εἰδώλοις τῶν “ἐθνῶν ὑετίζων ; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ,
40 “οὐχὶ σὺ εἶ ὁ αὐτός; καὶ ὑπομενοῦμέν σε, ὅτι σὺ ἐποίησας “ ταῦτα πάντα.” συνανακράξονται δὲ καὶ αὐτῷ τῷ θεσπεσίῳ 41 Δαυείδ “ Ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτὴν, ἐπλή- “ θυνας τοῦ πλουτίσαι αὐτήν.”
ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ
μὴ μύρῃ· καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς.
43 κατακολουθεῖν ἑλέσθαι τοῖς ἰδίοις ἐρασταῖς, τουτέστι, ταῖς τῶν πεπλανηκότων ἀνοςίοις γνώμαις ἀπονέμειν τῆς διανοίας τὴν ῥοπὴν, ὡς μόνα πληροῦν τὰ ἐκείνων· καὶ ἐπειδὴ πρὸς τούτῳ τῶν δεδωρημένων αὐτῇ παρ’ ἐμοῦ τοῖς οὐδὲν ὡφεληκόσι
τοῖς δαίμοσιν ἀνάπτει τὰ χαριστήρια, ταύτῃ τοι ματαίαν αὐτῆς ἀποφανῶ τὴν σκέχιν, καὶ ἀντιτάξομαι γενικῶς. φράξω 44 γὰρ αὐτῆς τὴν ὁδον ἐν σκόλοψι, καὶ τειχιῶ τὴν τρίβον, ὡς ἂν μήτε κατακολουθήσειε τοῖς ἰδίοις ἐρασταῖς, μήτε μὴν εὕρῃ χρηςίμους τοὺς πεπλανηκότας, κἂν εἰ διώκειν ἕλοιτο
τυχὸν αὐτοὺς, τουτέστιν, ἐγικεῖσθαι σπουδαίως ταῖς εἰς αὐτοὺς τιμαῖς καὶ λατρείαις. σκόλοπας δὲ εἶναί φησι τὰ συμβεβηκότα τῷ Ἰσραὴλ δυσχερῆ, τοὺς πολέμους δὴ λέγω, τὰς αἰχμαλωσίας, τὸν λιμὸν, τοὺς κινδύνους, τὴν ἐν δουλείᾳ τριβήν. γεγονότες γὰρ ἅπαξ ὑπὸ Μήδοις καὶ Πέρσαις, οὐκ
ἐν σχολῇ προσῄεσαν τῷ βάαλ, οὐδὲ ταῖς δαμάλεσι ταῖς χρυσαῖς· ἀλλ’ ἦν πως ἀνάγκη, τὸ, καὶ αὐτῆς τῆς ἄωνθεν 45 καὶ φιλαιτάτης ἐλευθερίας ἐστερημένους, καὶ ξητοῦντας μὲν τὰ οἴκοι, πτωχεύοντας δὲ, καὶ ταῖς τῶν κρατούντων πλεονεξίαις πεπιεσμένους, οὐκέτι μὲν δύνασθαι τὰ συνήθη πληροῦν·
ὀλοφύρεσθαι δὲ μᾶλλον, καὶ ταῖς ἀνηκέστοις καταμεθύειν συμφοραῖς, καταγινώσκοντας ἤδη τῶν πεπλανηκότων, ὡς οὐδὲν ἀπόνασθαι μετὸν αὐτοῖς τῶν ἐν ἐλπίσι κεναῖς. ὠφέληνται γὰρ οὐδὲν, ἢ τοῦ Βαάλ ἀπαμύνοντος· τί γὰρ ἂν ἔδρασε τὸ ἄφωνον ξύλον; ἤγουν τῶν δαμάλεων ἐπικουρίας 46
αὐτοῖς ἐπινοουσῶν τινα τρόπον· χρυάλεων γὰρ ἦν, “ἔργα 47 “ χειρῶν ἀνθρώπων,” κατὰ τὸ γεγραμμένον. ἀποφράττονται τοίνυν αἱ ὁδοί· Θεοῦ μὴ καταλεαίνοντος τοῖς φιλαμαρτήμοσι τὴν εἰς φαυλότητα τρίβον, ἀποτραχύνοντος δὲ χρηςίμως, καὶ οὐκ ἐφιέντος αὐτοῖς δι’ εὐμαρείας ἴεσθαι ἐπὶ τὸ φληνάφως
δοκοῦν· ὡς ἂν οὐχ ἑκόντες ἐγκόπτοιντο, καὶ μεταχωροῖεν ἐπὶ 48 τὸ ἄμεεινον, διὰ πείρας αὐτῆς ἐκμεμαθηκότες, ὡς ἔστι παντί τῳ τὸ πλημμελεῖν οὐκ ἀζήμιον.
γὰρ ἐπὶ πόρνης γυναικὸς ἀπ’ ἀρχῆς συντέθειται μέχρι τέλους. διὰ τοῦτο, φηςὶν, ὅτι μεταγνώσεται καὶ ἐρεῖ Πορεύσομαι πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν. πλὴν ἄθρει κἀν τούτῳ τὸν τῶν ὅλων Θεὸν καὶ ἐν b ὀργῇ παιδεύοντα, καὶ ὠφελοῦντα ποικίλως, καὶ ταῖς τῶν
δεινῶν ἐπαγωγαῖς ἀνασειράζοντα τοὺς πεπλανημένους, καὶ μεταποιοῦντα πρὸς τὸ συμφέρον. ὅταν γὰρ, φησὶν, ἀποπεφραγμένας ἔδῃ τὰς ἑαυτῆς ὁδοὺς ἐν σκόλοψι, τότε δὴ τότε μεταβουλεύσεται, καὶ ὅπερ ἦν ἄμεινον ἑλέσθαι δρᾶν, οὔπω τῶν ἀνιαρῶν εἰσβεβληκότων, κἂν γοῦν ὀψὲ, καὶ μετὰ πείραν
ἁρπάσῃ· ἀγαπήσει γὰρ τότε τὰ παρὰ Θεῷ, καὶ τῶν μεταξὺ πλημμελημάτων ὡς ἐκ λογισμοῦ τοῦ σώφρονος ἀλογήσασα, e μεταχωρήσει λοιπὸν πρὸς τὸ θελῆσαι τὸ ἐν ἀρχαῖς, καὶ θαυμάσει τὰ παρὰ θεῷ, καὶ ἀσυγκρίτιος αὐτὰ διενεγκόντα διαφοραῖς, καθάπερ ἐκ μέθης ἀνανήψασα, κατόψεται μόλις.
οὐκοῦν οὐκ ἀνόνητον τὸ παιδεύεσθαι, κἂν εἰ ἔχοι τυχὸν τὸ παραυτίκα λυποῦν. καὶ τοῦτο εἰδότες οἱ προφῆταί φασι, Hier. x. 24 “ Παῦλος ἡμᾶ Κύριε.” γράφει δὲ καὶ ὁ θεσπέσιος Heb. xii. 7. Παῦλος “Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται “ ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς, ὃν παιδεύει πατήρ; ”
δείκνυσι δὲ τὸ ἐκ τοῦ παιδεύεσθαι γλυκύ τε καὶ ὀνησιφόρον, Ib. 11. d οὕτως λέγων “Πασα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ “ χαρὰς εῖναι, ἀλλὰ λύπης· ὕστερον μέντοι καρπὸν εἰρηνικὸν “ τοῖς δἰ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.”
καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ Βάαλ.
ἐρασταῖς, οὐκ ἂν ἐνδοιάσειέ τις. κατορθώσει γὰρ τοῦτο, καὶ λίαν εὐκόλως, τῷ ἀναφράττεσθαι μὲν τὴν ὁδὸν 51 αὐτῆς, καὶ τὰς τρίβους ἀνατειχίζεσθαι, καὶ κατ’ οὐδένα παντελῶς εὐοδοῦσθαι τρόπον. ἐπειδὴ δὲ πρὸς τῷ θεὸν ὑπάρχειν οἴεσθαι τὸν Βάαλ, ἀνατέθεικεν αὐτῷ καὶ τῶν παρ’ ἐμοῦ
κεχορηγημένων αὐτῇ τὰ χαριστήρια, καὶ πρὸς τοῦτο βουλεύσομαι τὰ εἰκότα, ὡς ἂν ἀναμάθοι, τίς ὁ διδοὺς, καὶ τῶν ὅλων ἔχων τὴν ἐξουςίαν, δέδωκα μὲν γὰρ τὰ ζωαρκῆ· σῖτον καὶ οἶνον καὶ ἔλαιον καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ. ἀλλὰ ταῖς 52 ἐμαῖς φιλοτιμίαις εὐχαριστῆσαι δέον, εἰς δόξαν αὐτὰ πεποίηται
τῇ Βάαλ. ὃ δὴ τῆς ἐσχάτης ἐστὶν ἀναισθησίας τε ὁμοῦ καὶ ἀχαριστίας ἀπόδειξις ἀναργής· καὶ οὐκ ἀνικάνως τὸ χρῆμα ἔχει πρός γε τὸ δεῖν καὶ σφόδρα δικαίως παροτρύναι Θεὸν, κἂν εἰ πάσης ἡμερότητος πηγὴ νοοῖτο καὶ γένεσις.
Θεοῦ χαρισμάτων τὴν φιλοτιμίαν ἀνατιθέναι ζητεῖν τοῖς τὴν 53 δόξαν αὐτοῦ παραλύουσι, τουτέστι, τοῖς ἀκαθάρτοις δαίμοσιν, ὃ δὴ καὶ ποιοῦσι τῶν ἐν κόσμῳ τινές· Ἕλληνες δὲ δὗτοι, καὶ αἱρετικοί. οἱ μὲν γὰρ, θεοῦ διδόντος ἀνθρώπῳ σοφίαν
χαρίζονται δόξαις· τὰ δέ γε τῶν αἱρετικῶν θεομισῆ καὶ ἀνόσια στίφη πολυπλόκων ἐννοιῶν εὑρέμασι καταςίνονταί τινας, καὶ τὸν τῶν ἁπλουστέρων καταστρέφουσι νοῦν, “καὶ παγίδας 54 “ ἔστησαν διαφθεῖραι ἄνδρας,” κατὰ τὸ γεγραμμένον. οὐκοῦν 55 ἄμφω τετιμήκασι τὸν Βάαλ· μόνον δὲ οὐχὶ καθάπερ ἐκ 56 πλούτου νοητοῦ λαμπρὸν ἀνάθημα προσκομίζουσιν εἰς δόξαν αὐτῷ τὰ περὶ Θεοῦ. καὶ τοῦτο οἶμαι ἐστὶ πνευματ ικῶς εὖ μάλα νοούμενον, τὸ Ἐγὼ δέδωκα τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριόν ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυςᾶ ἐποίησε τῇ Βάαλ. ἀναθετέον οὖν ἄρα Θεῷ 57 τὰ αὐτοῦ· τὸν γάρ τοι παντὸς ἡμῖν ἀγαθοῦ δοτῆρα καὶ χορηγὸν καταχρυσοῦσθαι πρέπει δί ὧν ἄν ἔχοιμεν παρ’ αὐτοῦ, κἄν εἰ λαμπρὸς εἴη λόγος, κἄν εἰ νοῦς ἔχων ἐπιτηδείως 58 πρὸς τὸ δύνασθαι νοεῖν ἀληθῆ μυστήρια.
αὐτοῦ καὶ τὸν οἰνόν μου ἐν καιρῷ αὐτοῦ, καὶ ἀφελοῦμαι τὰ ἱμἀτιά μου καὶ τὰ ὀθόνιά μου τοῦ μή κμλύπτειν τὴν ἀσχημοςύνην
αὐτῆς· καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρςίαν αὐτῆς ἐναντίον τῶν ἐραστὥν αὐτἠς, καὶ οὐδεὶς οὐ μὴ ἐξελεῖται αὐτὴν ἐκ χειρός μου.
59
“ καλῶς μοι ἦν τότε ἤ νῦν·” ἔγνω γὰρ διὰ πείρας τὸ τελοῦν εἰς ὄνησιν, καὶ οἷς ἦν ἄμεινον ἐμφιλοχωρεῖν· οὕτως εἰ λάβοιμι τὰ ἐμαυτοῦ, φηςὶ, τότε δὴ πάντωςζητήσει τὸν χορηγὸν, ἀποαύσεται τοῦ δερῖν ἀνάπτειν τοῖς δαιμονίοις τὰ χαριστήρια, οἴεσθαί τε ὅτι θεοὶ κατὰ ἀλήθειάν εἰσιν, ὡς καὶ
60 ἀναςώζειν δύνασθαι τοὺς ὑπ’ αὐτοῖς γεγονότας. ἐν καιρῷ δὲ λήψεσθαι τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὰ ὀθόνια, φηςὶ, ψευδομένων τάχα που κατὰ καιροὺς τῶν καρπῶν, καὶ ὑστερι- 61 ζόντων αὐτοῖς τῶν ὡρίμων· ὡς ματαίους ἀνατλῆναι καὶ τοὺς ἐπὶ γε τῇ γηπονίᾳ πόνους.
συνήσει καλῶς. ὀθόνια δέ φησι, τὴν οἱονεὶ περιστολήν καὶ τὴν ἄνωθεν ἐπικουρίαν, ὑφ’ ᾗ γεγονὼς ἔσται 62 τις εὐσχήμων. εἰ δὲ ἔξω φέροιτο, περικαλλὴς μὲν οὐκέτι, πολὺ δὲ δὴ λίαν ἀσχήμων καὶ οἱονεὶ γυμνὸς διατελέσει κατὰ τὸν κόσμον. ὧδε μὲν οὖν τὴν τῶν ὀθονίων νούσεις ἀφαίρεσιν,
ὑπέρ γε τοῦ μὴ καλύπτεσθαι τὴν ἀσχημοςύνην αὐτῆς. ἀποκαλύψειν δὲ τὴν ἀκαθαρςίαν αὐτῆς ἐπαγγέλλεται, καὶ τῶν ἐραστῶν αὐτῆς ἐναντιον, κατὰ τοιόνδε τίνα τρόπον; ἐλέγομεν ἀρτίως, ὅτι περιπεσοῦσα τοῖς σκόλοψι, τουτέστι, 63 τοῖς ἐκ τοῦ πολέμου κακοῖς, καὶ ταῖς ὅτι μὰλιστα καταπλήττειν
δυναμέναις συμφοραῖς, καὶ αὐτῶν ἀμελήσει τῶν ἐν c ὑπολήψει θεῶν, οὐκ ἐν σχολῇ προςάγουσα θυςίας αὐτοῖς, οὔτε μὴν τὰ συνήθη πληροῦν δυναμένη πρὸς δόξαν αὐτῶν· κατακεπτομοῦσα δὲ μᾶλλον ὡς οὐδὲν αὐτῶν ἀπόνασθαι μετὸν, καὶ κατονειδίζουςά πως τὸ ἄναλκι παντελῶς “Ὑπο 64
“ στρέχω φηςὶ πρὸς τὸν ἄνδρα μου τὸν πρότερον ὅτι καλῶς “ μοῖ ἦν τότε ἤ νῦν.” ὅταν τοίνυν ἀπαμφιέσω μὲν αὐτὴν πης παρ’ ἐμοῦ φηςὶν ἐπικουρίας, περιπεσοῦσα δὲ τοῖς δεινοῖς, 65 καὶ τῆς εἰς αὐτοὺς ἀλογήσῃ τιμῆς καὶ ἀγάπης, τότε καὶ αὐτοὶς ἀσχήμων ὀφθήσεται, σαθρῷ καὶ ὀκλάζοντι νῷ διαπτύσασα
καὶ αὐτούς. ὅσον γὰρ ἥκεν εἰς τὸ ἐκείνοις ἡδὺ καὶ φίλον, τληπαθῆ μᾶλλον ὁρᾶσθαι χρὴ, καὶ οὐδὲ ἐν αὐταῖς οὖσαν ταῖς ἐσχάταις συμφοραῖς τῶν αὐτοῖς δοκούντων ἐπιλανθάνεσθαι. οὐκοῦν ὅσον ἥκεν εἰς τὸ ἐκείνων θέλημα, καὶ παρ’ αὐτοῖς ἀσχήμων ὁ Ἰσραὴλ, οὕς νενόμικεν εἶναι θεοὺς οὐ
μέχρι παντὸς ἀγαπᾶν ᾑρημένος. δοκεῖ δέ μοι φάναι τι 66 τοιοῦτον ὁ μακάριος Ἠλάς· “ Ἕως πότε ὑμεῖς χωλανεῖτε 67 68 “ ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι Κύριος ὁ Θεὸς, “ πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βάαλ αὐτὸς, πορεύεσθε “ ὀπίσω αὐτοῦ·” ὅ ἑτέρωθί ξησιν, “ Ἤ Βάαλ, Βάαλ, ἤ Θεῷ “Θεῷ.” ὅτι δὲ οὐδεὶς ἀπαλλάξειε τοὺς ἅπαξ ὑπὸ θείαν γεγονότας ὀργὴν, οὐδ’ ἄν ἐξορθώσειέ τις τὸν κατεῤῥιμμένον
παρὰ Θεοῦ, δέδειχεν εἰπὼν, τὸ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου.
70 καίτοι, πῶς οὐκ ἄμεινον ἐκεῖνο νοεῖν, ὡς πρέποι ἄν μᾶλλον τοῖς εἰς τοῦτο ταλαιπωρίας ἐνηνεγμένοις, ἀνακραγεῖν τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας εὖ μάλα παραφωνούμενον “Ἐπὶ “τὸν ποταμὸν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν “ ἐν τῷ μνησθῆναι ἠμᾶς τῆς Σιών.” ἀνεπιτήδευτον δὲ
Ib. 4. παντελῶς τὸ ἑορτάζειν ἔχοντες, οὐδὲν ἧττον φαςί “Πῶς “ ᾄσωμεν τὴν ᾡδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας ;” οὐκ ἐφειέντων οἶμαί που τῶν Βαβυλωνίων τὰς νενομισμένας αὐτοῖς λατρείας, καὶ τὰ οἴκοι φίλα τε καὶ ὡς ἐν ἔθει πληροῦν.
ἀπονένευκεν ὁ Ἰσραὴλ, πῶς ἄν μὴ καὶ αὐτῶν ἐκπέσοι τῶν κατὰ νόμον ἑορτῶν, σαββάτων τε καὶ νουμηνιῶν; πρὸς δὴ τοῦτο φαμὲν, ὅτι παρώλισθον μὲν τῆς εἰς Θεὸν ἀγάπης, καὶ προσκεκυνήκασι τῷ Βάαλ καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς, οὐ 72 μὴν εὶσάπαν ἀπώσαντο τὰ διὰ Μωυσέως· διετέλουν δὲ μᾶλλον ἐπ’ἄμφω βαίνοντες καὶ σκάζοντες, κατὰ τὴν τοῦ 73 προφήτου φωνὴν, ὡς μήτε τῷ Βάαλ ὁλοτρόπως, μήτε μὴν 74 τῷ τῶν ὅλων Θεῷ καθαρῶς ἑλέσθαι προσκυνεῖν. οὐκοῦν
ἐκπέπτωκεν ἑορτῶν τε καὶ πανηγύρεων καὶ εὐφροσυνῶν καὶ σαββάτων, οὔτε Θεῷ πληροῦν τὰ ἐν νόμῳ συγχωρούμενος, οὔτε μὴν τῷ Βάαλ τὰς ἐν ἔθει πανηγύρεις ἐπιτελῶν.
καταστυγνάζειν ἀναγκαῖον, καὶ παντὸς ἔξω διατελεῖν τοῦ κατευφραίνειν εἰδότος·“Οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσι, 75 “λέγει Κύριος·” οἷς ὁ σκώληξ εἰς αἰῶνα τετήρηται· τοῖς γε e μὴν ἐπιεικέσι, καὶ εὐσεβῆ καὶ φιλόθεον ἔχουσι τὸν σκοπὸν, πρέποι ἂν εἰκότως καὶ τὸ ἐφ' ἅπασι τοῖς ἀγαθοῖς κατευφραίνεσθαι
δεὶν· “Εὐφροσύνη γὰρ αἰώνιος ὑπὲρ κεφαλῆς 76 “αὐτῶν,” κατὰ τὸ γεγραμμένον, “ἀπέδρα τε ὀδύνη καὶ “λύπη καὶ στεναγμός·” οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει λέγων, “Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, 77 “χαίρετε. τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις.”
ἕψεται γὰρ ὥσπερ τοῖς ἀλιτηρίοις τὸ κολάζεσθαι δεῖν, οὕτω 78 καὶ τοῖς ἄνωθεν καταπλουτεῖν ἀγαθοῖς, οἷς ἂν γένοιτο σκοπὸς τὸ διαβιῶναι λαμπρῶς.
Μισθώματά μου ταῦτά ἐστιν ἅ ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ
οήσομαι αὖτὰ εἰς ματρύριον, καὶ καταφά(??)εται αὐτὰ τὰ θηρία τοῦ ἀ(??)ροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑπετὰ τῆς, (??)ῆς.
δαιμονίνω δυνάμεσι καὶ φιλοτιμίαις προσνέμων ὁ Ἰσραὴλ, 79 καὶ ἀβουλότατα δρῶν, αὐτοῖς ἀνετίθει τὰ χαριστήρια, καὶ οὐχὶ μᾶλλον Θεῷ, ταύτῃτοι φησὶν ὡς ἀφανιῶ καὶ καταφθερῶ τὰ δἰ ὧν ἐκείνη χειρόνως πεπλάνηται, μεμισθαρνηκέναι λέγουσα παρὰ τῶν ἰδίων ἐραστῶν, καὶ πεποίηται μὲν ἀστείως ὡς 80 ἐπὶ μαχλώσης γυναικὸς ὁ λόγος, ὡς τό γε μὴν κατὰ ἀλήθειαν
ὁ Ἰσραὴλ, ὅτι μισθὸς αὐτοῖς καὶ ἀντέκτισις τῆς εἰς τὰ εἴδωλα τιμῆς καὶ λατρείας, τὸ τῶν ὡρίμων ἀμφιλαφὲς καὶ τὸ εὐκάρπῳ περιτυγχάνειν τῇ γῇ. ὅτι δὲ καὶ τῆς ἄλλης ἁπάσης αὐτοῖς εὐθυμίας παρακεῖσθαι τὴν μέθεξιν ταύτης ἕνεκα καὶ μόνης ᾤοντο τῆς αἰτίας, εἰδείη τις ἂν καὶ μάλα ῥᾳδίως τοῖς
Ἰερεμίου λόγοις ἐντυχών, ἑάλω μὲν γὰρ τὰ Ἱεροσόλυμα, διαπεφευγότες δέ τινες τοῦ πολέμου τὴν ἀκμὴν, κατέβησαν εἰς τὴν Αἰγυπτίων, καὶ σὺν αὐτοῖς ὁ προθήτης κατὰ θείαν 81 ὀμφήν. ἐκεῖσε γοῦν συνεβούλευε λέγων τῶν τῆς εἰδωλοκατρείας παύσασθαι μολυσμῶν, καὶ παλινδρομεῖν ἑλέσθαι
πρὸς Θεόν. εἶτα γυναίων ἀθλία τε καὶ ἀνουστάτη πληθὺς τὴς τοῦ προφήτου πάλιν ἀντεθέροντο λόγοις, καὶ δὴ καὶ 82 ἔφασκον ἀναιδῶς “Τὸν λόγον ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ “ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθά σου, ὅτι ποιοῦσαι ποιή- “σομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος
“ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐπανοῦ καὶ σπένδειν αὐτῇ “σπονδὰς, καθὰ ἐποήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ 83 “ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα “ καὶ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγε- “ νόμεθα χρηστοὶ, καὶ κακὰ οὐκ εἴδομεν. κὰι ὡς διελίπομεν
“ θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες “ ἡμεῖς, καὶ ἐν ῥομφαίᾳ, καὶ ἐν θυμῷ ἐξελίπομεν.” συνίης οὖν ὅπως μονονουχὶ καὶ ἀντέκτισιν τοῦ πεπλανῆσθαι φησὶν ἐσχηκέναι τὰ ζωαρκῆ, καὶ πρὸς γε δὴ τούτῳ τὸ εὐημερεῖν; 84 αφανιῶ τοιγαροῦν φησὶν ἅ εἶπε Μισθώματά μου ταῦτά
ἐστιν, ἃ ἔδωκάν μοι οἱ ἐραστί μου, καὶ θήσομαι αὐτὰ εἰς 85 μαρτύριον. καταμαρτυρήσει γὰρ ὥσπερ τῆς τοῦ Ἰσραὴλ μοχθηρίας ἀφῃρημένα ταυτῖ, καὶ τὴν δίκην αὐτοῖς ἐπισημοτέραν ἐργάσεται, καὶ καταφανῆ ποιήσει τὴν ὀργήν. ἔδεται δὲ αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐπανοῦ
καὶ τὰ ἑρπετὰ τῆς γῆς. νοοῖτο δ'ἂν οὐ καθ᾿ ἕναα ταυτὶ δὴ τρόπον, τριχῆ δὲ μᾶλλον τὰ ἐκ τοῦ σημαινομένου ληφθήσεται. ἢ γὰρ ἐκεῖνο φησὶν, ὅτι θηρίων ἔσται τροφὴ τὰ ἐν 86 ἀγροῖς, ὡς οὐκ ὄντος ἔτι τοῦ κατοικοῦντος τὴν γῆν, διὰ τοῦ τὸ πλείστους μὲν ὅσους οἴκων τε καὶ πόλεων ἐκσεσοβημένους
ἀποδραμεῖν οὐχ ἑκόντας εἰς Βαβυλῶνα καὶ Μήδους, δεδαπανῆσθαι δὲ τῷ πολέμῳ καὶ ἑτέρους ὅσους, ὡς ὑπὸ μόνων ἤδη τῶν θηρίων τε καὶ ἑρπετῶν τῶν Σαμαρειτῶν οὐκεῖσθαι χώραν, ἤγουν ἐκεῖνο πάλιν, ὅτι τῆς χώρας τὴν εὐκαρπίαν οἷά τινες θῆρες οἱ Βαβυλώνιοι θοινήσονται, τῶν ἐνοικούντων τὴν
γῆν ταῖς τετειχισμέναις τῶν πόλεων ἐνισχημένων, καὶ οὐδὲ ὅσον εἰπεῖν ἐπέκεινα πυλῶν ἰέναι τολμώντων, καίτοι καταφθείροντος 87 τοῦ λιμοῦ. Εἰ δέ τῳ δοκεῖ συνιέναι πνευματικῶς, καὶ δι᾿ ἑτέρας ἂν ἴοι τρίβου. ἀμπελῶνι μὲν γὰρ καὶ συκῇ παρεικαστέον εὖ μάλα
τὴν διὰ νόμου παίδευσιν ἀποκομίζουσαν εἰς Χριστόν. παιδαγωγεῖ 88 δαγωγεῖ γὰρ εἰς τοῦτο κατὰ τὴν τοῦ μακαρίου παύλου φωνήν. καὶ ἄμπελος μὲν εὐφρασίας ἂν νοοῖτο σύμβολου, γλυκύτητος δὲ συκῆ. ὅτι δὲ ψυχῇ φιλοθέῳ γλυκὺς ἀληθῶς ὁ τοῦ Θεοῦ νόμος καὶ κατευφράιενιν εἰδὼς, πῶς ἂν ἐνδοιάσειέ 89
τις; οὐκοῦν ἀμέτοχος μὲν ὁ Ἰσραὴλ ἀπομεμένηκεν ἀναγκαίως τῶν ἄνωθεν καὶ πνευματικῶν ἀγαθῶν· δέδονται δὲ πρὸς μετάληψιν τοῖς οἱονεὶ θηρίοις τε καὶ ἑρπετοῖς, φημὶ δὴ τοῖς ἐξ ἐθνῶν, οἳ πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ὀλίγα διενεγκεῖν θηρῶν τε καὶ ἑρπετῶν ἰοβόλων ὑπονομηθεῖεν ἂν, διὰ τὴν
σκαιότητα τῶν τρόπων. πλὴν οὐ μεμενήκασιν ἐν τούτοις, ἀκολουθεῖν ᾑρημένοι λέγοντι τῷ Χριστῷ, “Μάθετε ἀπ᾿ ἐμοῦ, 90 91 “ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνά- “παυσιν ταῖς ψυχαῖς ὑμῶν.” προσθείην δ᾿ ἂν ἔγωγε τοῖς εἰρημένοις καὶ τόδε· ὡς ἔστιν ἀνάγτκη τοῖς τὸν ἐπάρατον καὶ θεομισῆ τρίβουσι βίου, καὶ ἀπολισθῆναι δεῖν παντὸς ἀγαθοῦ, καὶ ἐν ταῖς ἁπασῶν ἐσχίαταις γενέσθαι ταλαιπωρίαις.
λίαν πρεπωδεστάτης αὐτοῖς ἀγανακτήσεως τὴν αἰτίαν. ἐπειδὴ γὰρ μακροὺς ἐν τῷ πεπλανῆσθαι διατετελέκασι χρόνους, ἐν ἴδαις καιρῶν παρατάσεσι, φησὶν, ἕξουσι τὴν ὁργήν. τοῦτο οἶμαι ἐστὶ τὸ ἐκδικήσω ἐπ᾿ αὐτὴν τὰς b ἡμέρας τῶν Βααλεὶμ, τουτέστι τῶν εἰδώλων. ἰσομοιρήσει
γὰρ πάντως φησὶ ταῖς πλανήσεως ἡμέραις, ἐν αἷς ἐθυμία τῇ Βάαλ, τὰ ἐκ ποινῆς τε καὶ δίκης. οὐ γὰρ διαλέποιπεν ὡραϊζομένη, καὶ τοῖς ἑαυτοῖς ἐρασταῖς ἁνδάνουσα πολυτρόπως. κόσμος δὲ ψυχαῖς εἰδωλολατρεῖν ᾐρημέναις, τὸ ἐκεῖνα πληροῦν, ἃ τοῖς ἀκαθάρτοις δαιμονίοις δοκεῖ.
ὥσπερ γὰρ ἀπόβλεπτον εἶναί φαμεν ἀνθρώπου ψυχὴν, ᾗπερ ἂν ὁρῷτο προσὸν τὸ διαπρέπειν ἐν ἀρεταῖς· οὕτω καὶ ψυχὴν c τὴν θιλαμαρτήμονα ταῖς τῶν δαιμονίων ἀγέλαις ὑποτοπητέον εἶναι περικαλλῆ, φρονεῖν τε καὶ δρᾶν ἑλομένην πᾶν ὅτι ἐστὶν ἡδύ τε αὐτοῖς καὶ φίλον. παρεικάζοιτο δ᾿ ἂν ἡ τοιαύτη ψυχὴ
γυναικὶ τοὺς τρόπους οὐκ ἀγαθῇ, ἣ καὶ ἐξιτήλως χρυσαΐζεται· μόνον δὲ οὐχὶ καὶ τοῖς εἰς ὠτία καὶ δέρην κοσμήμασι τὴν τῶν ἐρώντων αὐτῆς καταγοητεύει καρδίαν. σεμνύνει δὴ οὖν ἄρα τοὺς πονηροὺς πᾶν εἶδος ἀκαθαρσίας. ὅτι δὲ. οἷς ὁ σκοπὸς πρὸς ἐκεῖνα βλέπειν, τούτοις ἂν εἴη σύνηθές τε καὶ
ἀναγκαὶον τὸ καὶ αὐτῆς ἀπολισθεῖν τῆς τοῦ Θεοῦ μνήμης, 93 δέδειχεν εἰπών ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος, ἐπειδὴ γὰρ d κατηῥῥώστησε τὸ προσκεκλίσθαι φησὶ τοῖς δαιμονίοις, μᾶλλον δὲ καὶ ὁλοτρόπως ἀποφοιτᾶν τῆς εἰς τὸ ἀγαθὸν ἐφέσεώς τε καὶ προθυμίας, καὶ αὐτῆς ἀπώλισθε τῆς τοῦ Θεοῦ μνήμης·
τοῦτο δέ ἐστι τῆς εἰσάπαν δυσσεβείας ἀπόδειξις ἐναγρής.
ἰσοπαλῆ τοῖς πταίσμασιν ἐπενήνοχα τὴν ὀργήν· ταύτῃ τοι λοιπὸν ἔλεον μεταστήσομαι, καὶ πρὸς τὸ ἄμεινον μετακομιῶ, πρός τε τὸ δυνάσθαι πληροῦν τὰ δι᾿ ὦν ἂν γένοιτο θεοφιλής. τίς δὴ οὖν ἄρα, φησὶν, ὁ τὴς ἀκέσεως ἔσται τρόπος; ἰδοὺ ἐγὺ πλανῶ αὐτὴν. οὐκ ἀπό γε τοῦ
ἀναγκαίου καὶ χρησίμου πρὸς ζωὴν πρὸς τὸ μὴ οὕτως ἔχον, 96 ἀλλ᾿ ἐκ τῶν αἰσχιόνων καὶ ἀδικεὶν πεφυκότων ἐπὶ τὸ τελοῦν ἐις ὄνησιν. ὥστερ γὰρ ἐξ ἀρετῆς εἰς φαυλότητα πλανᾶται ψυχή· τὸν αὐτὸν οἶμαι τρόπον ἐκ τῶν τῆς φαυλότητος τρόπων ἀνόπιν ὥσπερ ἰοῦσα, μονονουχὶ πεπλανῆσθαι δόφειεν
ἂν, τοῦ ἰδίου σκοποῦ παρενηνεγμένη, καὶ τρίβον οὐκέτι τὴν προτεθεῖσαν διάττουσα. καὶ ὥσπερ αὐτῆς αἱ ὁδοὶ χρησίμως τοῖς σκόλοψιν ἀνεφράττοντο, ἵνα μὴ καταλάβῃ τοὺς αὐτῆς ἐραστὰς, οὕτω καὶ νῦν οἱονεί πως τρέχουσα κατὰ πρανοῦς εἰς 97 ὄλεθρον καὶ ἀπώλειαν, ἐλέῳ Θεοῦ πλανᾶσθαι δοκεῖ, μεθισταμένη
πρὸς ἔφεσιν ἀρετῆς, καὶ τὴς ἀληθοῦς θεογνωσίας εἰς νοῦν καὶ καρδίαν δεχομένη τὸ φῶς, καὶ τὴν ἀρχαίαν, ὡς ἔφην, οὐκέτι τρίβον εὑρίσκουσα. ἰστέον δὲ, ὅτι τὸ πλανῶ αὐτὴν, τοῖς ἑτέροις ἑρμηνευταῖς εἴρηται μὲν ἄλλως· πλὴυν, εἰς ἅνα καὶ τὸν αὐτὸν ἀποπεραίνεται νοῦν, ἐκδεδώκασι γὰρ, οἱ μὲν,
Ὅτι ἰδοὺ ἐγὼ ἀποφερω αὐτήν· οἱ δὲ, Ὅτι ἀπατῶ αὐτήν, 98 έτεροτρόπως, ὡς ἔφην, αὐτὸ δὴ τοῦτο σημαίνοντες, τὸ 99 πλανῶ φημὶ χρηςίμως ωοούμενον. βάσιμον δὲ οὖσαν, καὶ οἶον εὔθδρον γῆν ταῖς τῶν δαιμονίων ἀγέλαις, τάξειν εἰς ἔρημον ἐπαγγέλλεται, διδάσκων ὅτι σκληράν τε καὶ ἀστιβῆ καὶ ἄνυδρον ἀποφανεῖ τοῖς ἐκείνων θελήμασιν, ὡς ἀναπαύ-
λης οὐδένα λοιπὸν εὑρίσκντας τόπον, καὶ παραιτεῖσθαι καὶ ἀποφοιτᾶν.
101 γὰρ ἀνθρώποις οὐκ οἰκήσιμος ὁ ἅνυδρος χῶρος· οὕτω καὶ ἀκαθάρτοις πωεύμασι πονηρὰ καὶ ἀπηχθημένη καὶ οἶον ἄβα- τός τε καὶ ἄνυδρος γῆ νοοῖτ’ ἂν εἰκότως ἡ θεοφιλὴς καὶ ὁσία ψυχὴ, καὶ τὰ ἐκείνοις καθ’ ἡδονὴν, ἢ φρονεῖν ἢ δρᾶν οὐκ ἀνεχομένη. ἐπικουρίας οὖν ἄρα τρόπος ἡ ἐνθάδε λεγομένη
πλάυγσις, καὶ μὴν καὶ τὸ εἰς ἔρημον κατατάττεσθαι γῆν· κατά γε τοῦς ἀρτίως ἡμῖν εἰρημένους λόηους.
καθυπισχνεῖται λαμπρῶς, καὶ τῶν τῆς ἐπιδημίας διαμέμνηται 103 χρόνων, καθ’ οὓς πεπληρῶσθαί φαμεν τὸ ‘‘Ἐν ταῖς ἡμέραις ‘‘ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ διδοὺς νόμους μου εἰς ‘‘διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.’’ οὕτω γὰρ δὴ καὶ ὁ σοψώτατος Παῦλος τοῖς τὴν οὕτω λαμ-
πρὰν καὶ ἀξιόληπτον ἀληθῶς καταπλουτήσασι χάριν ἐπι- 104 στέλλει, λέγων, ‘‘Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμ- ‘‘ μένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκο- 105 ‘‘μένη ὐπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ‘‘ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη ‘‘οὐ μέλανι, ἀλλὰ Πνεύματι θεοῦ ζῶντος.’’ διδακτοὶ γὰρ 106 θεοῦγεγόναμεν οἱ πεπιστευκότες· καὶ γοῦν ὁ θεσπέσιος
Ἰωάννης προσπεψώνηκε, λέγων ‘‘Καὶ ὑμεῖς χρίσμα ἔχετε 107 ‘‘ἀπὸ τοῦ ἁγίου, καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ‘‘ὑμᾶς· ἀλλὰ καθὼς τὸ αὐτοῦ πνεῦμα διδάσκει ὑμᾶς περὶ 108 ‘‘πάντων.’’ παραδεξάμενοι τοίνυν τὸ Πνεῦμα, καὶ εἰς καρδίαν ἔσω λοιπὸν ἔχοντες αὐτὸν ἐνοικοῦντα Χριστὸν,
τῶν ἀναγκάων εἰσηγητὴν, ἁπάσης εὐθὺς ἀρετῆς ἰδέαν πεπλουτήκαμεν, καὶ τὴν τῶν πνευματικῶν χαρισμάτων ἀμφιλαφῆ τε καὶ ἀναπόβλητον κτῆσιν. καὶ κὴ πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ γράφων Παῦλος· ‘‘Ὅτι ἃ ὀφθαλμὸς οὐκ εἶδε, 109 ‘‘καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,
‘‘ ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.’’ ἐπαγγέλλεται τοίνυν λαλήσειν εἰς τὴν καρδίαν αὐτῆς· κεκλήσεται γὰρ εἰς 110 ἐπίγνωσιν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, τοῦς θείους εἰς νοῦν λαβοῦσα νόμους ἐγκεχαραγμένους διὰ τοῦ Πνεύματος, καθὰ καὶ ἡ ἐξ ἐθνῶν ἐκκληςία· ἔσται δὲ τὰ κτήματα αὐτῆς ἐκεῖθεν,
ἀντὶ τοῦ ἐντεπῦθεν, ἤγουν τοῦδε τοῦ πράγματος. ἀπὸ γάρ τοι τοῦ λαλῆσαι θεὸν ἐν ἡμῖν ἐνηχῆσαί τε διὰ τοῦ Πνεύματος τὰ ὅσαπέρ ἐστιν ἀναγκαῖα πρὸς ζωὴν καὶ θεογνωςίαν τὴν ἐν Χριστῷ νοουμένην, δἰ οὖ καὶ ἐν ᾦ τὸν Πατέρα τεθεάμεθα, πεπλουτήκαμεν, ὡς ἔφην, τὴν ἀμάραντον ἐλπίδα, τὴν δόξαν,
τὰ αὐχήματα τῆς υἱοθεςίας, τὴν χάριν, καὶ τὸ αὐτῷ συμ- 111 βασιλεῦσαι Χριστῷ· αὖται τῶν ἁγίων αἱ κτήσεις· οὖτος ὁ οὐράνιος πλοῦτος. φρονεῖν μὲν γὰρ ἀνέχονται τῶν ἐπιγείων οὐδέν· μεμιςήκασι δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ.
ἀποπεραίνειν τὸ ἀνδάνον ἀὐτῷ. προτρέπει γὰρ ἡμᾶς εἰς 114 τοῦτο καὶ ὁ σοφώτατος Παῦλος, οὕτω λέγων ‘‘Ταῦτα δὲ 115 ‘‘ τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεςίαν ‘‘ ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.’’ τρόπος οὖν ἄρα παιδαγωγίας εἰς ἀρετὴν, τὸ δεῖν οἴεσθαι καθορᾶν τὰ
τοῖς ἀρχαιοτέροις συμβεβηκότα.
κατὰ καιροὺς, ὃς τῆς θείας ἀλογήσας ἐντολῆς, καὶ κεκλοφὼς ἐκ τοῦ ἀναθήματος, τετιμώρηται πανοικὶ, ποινὴν ἐπαρτή- 116 σαντος τὴν ἐσχάτην αὐτῷ Ἰησοῦ τοῦ Ναυῆ, τὴν τοῦ Χριστοῦ πληροῦντος εἰκόνα. ἐστρατηγησε γὰρ μετὰ Μωυςέα, καὶ αὐτὸς διεβίβασε τὸν Ἰορδάνην τοὺς υἱοὸς Ἰσραὴλ, καὶ αὐτὸς
αὐτοῖς κατεκληροδότησε τῆς ἐπαγγελίας τὴν γῆν. ἔχει δὲ οὕτω τὰ ἐπὶ τῷ Ἄχαρ γεγραμμένα. ἐπειδὴ γὰρ ἑάλω κεκλο- 117 φὼς, καὶ ὡμολόγει τὴν ἁμαρτίαν, ‘‘ Καὶ ἔλαβε, φηςὶν, Ἰησοῦς ‘‘τὸν Ἄχαρ υἱὸν Ζαπὰ καὶ ἀπήγαγεν αὐτὸν εἰς φάραγγα ‘‘Ἀχὼρ, καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ
‘‘τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ τὰ πρόβατα c‘‘ αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα ‘‘αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ, καὶ ἀνήγαγεν αὐτοὺς ‘‘εἰς Ἐμεκαχώρ. καὶ εἶπεν Ἰησοῦς τῷ Ἄχαρ Τί ὅτι ὠλό- ‘‘ θρευσας ἡμᾶς; ἐξολοθρε;σαι σε Κύριος καθὰ καὶ σήμερον.
‘‘ καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς ἱσραὴλ, καὶ ἐπέστησαν 118 ‘‘ αὐτῷ σωρὸν λίθων μέγαν.’’ Ἀχὼρ μὲν οὖν ἑρμηνεύεται διαστροφή· προσεπενηνεγμένου δὲ τοῦ Ἐμὲκ, νοεῖται δὴ πάλιν κοιλὰς διαστροφῆς· ἐκεῖ τὸν Ἄχαρ ἀπεκτόνασιν ὡς θεομιςῆ καὶ φιλόπλουτον οἱ υἱοὶ Ἰσραὴλ, προσθέντες αὐτῷ 119
καὶ πάντα τὰ αὐτοῦ· γέγραπται γὰρ ὅτι ‘‘Οἱ ἀσεβεῖς 120 ‘‘ ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται.’’ οὕτως ἔσται καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ὅταν ἡμῖν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καθί- κηται χριστὸς, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. 121 τοὺς γὰρ ἀπειθεῖν ᾐρημένους ταῖς θείαις ἐντολαῖς, καὶ τὰ ἐν
κόσμῳ μᾶλλον ἠγαπηκότας, οἶον εἰς φάραγγα βαθεῖαν τὸν ᾄδην κατενεηκὼν, κακοὺς κακῶς ἀπολέσει. Δώσω τοίνυν 122 φηςὶ τὴν κοιλάδα Ἀχὼρ ἤτοι Ἐμεκαχὼρ, εἰς τὸ διανοῖξαι σύνεσιν αὐτῆς. ἔσται γὰρ αὐτῇ, φηςὶ, τῶν σφόδρα e χρηςίμων εἰς τὸ ἀνανῆψαι δεῖν, καὶ ἐκ τῆς ἀρχαίας
πωρώσεως τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνευρῦναι λοιπὸν, τὰ πεπραγμένα κατὰ καιροὺς ἐν τῇ κοιλάδι τῆς Ἐμεκαχὼρ· διαστροφῆς δὲ κοιλάδα τὸν χῶρον ὠωόμασεν, ἐκεῖ γὰρ πεπτώκασι τῶν ἐξ Ἰσραὴλ οὐκ ὀλίγοι, διωκόντων αὐτοὺς 123 τῶν ἀπὸ τῆς Γαΐν, καὶ πολλὴν συνέβη γενέσθαι διαστροφὴν,
οἰηθέντος Ἰησοῦ τῆς περὶ θεοῦ φειδοῦς καὶ ἐπικουρίας 124 ἀπολισθῆναι τὸν Ἰσραήλ. τὰ πεπραγμένα δὴ οὖν, φηςὶν, ἐν τῇ φάραγγι τῆς διαστροφῆς ἐπὶ τῷ τὴν θείαν ἐντολὴν παραλύσαι τολμήσαντι διανοίξει τὴν σύνεσιν αὐτῆς πρὸς τὸ εἰδέναι λαμπρῶς, εἰς οἶον ἐκβήσεται τέλος τοῖς καταφρονεῖν
ἐθέλουσι τὸ ἐγχείρημα. ἄθρει δὲ ὅπως οὐ πρότερον δέδοται πρὸς τὸ διανοῖξαι σύνεσιν αὐτῆς ἡ κοιλὰς, ἡ Ἀχὼρ, πρὶν ἂν λελάληκεν εἰς τὴν καρδίαν αὐτῆς. οὐ γὰρ ἂν συνεῖεν τὰς θείας ἐντολὰς οἱ τῶν Ἰουκαίων δῆμοι, ἀλλ’οὐδ’ ἂν ἐν 125 τύποις καταθρήσειαν ἂν τὸ Χριστοῦ μυστήριον, εἰ μὴ ἀρα
καθ’ἡμᾶς τοὺς ἤδη πεπιστευκότας τὴν τοῦ Ἁγίου Πνεύματος 126 καταπλουτήσειαν μέθεξιν, καὶ τῆς ἄνωθεν φωταγωηίας ἀπο- δειχθεῖεν μετεσχηκότες. πιστώσεται δὲ πρὸς τοῦτο ἡμᾶς ὁ μακάριος γράφων Παῦλος περὶ τῶν ἐξ αἵματος Ἰσράήλ· 127 ‘‘Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ‘‘ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτό-
‘‘μενον, ὅτι ἐν Χριστῷ καταργεῖται· ἀλλ’ ἕως σήμερον, ‘‘ἡνίκα ἂν ἀναγινώσκηται Μωυςῆς, κάλυμμα ἐπὶ τὴν καρ- 128 ‘‘δίαν αὐτῶν κεῖται. ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, ‘‘περιαιρεῖται τὸ κάλυμμα. ὁ δὲ Κύριος τὸ πνεῦμα ἐστίν· ‘‘ οὖ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευθερία.’’ πρότερον τοίνυν εἰς
τὴν καρδίαν αὐτῆς λαλήσειν ἐπαγγέλλεται, τοῦς θείους αὐτοῖς ἐγχαράττοντος νόμους καὶ παιδαγνγίαν τὴν ἄνωθεν τοῦ Ἁγίου Πνεύματος· εἶθ’ οὕτως συνήσειν καὶ τὰ ἐν τῇ κοιλάδι τῆς Ἐμεκαχὼρ τυπικῶς τε καὶ ἱστορικῶς πεπραγμένα, καὶ οὐκ 129 ἀνικάνως ἔχοντα πρὸς τὸ διανοῖξαι τὴν σύνεσιν αὐτῆς, καὶ
130 τῆς ἀρχαίας πωρώσεως ἀπαλλάξαι λοιπόν. ‘‘Πώρωσις γὰρ ‘‘ ἀπὸ μέρους γέγονε τῷ Ἰσραῆλ,’’ καθὰ καὶ ὁ σοφὸς γράφει Παῦλος.
τῆς ὑπεροψίας ἐγκλήμασιν ἐνεχόμενον· ἀλαζὼν γὰρ ὁ ἀπει- θὴς, καὶ οἱονεί πως ἀνάντης καὶ ἐξήνιος, καὶ παρ’ οὐκὲν ἡηεῖσθαι μεμελετηκὼς τὴν εἴς γε τὸ χρῆναι πληροῦν τὸν νόμον αἰδῶ· 132 ταπεινὸς δὲ λίαν, καὶ οἱονενίπως εὐπρόσιτος ὁ πρὸς εὐπείθειαν εὕκολος, καὶ Θεῷ λίαν ἠγαπημένος. καὶ γοῦν ἔφη που δἰ ἑνὸς 133 τῶν ἁγίων προφητῶν “Καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾿ ἢ ἐπὶ “τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;” 5 ὅταν οὖν λαλήσω, φησὶν, ἐπὶ τὴν καρδίαν αὐτῆς, τότε δὴ τότε καὶ αὐτὴ ταπεινωθήσεται, καθὰ καὶ ἐν ἀρχαῖς, ὅτε καλοῦντος Μωυσέως, καὶ τῆς Αἰγυπτίων ἀπαίρειν προστεταχότος τοῦ φιλικτίρμονος Θεοῦ, προθυμότατα μὲν τοῦτο δρᾶν ἐσπούδαζον, καὶ τῆς τῶν πλεονεκτούντων ἀπέτρεχον 10 γῆς· ὁρίζοντος δὲ τοὺς νόμους ἐν Χωρὴβ, συναγηγερμένοι 134 μετὰ Μωυσέως ἐπὶ τὸ ὄρος τὸ Σινὰ, κατεπηγγέλλοντο λέγοντες “Πάντα ὅσα εἶπεν ἡμῖν Κύριος ὁ Θεὸς, ποιήσομεν 135 “καὶ ἀκουσόμεθα.” οὐκοῦν ἔσται ταπεινὴ καὶ εὐήνιος, καθὰ καὶ ἐν ἀρχαῖς ὅσα τὴν διὰ νόμου πρὸς θεογνωσίαν λαβοῦσα 15 γέννησιν, ἀσμένως ἐδέχετο τὸ τῷ θεῷ δοκοῦ. νηπιότητος τοίνυν ἡμέρας, τὴν διιὰ νόμου φησὶν ἀναγέννησιν εἰς θεογνωσίαν· τοιγάρτοι καὶ ἔφασκεν “Υἱὸς πρωτότοκός μου 136 “Ἰσραήλ.”
137
μου, καὶ οὐ καλέσει με οὐκέτι Βααλείμ. καὶ ἐξαρῶ τὰ ὀμόματα
τῶν Βααλεὶμ ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μἠ μνησθῶσιν οὐκ ἔτι τὰ ὀνόματα αὐτῶν.
καὶ ἀληθῶς τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως ὀ καιρὸς, καθ᾿ ὃν Ἡ ἐν κόσμῳ λέλυτα μὲν ἀχλὺς, ἠφάνισται δὲ καὶ τὸ σκότος· λαυπραὶ δὲ ὥσπερ ἀνίσχουσιν ἀυγαὶ κατὰ νοῦν τοῖς 138 139 πεπειστε;κόσι, καὶ ὁ τῆς δικαιοσύνησ ἐπέλαμψεν ἥλιος, τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς ἐνιεὶς τοῖς ἀνευρύνειν εἰδόσι τῆς διανοίας τὸν ὀφθαλμόν. κατ᾿ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶ, κεκλημένη πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος θεοῦ, καταλήξει μὲν τῆς ἀρχαίας ἐκείνης καὶ στυγητῆς ἐλαθρίας·
εὐπαράξορος δὲ οὐκέτι πρὸς ἀποστασίαν ἔσται. πόθεν; βεβηκότα δὲ μᾶλλον ὀρθῶς τε καὶ ὑγιῶς, καὶ ἀκράδαντον εἰς βηκότα δὲ μᾶλλον ὀρθῶς τε καὶ ὑγιῶς, καὶ ἀκράδαντον εἰς εὐσέβειαν ἕξει τὸν νοῦν, ὡς μηδὲ ὅσον εἰπεῖν εἰς λόγου 140 χρῆσιν ἐλθεῖν τὰ τῶν εἰδώλων ὀνόματα. καλεσει γάρ με Φησὶν Ὁ ἀνήρ μου, καὶ οὐ καλεσει με οὐκετι Βααλεὶμ, τουτέστιν,
ἀποπεπαύσεται τοῦ εἶναι μαχλὰς, καὶ παραιτήσεται μὲν τὸ προνεύειν ἔτι, ποιήσεται δὲ περὶ πολλοῦ τὸ εἶναι γνησία, καὶ ὁμολογήσει τὴν οἰκειότητα, δῆλον δὲ ὅτι τὴν πνευματικήν. ἐπικαλέσεται δὲ οὐδαμῶς τὰ Βααλεὶμ, θεοὺς εἶναι νομίζουσα τὰ ἐκ λίθων πεποιημένα, καὶ ταῖς τινων
141 Οὐκοῦν ἐμὲ μὲν φησὶ καλέσει Ὁ ἀνήρ μου. σώφρων γὰρ οἷά τις καὶ ἐπιεικεστάτη γυνὴ ποιήσεται πρός με τὴν ἀποστροφήν, ἀγαπήσει δὲ λοιπὸν τῶν ἄλλων οὐδένα, ἐπικαλέσεται δὲ οὐκέτι τὰ Βααλείμ. καὶ καθ᾿ ἔτερον δὲ τρόπον, εἴπερ τῳ
δοκεῖ, τὸ εἰρημένον ἐκδέξεται.
τοιοῦδε πράγματος, Νῖνον τὸν Βαβυλώνιον, ὅς τὸν ἴδιον πατέρα μετωνόμασε Βῆλον, ἐκ τοῦ παρ᾿ αὐτοῖς εἰδώλου, φημὶ δὴ τοῦ Βήλ. ὅτι τοίνυιν ἀποπεπαύσεται καὶ τῆς οὕτως αἰσχρᾶς συνηθείας, καταμεμήυνκεν εἰπών Καλε;σει με Ὁ ἀνήρ 142 μου, καὶ οὐ καλέσει με οὐκετι Βααλείμ. εἰ γὰρ ἕλοιτο, φησὶν, ἄνδρα τυχὸν ὀνομάζειν ἐμὲ, προσερεῖ δὴ πάντως Ὁ ἀνήρ μου, καὶ οὐκέτι τοῖς τῶν εἰδώλων ὀνόμασι τιμῶσα καλέσει. ταύτῃ τοι φησίν ὅτι καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος
αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν.
θηρίων τοῦ ἀγροῦ καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ μετὰ τῶν ἑρπετῶν τῃς γῃς καὶ τόξον καὶ ῥομφαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς.
δὲ τὸ ῥητὸν, Θηρία καὶ πετεινὰ καὶ ἑρπετὰ παραδηλοῦσθαι 146 πλαγίως ἐλέγομεν τοὺς ἐχθροῦς, οἵ τὴν τῶν Ἰοῦδαίων κατεληΐζοντο χώραν, Πέρσαι καὶ Μῆδοι καὶ Βαβυλώνιοι, καὶ ὁ παμμιηὴς δὲ τῶν ἄλλων πολεμίων ὄχλος, οἳ θηρῶν ἀγρίων ὀλίγα διενεγκεῖν νοοῖντ᾿ ἂν εἰκότως, διά τοι τὸ μιαιφόνον
τοῦ τρόποι. καὶ μέντοι πτηνὰ διὰ τὴν ὀξύτητα τοῦ δρόμου· ἑρπετὰ δὲ, ὅτι δεινοὶ καὶ παμμόχθηροι καὶ δριμεῖς εἰς πονηρίαν. οὗτοι τοῦ Ἰσραὴλ ἐν ταῖς τῆς Σαμαρείας πόλεσιν ἀπικελεισμένου κατεδηδόκασι πάντα τὰ ἐν τοῖς 147 ἀγροῖς,οὐδὲν τῶν ἐκτόπων ἐῶντες ἀνεπιτήδευτον. ἀλλ᾿
ὅταν, φησὶν, ἐξελῶ τὰ ὀνόματα τῶν εἰδώλων αὐτῶν ἀπὸ τῆς γῆς, τότε καὶ διαθήκην εἰρήνης διαθήσομαι αὐιτοῖς πρὸς ἅπαν ὠμὸν καὶ βάρβαρον γένος. ἀργήσει γὰρ ἤδη τὰ παρ᾿ 148 ἐχθρπῶν, καὶ πολέμου καὶ δειμάτων μενοῦσιν ἀπείρατοι. Συντρίψω γὰρ τόξον καὶ ῥομφαίαν, ὃ δὴ καὶ εἰς πέρας ἱστορικῶς 149 ἐνηεγμένον εὑρήσομεν. ἐπειδὴ γὰρ τὴν κατὰ πάντων ἀρχὴν οἱ περιφνανέστατοι τῶν Ῥωμαίων ἔλαχον στρατηγοὶ, πεποίηνται δὲ ὑπὸ χεῖρα τὴν ὑπ᾿ οὐρανὸν, θεοῦ τὴν δόξαν
αὐτοῖς οἰκονομικῶς προσνέμοντος, Πέρσαι μὲν μόνης τῆς ἰδίας πεφροντίκασιν ἀρχῆς, κατέληξαν δὲ καὶ τῶν ἄλλων βαρβάρων αἱ κατὰ χωρῶν τε καὶ πόλεων ἐπιδρομαί. καὶ διαμέμνηται σαφῶς τοῦ τοιοῦδε πράγματος ὁ μακάριος 150 Ἡσαΐας λέγων “Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν
“εἰς ἄροτα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ 151 “ἄρῃ ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι “πολεμεῖν.” ὡς γὰρ ἤδη γεγονότες ὑφ᾿ ἕνα ζυγὸν, ἐτράποντο μᾶλλον εἰς ἐπωφελῆ φιλεργίαν καὶ τῇ γεωργίᾳ χρήσιμα τὰ τοῦ πολέμου σκεύη μετέπλαττον. ἔσται τοίνυν
εἰρήνν, φησὶ, καὶ οἱ πάλαι δεινοὶ πεπαύσονται φόβοι, θεοῦ κατευνάζοντος, καὶ τοῖς ἐξ εἰρήνης ἀγαθοῖς κατευφραίνοντος τοὺς ἀγπῶτας αὐτόν.
τινὲς θῆρες κπονηροῖ καὶ τὰ τῶν ὀρνέων σαρκοφαγεῖν εἰωθότα καὶ μὴν καὶ οἱ παγχάλεποι δράκοντες ἀπώλλυον ἡμᾶς αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις. ἐπειδὴ δὲ ἐν Χριστῷ τὸν φύσει Θεὸν ἐγνώκαμεν, καὶ ἀπενιψάμεθα διὰ πίστεως καὶ τῆς ἀρχαίας ἀπάτης τὰ ἐγκλήματα, τότε καὶ
153 σεσώσμεθα, καὶ εἰλήθαμεν ἐξουσίαν “πατεῖν λἐπάνω ὄφεων 154 καὶ ἐπέβημεν ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, πεπατήκαμεν δὲ λέοντά τε καὶ δράκοντα χριστοῦ προασπίζοντος, καὶ ἀνικήρῳ 155 δυνάμει τοὺς ἰδίους περιτειχίζοντος, καὶ εἰρήνην ἡμῖν τὴν 156 ἰδίαν ἑέντος εἰς νοῦν. “Εἰρήνην γάρ Φησι τὴν ἐμὴν δίδωμι 157 ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.” γράφει δὲ καὶ ὁ Παῦλος “Καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν 158
“φρουρήσει τὰς δαρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν.”
ἀιῶνα.
τῆς ἐπ᾿ ἀγαθοῖς ἐλπίδος, ὡς ἀσφαλῆ καὶ ἐρηρεισμένην καὶ ἀκλόνητον ἔχειν τὴν εὐθυμίαν. ἐμαυτῷ γάρ σε μνηστεύοἱονεὶ, 159 καὶ τοῦτο εἰς τὸν αἰῶνα. καὶ τί δὴ τοῦτό ἐστιν; οἱονεὶ γάρ πως ἐμνηστεύετο τὸν ἀρχαῖον Ἰσραὴλ. ἤτοι τὴν τῶν Ἰουδαίων Συναγωγὴν, καὶ πρὸς οἰκειότητα κέκληκε τὴν
διὰ νόμου φημῖ, διακονοῦντος Μωυσέως καὶ μεσολαβούντων 160 ἀγγέλων. ἀλλ᾿ ἦν τῆς μνηστείας ὁ τρόπος οὐ διηνεκὴς, οὔτε μὴν εἰς τὸν αἰῶνα, πολλοῦ γε καὶ δεῖ· οὐ γὰρ ἔμελλον οἱ τύποι κρατήσειν διὰ παντὸς, καὶ τὰ “μέχρι καιροῦ 161 “διορθώσεως ἐπικείμενα·” κατὰ δέ γε τὸν τῆς διορθώσεως 162
καιρὸν, τουτέστι, τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἕτερος τῆς μνηστείας ἀναπέξανται τρόπος, διηνεκὴς καὶ ἀσάλευτος, καὶ πολὺ τοῦ πρώτου λαμπρότερος, καὶ τῆς σκιᾶς ἐν ἀμείνοσιν. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἕδνον ὥσπερ τι τῇ νύμφῃ τῆς σαρκικῆς δουλείας τὴν ἀπόθεσιν ἐχαρίζετο,
καὶ διὰ σκιᾶς καὶ τύπων ἐκάλει πρὸς ἀποάθαρσιν τὴν πνευματικήν. πλὴν ἐμέτρει καιρὸν τῇ μνηστείᾳ· οὐ γὰρ 163 ἄμεμπτος ἡ πρώτη, κατὰ τὴν τοῦ Παύλου φωνὴν, οὔτε μὴν b ἀγήρως ἦν καὶ ἀφανισμοῦ μακράν. ταύτῃτοι καὶ τῆς δευτέρας ἐζητεῖτο τόπος, τουτέστι, τῆς νέας, τῆς διὰ Χριστοῦ 164 Φημὶ δωπεᾶς τε καὶ χάριτος, οὐ πρόσκαιρον ἡμῖν, οὐδὲ σαρκικὴν εἰσκμιζούσης ἐλευθερίαν. καταγράθει γὰρ ἐν 165 τέκνοις Θεοῦ, καὶ ‘’ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος’’ ἐπιδαψι- λεύεται, καὶ κιηνεκεῖς ὁρίζει νόμους. καὶ γοῦν πρὸς αὐτὸν ὁ 166 Θεῖος ἔφη που Δαυείδ ‘’Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν
‘’ αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια·’’ ἀναθανδὸν οἶμαί που δηλῶν, ὅτι οὔτε εἰς τὸν αἰῶνα μένει τὰ ἐν νόμῳ, μεταστη- σομένης τῆς σκιᾶς εἰς ἀλήθειαν, οὔτε μὲν τῆς ἀληθείας τὸ κάλλος ἐν τοῖς νομικοῖς γράμμασι καταθρήσαι τις ἄν· ἦν γὰρ, ὡς ἔθην, σκιὰ καὶ τύτος ὁ νόμος. μνηστεύεται τοίνυν
αὐτὴν, τὸν ἐν ἀρχαῖς τε καὶ πρῶτον ἀθετήσας γάμον. οὐ γὰρ ἱκανὸς ὁ νόμος συνάψαι Θεῷ τελείως τε καὶ καθαρῶς· πρόσιμεν δὲ αὐτῷ δἰ Υἱοῦ, καὶ τῶν δἰ αὐτοῦ Θεσπισμάτων, 167 τουτέστι τῶν εὐαγγελικῶν, ἅ καὶ πνευματικὴν ἔχει τὴν ἕνωσιν ἤτοι συνάθειαν· ἑνούμεθα γὰρ τῷ Θεῷ ἐν Πνεύματι,
168 καὶ τῆς Θείας αὐτοῦ Θύσεως πλυτοῦμεν τὴν μέθεξιν. εἰκὸς δέ τι καὶ ἕτεπον ἡμῖν ὑποθαίνειν ἀστείως τὸ μνηστεύσομαί σε ἐμαυτῷ· συνύσεις γὰρ ὧδε πάλιν. ἤ γὰρ τὸ ἐμαυτῷ Θηςὶν, ἀντὶ τοῦ δἰ ἐμαυτοῦ, οὐ, καθὰ καὶ πάλαι, μεσολα- βούντων ἀγγέλων, οὔτε μὴν διακόνου τινὸς εἰς τοῦτο
169 παρειλημμένου, κατὰ τὸν τοῦ Μωυσέως τρόπον. ‘’ Οὐ γὰρ 170 “ πρέσβυς, οὐκ ἄγγελος, κατὰ τὸ γεγραμμένον, ἀλλ’ αὐτὸς ὁ “ Κύριος, ‘’ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἄνθρωπος γεγονὼς καθ’ 171 ἡμᾶς, ἑαυτῷ παρέστησε τὴν ἐκκλησίαν, καὶ “τοὺς δύο “ λαοὺς ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ
“ ἀποκαταλλάσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πωεύματι πρὸς “ ἀποκαταλλέσων τοὺς ἀμθοτέρους ἐν ἑνὶ πνεύματι προς “ τὸν πατέρα,’’ κατὰ τὴν τοῦ μακαρίου Παύλου θωνήν.
Mωυσεῖ προσνενέμηκε τὴν μεμνηστευμένην, ἤτοι τὸν λαὸν, οὔπω τῆς οἰκειότητος ἀξιῶν τῆς πρὸς ἑαυτόν· οὐ γὰρ ἱκανὸς, ὡς ἔθην, ὁ νόμος ἤτοι Μωυςῆς, συνάψαι καθαρῶς τε καὶ ὁλοτρόπως Θεῷ· τετήρητο γὰρ ὡς κατορθωμάτων ἔριστον καὶ θεοπρεπὲς ἀληθῶς τῷ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων, του- 175
τέστι Χριστῷ, δἰ οὗ καὶ ἐν ᾧ πρὸς Θεὸν ἑνούμεθα. καὶ 176 γάρ ἐστιν “αὐτὸς ἡ εἰρήωη ἡμῶν,’’ κατὰ τὰς γραθὰς, ὁ 177 τὴν μεταξὺ κειμένην ἐξελὼν ἁμαρτίαν, καὶ καθαροὺς ἡμᾶς καὶ ἐκυενιμμένους καὶ ἡγιασμένους τῷ πνεύματι συνάψας ἑαυτῷ, καὶ δἰ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί.
καὶ ἐπιγνώςῃ τὸν κύρἲον.
ἐν δικαιοσύνῃ γὰρ ἔσται θηςὶ καὶ ἐν καίματι καὶ μέντοι καὶ ἐν ἐλεει καὶ ἐν οἰκτιρμοῖς. τίς οὖν ἄρα ἐστὶν ἡ δικαιο- σύνη, τί δὲ τὸ κρίμα, καὶ μὴν καὶ τὸ ἔλεος, εἰπεῖν, ὡς ἔοικεν, ἀναγκαῖον, οὐκοῦν πεπλεονεκτήμεθα μὲν οἱ τάλανες, διαρ- πάζοντος ἡμᾶς ὡς θηρὸς ἀγρίου τοῦ σατανᾶ, καὶ ἀποξέροντος
μὲν εἰς πλάνησιν, ἐνιέντος δὲ κατὰ τὸ αὐτῷ δοκοῦν τοῖς τῆς 178 ἀμαρτίας βόθοις, οὐδὲν ἑαυτοῖς ἐπαμύνειν ἰσχύοντας. παγ- χάλεπος γὰρ καὶ βιαιότατος ἀληθῶς καὶ ἀνθρωποκτόνος ὁ Θήρ. ἐπειδὴ δὲ εἰς τοῦτο ταλαιπωρίας κατεκομέσθη τὰ 179 ἀνθρώπινα, συχνὰς ἐποιοῦντο τὰς λιτὰς πρὸς τὸν ἐπαμύνειν δυνάμενον οἱ μακάριοι προξῆται, καὶ τὸ κοινὸν τῆς ἀνθρω- πότητος μονονουχὶ προσωπεῖον ἑαυτοῖς περιπλάττοντες, συλλήπτορα καὶ ἐπαρωγὸν ἐξ οὐρανῶν ἀθικέσθαι παρε- 180 κάλουν τὸν Υἱόν. ἔθη γοῦν ὁ θεσπέσιος Δαυείδ, “Ἀνάστα
181 “ ὁ Θεὸς, κρίνον τὴν γῆν·’’ καὶ πάλιν “ Ὁ Θεὸς, ἐν τῷ “ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς “ με.’’ ἔκρινε τοίνυν ἐν δικαιοσύνῃ ὁ Θεὸς, καὶ σέσωκε μὲν τοὺς ἠδικημένους, τὸν δὲ μιαιθόνον καὶ ἀλιτήριον ἀπεσόβησε στανᾶν, καὶ τῆς καθ’ ἡμῶν ἀπεώσατο πλεονεξίας, καὶ τὴν
ἀλαζόνα καὶ οὐκ εὐάντητον τῶν δαιμονίων καθεῖλεν ἀρχήν. καὶ τοῦτο ἡμῖν τὸ μυστήριον αὐτὸς δἰ ἑαυτοῦ διεσάθει 182 λέγων, ὅτε τὸν ἡπὲρ τῆς ἁπάντων ζωῆς ἔμελλεν ἀνατλῆναι 183 σταυρόν “Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων “ τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ
“ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν,’’ καὶ οὐ δήπου Φαμὲν, ὅτι κρίσιν ἔθη τοῦ κόσμου τούτου γενήσεσθαι παρ’ αὐτοῦ κατὰ τὸν τὴς ἐπιδημίας καιρόν. ὡς γὰρ αὐτὸς ἔφη πάλιν, 184 “ Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ “ τὸν κόσμον, ἐλλ’ ἵνα σωθῇ ὁ κόσμος δἰ αὐτοῦ.’’ κρίσιν δὲ
185 εἶναί φησι τὴν ὀρθὴν καὶ ἀμώμητον οἱονεὶ διαδικασίαν. δε- δίκακε γὰρ, ὡς ἔφην, ὀρθῶς καὶ θεοπρεπῶς ἡμῖν τε κἀκείνῳ. καὶ σέσωκε μὲν ἡμᾶς, ἑλκύσας πρὸς ἑαυτόν· ἐκβέβληκε δὲ τῆς καθ’ ἡμῶν τυραννίκος τὸν πλεονεκτοῦτά τε καὶ διολ- λύντα ποικίλως. σεσώσμεθα δὴ οὖν ἐλεοῦντός τε ἡμᾶς καὶ
186 κατοικτείροντος Θεοῦ. δεδικαιώμεθα γὰρ. “Oὐκ ἐξ ἔργων “δικαιοσύνης ἅ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ “ ἔλεος,’’ καθὰ γέγραπται· κεκλήμεθά τε πρὸς οἰκειότητα 187 τὴν πνευματικὴν διὰ πίστεως· κεκλημένοι τε οὕτω, τὸν φύσει 188 Θεὸν ἐγνώκαμεν, ταύτῃτοι, φησὶ, καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον. Οὐκοῦν προεισβέβηκεν ἡ πίστις, πεπλουτήκαμεν δὲ οὕτως καὶ τὸ εἰδέναι Χριστόν. καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ πρός τινας εἰρημέν “ἐὰν γὰρ μὴ 189
πιστεύσητε, οὐδ᾿ οὐ μὴ συνῆτε.” ὅτι δὲ τὸ συνιέναι λαμπρῶς Τὸ Χριστοῦ μυστήριον τῆς εἰς αἰῶνα ζωῆς περιποιεῖται τὴν Μέθεξιν τοῖς ἑλεῖν ἀξίοις, πληροφορήσει λέγων αὐτὸς ὁ Υἱὸς Πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν “Αὕτη δέ ἐστιν 190 “ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωςί σε τὸν μόνον ἀληθινὸν Θεὸν,
Οὐρανῷ, καὶ ὁ οὐρανὸς ἐπακούσεται τῇ Γῇ, καὶ ἡ γῆ ἑπακούσεται
Τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται Τῷ Ἰεσράελ.
αἰνιγματωδῶς ὑποφαίνει. ὑετῶν γὰρ ἀφθονίαν ἔσεσθαί φησιν, αὐτοῦ κατανεύοντος· τοῦτο γὰρ οἶμαί ἐστι τὸ ἐπακούσομαι τῷ οὐρανῷ· καὶ μὴν καὶ ἐν γῇ κάτω, τοὺς ὅτι μάλιστα χρειωδεστάτους καὶ ἀναγκαίους ἡμῖν ἐκδοθήσεσθαι καρπούς. Θεοῦ γὰρ δίχα καὶ βουλῆς τῆς ἄνωθεν, οὔτ᾿ ἂν 192
αὐτὸς ὕοι ποτε τοῖς ἐπὶ γῆς ὁ οὐρανὸς, οὔτ᾿ ἂν ἡ γῆ τὸν οἰκεῖον κατὰ καιροὺς ἀναφύοι καρπόν. καὶ τοῦτο εἰδὼς ὁ 193 194 προφήτης Ἱερεμίας, ἐλιπάρει λέγων “Μὴ ἔστιν ἐν εἰδώλοις “τῶν ἐθνῶν ὑετίζων; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν “αὐτοῦ, οὐχὶ σὺ εἶ ὁ Θεός; καὶ ὑπομενοῦμέν σε, ὅτι σὺ “ἐποίησας ταῦτα πάντα.” κατανεύοντος γὰρ, ὡς ἔφην, τοῦ δημιουργοῦ, καὶ ἁπλοῦντος τὴν χεῖρα τοῖς ἐπὶ τῆς γῆς, ὑετοῦ
μὲν ἔσται δοτὴρ ὁ οὐρανὸς, καρπῶν δὲ τῶν ἀναγκαίων μητὴνρ 195 ὁμοῦ καὶ τροφὸς ἡ γῆ. Ἐπακούσομαι τοίνυν φηςὶ τῷ οὐρανῷ, ἀντὶ τοῦ, κατανεύσω καθεῖναι τοῖς ἐπὶ τῆς γῆς ὑετούς· οὗ δὴ γεγονότος, ἐπακούσεται καὶ αὐτὴ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, τουτέστιν, ἀμφιλαφῆ τοῖς οἰκοῦσιν
αὐτὴν ἐκδώσει καρπὸν, οὐδενὸς ἐκλελοιπότος τῶν ὅσα ἐστὶν ἀναγκαῖα καὶ ζωαρκῆ.
θεομάχος ὁ Ἰσραὴλ, ὁ ἀμπελὼν Κυρίου Σαβαὼθ, “τὸ 196 “νεόφυτον τὸ ἠγαπημένον,” ἐνετέλλετο ταῖς νεφέλαις ὁ Θεὸς τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. νεφέλας δὲ νοητέον τὰς ἁγίας κα]λογικὰς δυνάμεις, τὰς ἄνωθεν καὶ ἐξ οὐρανῶν, δι᾿ ὧν ἂν γένοιτο πρὸς ἡμᾶς ὁ τῆς παρακλήσεως λόγος,
197 δῆλον δὲ ὅτι παρὰ Θεοῦ. πνεύματα γάρ εἰσι λειτουργικὰ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, ἄνω τε καὶ κάτω διαθέοντα, καὶ “ἀποστελλόμενα πρὸς διακονίαν, διὰ τοὺς “μέλλοντας κληρονομεῖν σωτηρίαν.” ἐπειδὴ δὲ παρῴχηκεν ὁ τῆς δίκης καιρὸς, σέσωσται διὰ πίστεως ὁ πάλαι κυριοκτόνος,
198 κτόνος, παρεδέχθη λοιπὸν ἐν δικαιοςύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέῳ καὶ οἰκτιρμοῖς, καθῆκεν αὐτῷ τὰς ἄνωθεν εὐλογίας ὁ πάντα πᾶσι πλουσίως διανέμων Θεός. ἐνετείλατο 199 γὰρ ταῖς νεφέλαις καθεῖναι τὸν ὑετὸν, τὴν εἰς νοῦν καὶ καρδίαν παράκλησίν φημι. πλὴν ὅτι καὶ αὐτὴ τῶν ἀγγέλων ἡ φύσις οὐδὲν μὲν ἴδιον ἔχει, πλουτεῖ δὲ πάντα παρὰ Θεοῦ, δεδίδαχεν εἰπών ἐπακούσομαι τῷ οὐρανῷ, τουτέστι, πλήρη
τῶν παρ᾿ ἐμοῦ ποιήσω τὸν οὐρανὸν, ἤτοι τοὺς ὄντας ἐν οὐρανῷ, λογικὰς δηλονότι καὶ ἁγίας δυνάμεις, ὥστε δύνασθαι 200 καὶ αὐτὰς παρακαλεῖν τοὺς ἠλεημένους, καὶ τότε δὴ πάντως ἐπακούσεται ἡ γῆ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον· ἀντὶ τοῦ, καρτοφορήσουσιν οἱ ἐπὶ τῆς γῆς ἐλπίδα τὴν ἐπὶ ζωῇ
καὶ εὐφροςύνῃ καὶ ἰλαρότητι. καὶ ζωῆς μὲν τύπος ὁ σῖτος, οἶνος γεμὴν εὐφροςύνης, ἱλαρότητος δὲ καὶ εὐεξίας τὸ ἔλαιον· ἔνεστι γὰρ δὴ τοῖς πεπιστευκόσιν ἐλπὶς ἀγαθὴ, βεβαία τε 201 καὶ ἐρηρεισμένη. καὶ ἀποφοιτᾷ μέν τις τῆς φαυλότητος, ἐφίεται δὲ παντὸς ἀγαθοῦ, καὶ τοῖς τοῦ Σωτῆρος ζυγοῖς ὑποφέρει
τὸν αὐχένα, καλῇ καὶ ἀναμφιβόλῳ καὶ ἀληθεῖ δὴ πάντως ἐλπίδι τρεφόμενος τῆς εἰς τὸ μέλλον ζωῆς, καὶ ἵνα τοῖς ἄλλοις ἁγίοις ἀναμὶξ εὐφραίνηται, καὶ ἱλαρωτάτην ἔχῃ τὴν καρδίαν. ἔφη γάρ που περὶ τῶν ἁγίων ὁ προφήτης Ἡσαΐας, ὅτι “Καὶ “εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ κεφαλῆς
“αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροςύνη καταλήψεται 202 “αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.” οὐκοῦν ἐν ἐλπίδι ζωῆς τε καὶ ἱλαρότητος, καὶ μέντοι καὶ εὐφροςύνης, ταῖς ἄνωθεν παρακλήσεσιν, ἤτοι τοῖς νοητοῖς ὑετοῖς ὑπακούσεται πάντως ἡ γῆ, τουτέστιν, οἱ τὴν γῆν οἰκοῦντες ἄνθρωποι.
ὅτι δὲ καὶ εἰς δόξαν ἔσται Χριστοῦ τῆς τῶν ἁγίων ζωῆς ὁ καρπός· “Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες 203 “μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι 204 “καὶ ἐγερθέντι·” διαμεμήνυκεν εἰπών καὶ αὐτὰ ἐπακούσεται τῷ Ἰεσράελ· αὐτῷ γὰρ, ὡς ἔφην, καρποφορήσομεν, αὐτῷ
τὴν ἰδίαν ἐποφείλοντες ζωήν. εἴρηται δὲ πλειστάκις, ὅτι τὸ 205 Ἰεσράελ ἑρμηνεύεται σπορὰ Θεοῦ, καὶ τοῦτό ἐστιν ὁ Υἱὸς, ὡς ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν καὶ ἀποῤῥήτως γεγεννημένος, κἂν εἰ λαλοῖτο τὸ πρᾶγμα σωματικῶς.
αὐτὸς ἐρεῖ Κύριος ὁ Θεός μου εἶ σύ.
ἀπρὶξ ᾑρημένην· ἀλλὰ τὸ ὅτι μάλιστα τῷ Θεῷ φίλον τε δοκοῦν, καὶ εὖ ἔχειν ὑπειλημμένον, κατορθοῦν ἑλομένην. οὐκοῦν ἐμαυτῷ κατασπερῶ· τὸν γὰρ ἐμὸν εἰσδέξεται σπόρον 207 ἵνα νοῶμεν τὰ εὐαγγελικὰ θεσπίσματα, καὶ οὐκέτι τὸν διὰ Μωυσέως, καθὰ καὶ ἐν ἀρχαῖς· ἐγεωργεῖτο γὰρ πάλαι τοῖς
τύποις. ἤγουν τὸ ἐμαυτῷ καὶ καθ᾿ ἕτερον ἐκδέξῃ τρόπον. αὐτοῦργὸς γὰρ ἔσομαι, φησὶ, πρὸς τὴν ἐπ᾿ αὐτῇ φροντίδα, καὶ οἷόν τινα γῆν πίονά τε καὶ εὐήροτον, οὐ δι᾿ ἐτέρου τινὸς ἀλλ᾿ ἐμαυτοῦ κατασπερῶ. λελάληκε γὰρ ἡμῖν ὁ θεὸς καὶ 208 Πατὴρ ἐν Υἱῷ· καίτοι τοῖς πάλαι λαλήσας διὰ προφητῶν
ἁγίων “πολυμερῶς τε καὶ πολυτρόπως.” ληΐοις δὲ παρεικάζει τοῖς ἐν ἀγρῷ καὶ αὐτὸς ὁ Σωτὴρ τὴν ἀμέτρητον τῶν πεπιστευκότων πληθύν. καὶ γοῦν ἔφη τοῖς ἁγίοις 209 ἀποστόλοις, “Οὐχ ὑμεῖς λέγετε, ὅτι τετράμηνός ἐστι, καὶ “ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν Ἐπάρατε τοὺς ὀφθαλ-
“μοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν 210 “πρὸς θερισμὸν ἤδη· καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ “συνάγει κάρπον εἰς ζωὴν αἰώνιον·” καὶ αὖ ἐν ἑτέροις· “ὁ 211 “μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ “Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν 212
“αὐτοῦ. οὐκοῦν καθέντος ἡμῖν τὸν νοητὸν ὑετὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, γεγόναμεν “γῆ θελητή,” κατὰ 213 τὴν τοῦ προφήτου φωνή. ἔσπειρε γὰρ ἡμᾶς ἑαυτῷ, κεχρημάτικέ τε “Θεοῦ γεώργιον” ὁ Ἰσραήλ. ἐλεήσει γὰρ τὴν 214 Οὐκ ἠλεημένην, καὶ τόν ποτε Οὐ λαὸν ὀνομάσει λαόν. καὶ
αὐτὸς δὲ τῆς ἀρχαίας καταλήγων πλάνης, τὸν ἀληθῆ Θεὸν ἐπιγνώσεται, καὶ ἐρεῖ Θεός μου εἶ σὺ, καίτοι πάλαι βοῶν ἐξ ἀμετρήτου φρενοβλαβείας, “Ἡμεῖς οἴδαμεν ὅτις Μωυσεῖ 215 “λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.” οὐκοῦν ἀγνοήσαντες τὸν Υἱὸν, οὐδὲ αὐτὸν ᾔδεσαν τὸν Πατέρα· e
καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ “Εἰ ἐμὲ ᾔδειτε, καὶ 216 “τὸν Πατέρα μου ἂν ᾔδειτε.” ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν, καὶ ὡμολογήκασι τὸν Υἱὸν, τεθέανται λοιπὸν δι᾿ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. ἀληθὲς γὰρ, ὅτι καθά φησιν ὁ σοφὸς Ἰωάννης “Ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν 217
“Πατέρα ἔχει· ὁ δὲ ὁμολογῶν τὸν Υἱὸν, ὁμολογεῖ καὶ τὸν “Πατέρα.”
καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.
μάλα ἑτοίμως ἰοῦσα πρὸς πλάνησιν, καὶ δαμάλεσι μὲν λατρεύουσα ταῖς χρυσαῖς, προσκυνοῦσα δὲ καὶ θύουσα τῷ 222 Βάαλ, ἤτοι τῷ Βεελφεγὼρ, πόρνῃ παρεικάζοιτο, καὶ λίαν εἰκότως, οἱονείπως ἐκκειμένη παντὶ πονηρῷ καὶ ἀκαθάρτῳ πνεύματι, τὰς ἰδίας ἡδονὰς ἀποπληροῦν ἐθέλοντι· προσεδέχοντο
γὰρ καὶ τῶν περιοίκων καὶ ὁμοχώρων ἐθνῶν τὰ σεβάσματα, κατὰ τὸ ἑκάστῳ δοκοῦν, ἀνοσίως καὶ ἀβασανίστως. ἀλλ᾿ ἐκείνη μὲν ὡς ἑτοίμως ἰοῦσα πρὸς ἀπόστασιν ἐκολάζετο δικαίως, πεμπομένη πρὸς αἰχμαλωσίαν καὶ ὑπὸ πόδας πίπτουσα τῶν ἐχθρῶν· καθίστη γε
μὴν ἐναργὲς τῷ προφήτῃ Θεὸς?, ὅτι κατὰ τὸν καιρὸν τῆς 223 τοῦ Ἰεσράελ ἡμέρας, τῆς ὡς ἀληθῶς μεγάλης, ἀναβήσονται ἐκ τῆς γῆς, τουτέστι, τῆς τῶν ἀλλοφύλων άποδραμοῦνται χώρας, τοῦτο δὲ ἦν αἰνιγματωδῶς ὑποφῆναι πάλιν, ὅτι πεπαύσονται τοῦ εἶναι ξένοι καὶ ἐπήλυτοι, μᾶλλον δὲ δορίληπτοι,
καὶ τὴν ἀλλοτρίαν οἰκοῦντες οὐκ ἐλευθέρως. ἐκήρυσσε
γὰρ ὁ Σωτὴρ “αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς “ἀνάβλεψιν,” κατὰ τὴν τοῦ προφήτου φωνήν. ὅτι δὲ καὶ εἰσδεχθήσονται διὰ πίστεως ἐν ἐλέει καὶ οἰκτιρμοῖς, κεκλήσονταί 224 τε λαὸς θεοῦ, καὶ μὴν καὶ ἠλεημένοι, διαμεμήνυκεν
ἐναργῶς. μετὰ γάρ τοι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, καὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, σεσωσται μὲν τὸ κατάλειμμα· πεπιστεύκασι γὰρ οὐκ εὐαρίθμητοι τῶν 225 “πρὸς θερισμὸν ἤδη· καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ “συνάγει κάρπον εἰς ζωὴν αἰώνιον·” καὶ αὖ ἐν ἑτέροις· “ὁ 226 “μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ “Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν 227
“αὐτοῦ. οὐκοῦν καθέντος ἡμῖν τὸν νοητὸν ὑετὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, γεγόναμεν “γῆ θελητή,” κατὰ 228 τὴν τοῦ προφήτου φωνή. ἔσπειρε γὰρ ἡμᾶς ἑαυτῷ, κεχρημάτικέ τε “Θεοῦ γεώργιον” ὁ Ἰσραήλ. ἐλεήσει γὰρ τὴν 229 Οὐκ ἠλεημένην, καὶ τόν ποτε Οὐ λαὸν ὀνομάσει λαόν. καὶ
αὐτὸς δὲ τῆς ἀρχαίας καταλήγων πλάνης, τὸν ἀληθῆ Θεὸν ἐπιγνώσεται, καὶ ἐρεῖ Θεός μου εἶ σὺ, καίτοι πάλαι βοῶν ἐξ ἀμετρήτου φρενοβλαβείας, “Ἡμεῖς οἴδαμεν ὅτις Μωυσεῖ 230 “λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.” οὐκοῦν ἀγνοήσαντες τὸν Υἱὸν, οὐδὲ αὐτὸν ᾔδεσαν τὸν Πατέρα· e
καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ “Εἰ ἐμὲ ᾔδειτε, καὶ 231 “τὸν Πατέρα μου ἂν ᾔδειτε.” ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν, καὶ ὡμολογήκασι τὸν Υἱὸν, τεθέανται λοιπὸν δι᾿ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. ἀληθὲς γὰρ, ὅτι καθά φησιν ὁ σοφὸς Ἰωάννης “Ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν 232
“Πατέρα ἔχει· ὁ δὲ ὁμολογῶν τὸν Υἱὸν, ὁμολογεῖ καὶ τὸν “Πατέρα.”
καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.
Φαρισαίοις, “Ἐδίδασκον γὰρ διδασκαλίας, ἐντάλματα ἐν- 237 σκον γὰρ διδασκαλίας, ἐντάλματα ἀν- “θρώπων.” ὥσπερ οὖν τῇ πόρνῃ συνῆν ὁ προφήτης, εἰς τύπον Θεοῦ τῆς τοῦ Ἰσραὴλ ἀνεχομένου πορνείας, καὶ κολάζοντος μὲν συμμέτρως εἰς ἐπιστροὴν, ἀνακομίζοντος δὲ πρὸς ἐπίγνωσιν· τὸν αὐτὸν οἶμαι τρόπον καὶ διὰ τῶν
προκειμένων μορφοῦται πάλιν ἡμῖν ἀστείως τὸ μυστήριον. εἰς τύπον γὰρ ὁ προφήτης Θεοῦ παραδέχεται μὲν τὴν μοικαλίδα καὶ ἀγαπῶσαν τὰ πονηρά. περιθάλπει δὲ ὥσπερ, ταῖς ἐπαγγελίαις καὶ ἀγαθαῖς ἐλπίσι καταπιαίνων εὐ μάλα, πίπτειν οὐκ ἐᾷ πρὸς ἀπόγνωσιν. ὅτι γὰρ ἐν τούτοις ὅλον 238
ἐστὶ τὸ μυστήριον, παρέδειξεν εἰπὼν τῷ προφήτῃ Θεὸς οὕτως· ἀγάπησον τὴν μοιχαλίδα καὶ ἀγαπῶσαν τὰ πονηρὰ, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραήλ· καὶ αὐτοὶ ἀποβλέπουσι πρὸς θεοὺς ἀλλοτρίους, καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων. καίτοι γάρ φησι καὶ ἀπειθεῖν ἑλομένους, καὶ
τοῖς ψευδωνύμοις θεοῖς ἀπονέμοντας τὴν ἀγάπησιν, καὶ αὐτοῖς τὰ θυμήρη πληροῦν ἐθέλοντας, ἐξ ἐμφύτου χρηστότητος 239 ἀγαπᾷ ὁ Θεὸς, “Ὃς πάντας ἀνθρώπου θέλει “σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἀληθείας ἐλθεῖν.” δίδωσι δέ πως ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος ἐννοεῖν, ὅτι καὶ κατὰ τὸν τῆς
ἐπιδημίας καιρὸν ἦσάν που τάχα παρὰ τοῖς Ἰουδαίοις ἐπαμφοτερίζοντες ἔτι πολλοὶ, καὶ οὔτε τοῖς διὰ Μωυσέως ἀντάλμασι προσκείμενοι καθαρῶς, οὔτε μὴν εἰσάπαν ἀπηλλαγμένοι τῶν τῆς πλανήσεως ῥύπων, ἀποβλέποντες δὲ μᾶλλον καὶ εἰς θεοὺς ἀλλοτρίους, οἷς καὶ πεμματα προσῆγον 240
μετὰ σταφίδων, πόπανά που τάχα, καὶ μελιττούτας. προσε- 241 κόμιζον γὰρ εἰς θυσίαν τοῖς δαίμοσι τὰ τοιάδε πέμματα, καὶ μάρτυς ἡ πεῖρα.
καὶ νέβελ οἴνου, καὶ εἶπα πρὸν αὐτήν ἡμέρας πολλὰς καθήσῃ ἐπ᾿ ἐμοί, καὶ οὐ μὴ πορνεύσῆς οὐδ᾿ οὐ μὴ ζένῆ ἀνδρὶ ἑτέρῳ,
καὶ ἐζὼ ἐπὶ σοί.
ὁρᾶν, ἐπ᾿ αὐτῇ καὶ αὐτὸς ἔσεσθαι, τουτέστιν, οἰκειώσασθαι 243 γαμικῶς, καὶ ἓν ἔσεσθαι πρὸς αὐτὴν, “Ἔσονται γάρ φησιν “οἱ δύο εἰς σάρκα μίαν.” καὶ τί τὸ αἴνιγμα; τὴν τῶν Ἰουδαίων πληθὺν, τὴν ἀπειθῆ καὶ κυριοκτόνον, τὴν μοιχαλίδα καὶ βέβηλον μετὰ τὸ ἀναφοιτῆσαι χριοτὸν εἰς τοὺς οὐρανοὺς
καθίζει Θεὸς, ἄνανδρον μέν· πλὴν εἰ μὴ πορνεύσειεν ἔτι, 244 τουτέστιν, εἰ μὴ βαδίζοι πάλιν πρὸς τὸ δεῖν ἑλέσθαι τιμᾶν θεοὺς ἀλλοτρίους, ἑαυτῷ συνάψειν κατὰ καιροὺς ἐπαγγέλλεται, τῆς τῶν ἐθνῶν δηλονότι πληθύος προεισκεκριμένης. τέθειντο γὰρ εἰς νῶτον οἱ ἐξ Ἰσραήλ, τουτέστι, παρακολύθημα
καὶ ὀπίσω καὶ ἐν τοῖς ἐσχάτοις. ἐπιτήρει δὲ, ὅπως σύνοδος μὲν γαμικὴ τῷ προφήτῃ πρὸς τὴν μοιχαλίδα καὶ πονηρὰν οὐ γέγονεν ὅλως, ὑπόσχεσις δὲ τοῦ πράγματος μετὰ πολλὰς ἡημέρας, εἰ μὴ ἀνδρὶ γένοιτο πάλιν ἑτέρῳ, τουτέστιν, εἰ ἀπόσχοιτο τῶν τῆς νοητῆς πορνείας ἐγκλημάτων
245 καὶ μολυσμῶν. εἰσδέξεται γὰρ, ὡς ἔφην, κατὰ καιρεύς τὴν μοιχαλίδα πληθὺν ὁ ἐξ οὐρανοῦ νυμθίος οὐ λατρεύσασαν 246 εἰδώλοις. μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, μόνοις ἐστὶ τοῖς διὰ Μωυσέως προσκείμενος νόμοις ὁ Ἰσραὴλ σαθρῶς μέντοι λίαν καὶ κατημελημένως, πλὴν οὐκ ἀπονένευκεν εἰς τὸ ἑλέσθαι τιμᾶν τὰς τῶν δαιμονίων ψευδολατρείας. ἀλλὰ
τίς ὁ τρόπος τῆς ζωῆς τῇ μεμοιχευμένῃ καὶ περιμενούσῃ 247 κατὰ καιροὺς τοῦ προφήτου τὴν κοινωνίαν; ἢ ποῖα γέγονεν αὐτῇ τὰ μισθώματ; πεντεκαίδεκά φησιν ἀργυρίου καὶ γομὸρ κριθῶν καὶ νέβελ οἴνου. διατετέλεκε γὰρ ὁ Ἰσραὴλ τὸν μεταξὺ τῆς ἐσχάτης αὐτοῦ κλήσεως χρόνον, ἀδοκίμῳ τρεφόμενος
λόγῳ, καὶ διδασκαλίαις προσέχων ταῖς μυθικαῖς καὶ γραοπρεπέσιν ἀληθῶς ταῖς τῶν ἰδίων καθηγητῶν· γέγονε δὲ αὐτῷ κτηνοπρεπὴς ὁ βίος, καὶ ὁ νοῦς ἐν μέθῃ καὶ σκότῳ. τύπος δ᾿ ἂν εἴη καὶ μάλα σαφὴς, λόγου μὲν διδασκαλικοῦ 248
εἰρημένον, “Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον,” καὶ κατὰ τὴν τοῦ 249 Σωτῆρος φωνὴν τῷ πονηρῷ καὶ ὀκνηρῷ δούλῳ δικαίως ἐπιτιμῶντος καὶ λέγοντος “Ἔδει σε βαλεῖν τὸ ἀργύριόν 250 “μου τοῖς τραπεζίταις.” οὐκοῦν τὸ ἀργύριον εἰς τὸν τῶν διδασκόντων ἐκδέξῃ λόγον.
ἐν ἡμίσει γνώσεως τῆς ἱστορίας τὸ πάχος. σύμβολον δὲ τελειότητος ὁ δέκα ἐστὶν ἀριθμὸς, παντέλειος ὢν, κατά γε τὸ 252 “Ἔσο ἐπάνω δέκα πόλεων,” καὶ τὸ “Ὧ μὲν ἔδωκε δέκα τά- “λαντα·” τοῦ δὲ μὴ οὕτως ἔχοντος, νοοῖτ᾿ ἂν ὁ πέντε· καὶ γὰρ, ὡς ἔφην, ἐν ἡμίσει τῶν δέκα. ἢ καὶ καθ᾿ ἕτερον τρόπον τοῖς 253 254 εἰρημένοις προσβαλεῖς. ὁ δέκα καὶ πέντε ἀριθμὸς περιεκτικός ἐστι τῶν ἑπτὰ, καὶ μέντοι καὶ τῶν ὀκτώ. σημαίνεται δέ πως ἀεὶ παρά γε τῇ θεοπνεύστῳ γραφῇ, διὰ μὲν τοῦ ἑπτὰ σύμπας ὁ τοῦ νόμου καιρὸς μέχρι τῶν ἁγίων προφητῶν, διὰ τὸν ἐν ἑβδόμῃ σαββατισμὸν, διὰ δὲ τοῦ ὀκτὼ πάλιν ὁ τῆς νέας
διαθήκης, καθ᾿ ἢν ἡ ἀνάστασις τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, γενομένη κατὰ τὴν ὀγδόην. καὶ τοῦτο οἶμαι δηλοῦν 255 τὸ αἰνιγματωδῶς εἰρημένον, “Δὸς μερίδα τοῖς ἑπτὰ, καί γε “τοῖς ὀκτώ,” τουτέστι τόπον ἐχέτωσαν παρὰ σοὶ, νόμος τε 256 καὶ οἱ μετ᾿ αὐτὸν προφῆται, τὸν ἐν ἑβδόμῃ τιμῶντες σαββατισμόν·
ἐχέτωσαν δὲ καὶ οἱ ὀκτὼ, τουτέστιν οἱ μετὰ τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν Ἀπόστολί τε καὶ Εὐαγγελισταί. συμβαίνει δὲ τούτῳ καὶ τὸ διὰ φωνῆς προφήτου 257 πλαγίως ὑποδηλούμενον, “Καὶ ἐγερθήσονται ἐπ᾿ αὐτὸν ἑπτὰ “ποιμένες, καὶ ὀκτὼ δήγματα ἀνθρώπων.” ἐπιλάμψαντος
γὰρ ἡμῖν τοῦ Σωτῆρος ἡμῶν χριστοῦ, κατεξανέστησαν τρόπον τινὰ τοῦ παραλύσαντος ἡμᾶς σατανᾶ νομικά τε 258 καὶ προφητικὰ κηρύγματα, ἡ ἀποστολική τε παίδευσις. διὰ γάρ τοι τούτων κατεδήχθη τρόπον τινὰ καὶ σεσύληται. καὶ 259 κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν διηρπάσθη τὰ σκεύη αὐτοῦ,
τῆς ὑπ᾿ αὐτῷ δουλείας ἐκπεφοιτηκότων τῶν πεπλανημένων ποτὲ, καὶ τὸν φύσει καὶ ἀληθῶς θεὸν καὶ τῶν ὅλων δεσπότην ἐπεγνωκότων. οὐκοῦν ἐπανέστησαν μὲν αὐτῷ “ποιμένες ἐπιδημίας, καὶ οἱ μετὰ τὴν ὀγδόην, διὰ νομικῶν τε καὶ νέων
260 γραμμάτων καλοῦντες εἰς σωτηρίαν τοὺς πετλανημένους. Διατετέλεκε τοίνυν ὁ Ἰσραὴλ, ὡς ἔφην, ταῖς ἀδοκίμοις τῶν ἰδίων διδασκάλων φωναῖς, ἤτοι ψιλῷ τῷ νομικῷ τρεφόμενος γράμματι, καίτοι περιέχοντι καὶ τὰ τῆς ὀγδόης, τουτέστι, τὰ 261 Χριστοῦ μυστήρια. ὅτι δὲ καὶ κτηνοπρεπὴς ὁ βίος αὐτῷ, καὶ πρὸς μόνα τὰ σαρκικὰ διανένευκεν, ὑποφήνειεν ἂν εὗ μάλα, τὸ κριθὴν δεδόσθαι τῇ μοιχαλίδι πρὸς τροφήν. κτηνοπρεπὲς γὰρ τὸ ἔδεσμα, μέθης δ᾿ ἂν γένοιτο σημεῖον ὁ οἶνος.
εἴρηται δὲ πρὸς αὐτοὺς, “Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνὴτε· 262 “καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.” ταῦτα δέ ἐστι Μεθυόντων πάθη, καὶ κραιπαλούντων ἐγκλήματα, τὸ μήτε ὁρᾶν ὁρῶντας, μήτε ἀκούοντας συνιέναι δύνασθαί τι· πεπαχυμένην δὲ ὥσπερ, καὶ πωρώσεως μεμεστωμένην τὴν διάνοιαν
ἔχειν.
βασιλέως οὐδὲ ἄρχοντος, οὐκ οὔσης θυςίς οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας οὔτε δήλων. Καὶ μετὰ ταῦτα
ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραήλ καὶ ἐκζητήσουσιν Κύριον τὸν 263
Θεόν αὐτῶν καὶ Δαυεὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾿ ἐσχάτου τῶν ἡμερῶν.
οἴκοι μένειν ἡμέρας πολλὰς, ἄχρις ἂν ὁ προφήτης ἐπ᾿ αὐτῇ γένοιτο· γέγραπται γὰρ ὡδί· ὑποτύπωσις δὲ τὸ δρώμενον ἦν τοῦ κατὰ καιροὺς ὑπάρξειν μέλλοντος τῇ μεμοιχευμένῃ τῶν Ἰουδαίων Συναγωγῇ. ἐπεδὴ γὰρ ἐθελοντὴς τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ὑπομεμένηκε σταυρὸν ὁ Κύριος ἡμῶν 264
Ἰησοῦς ὁ Χριστὸς, ἐμπαρινηςάντων αὐτῷ τῶν ἐξ Ἰσραὴλ, τότε δὴ τότε καταδῃωθείσης αὐτοῖς τῆς χώρας ᾤχοντο μὲν 265 266 ὥσπερ εἰς πάντα ἄνεμον· ἄπρακτοι δὲ καὶ εἰς δεῦρο περὶ τὸν νόμον εἰσὶν, ἐμπεπρησμένου μὲν τοῦ ἐν τοῖς Ἱεροσολύμοις ὄντος ναοῦ, περιῃρημένου τε τοῦ θυσιαστηρίου, καὶ ἀνῌρημένης θυσίας, καὶ ἀργούσης ἱερωσύνης, καὶ δήλων οὐχ 267 ὁρωμένων. οὐ γὰρ ὄντος ἀρχιερέως ἱεροπρεπῶς ἐσταλμένου
κατὰ τὸν νόμον, πῶς ἦν ἔτι δήλους ἰδεῖν; τί δὲ καὶ οἱ δῆλοι νομισθεῖεν ἂν, οἶδε μὲν ἴσως ὁ φιλομαθὴς, ὑπομνῆσαι δὲ διὰ βραχέων οὐκ ἀκερδές.
268 “Καὶ ποιήσεις λόγιον κρίσεως ἔργον ὑφαντοῦ, σπιθαμῆς “τὸ μῆκος, καὶ σπιθαμῆς τὸ εὖρος· τετράγωνος ἔσται.” εἶτα προστέταχεν ἐξ ὀνόματος τῶν φυλῶν δυοκαίδεκα 269 τῷ τεχνιτεύματι σοφῶς καὶ ἐντέχνως ὑφαίνεσθαι λίθους· δύο γεμὴν ἑτέρους μεταξὺ τῶν ἄλλων, οἷς ἦν ὀνόματα,
270 ἡ δήλωσις καὶ ἡ ἀλήθεια. εἶτα τοῦτο τὸ λόγιον τῆς 271 κρίσεως ἐκ τῆς ἐπωμίδος χρυσαῖς ἀπῃώρητο σειραῖς· ἐπενήχετό 272 τε τῷ στέρνῳ τοῦ ἀρχιερέως, καὶ ἦσαν εἰς τύπον 273 τοῦ Ἐμμανουὴλ ἡ δήλωσις καὶ ἡ ἀλήθεια. πάντα γὰρ ἃ ἤκουσε παρὰ τοῦ Πατρὸς, ἀπήγγειλεν ἡμῖν. καὶ δεδήλωκε
τὸ θέλημα τοῦ γεννήσαντος αὐτὸν· καὶ κατέστησεν ἐναργῆ τῆς σωτηρίας τὴν ὁδόν. ὅτι δὲ ἐστὶ καὶ 274 ἀλήθεια, πῶς ἂν ἐνδοιάσειέ τις, αὐτοῦ λέγοντος ἐναργῶς 275 “Ἐγώ εἰμι ἡ ἀλήθεια;” διὰ τοῦτο καὶ αὐτῇ τῇ τοῦ ἀρχιερέως ἐπεκρέματο καρδίᾳ, μονονουχὶ βοῶντος τοῦ τύπου
καὶ ἀναφανδὸν ἀνακεκραγότος, ὅτι τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, τὴν ἀλήθειαν καὶ τὴν δήλωσιν, εἰς νοῦν καὶ καρδίαν τὸ ἱερὸν ἕξει γένος. ἤγουν ὅτι πᾶσά πως ἀνάγκη, τοὺς ἱερουργοὺς ἀεὶ μεμνῆσθαι Χριστοῦ, καὶ ἐνοικοῦντα φέρειν διὰ τοῦ Πνεύματος· οἶκος δὲ αὐτοῦ νοῦς καθαρὸς,
276 καὶ καρδία διεσμηγμένη. Καθεδοῦνται δὴ οὖν ἡμέρας πολλὰς οἱ υἱοὶ Ἰσραήλ φησι βασιλέως οὐκ ὄντος οὐδὲ ἄρχοντος, 277 τουτέστιν ἀβαςίλευτοι καὶ ἀνεπίστητοι. οὔτε γὰρ βασιλεύσουσιν οἱ ἐκ φυλῆς Ἰούδα, οὔτε μὴν οἱ κατὰ νόμον
προεδρεύσουσιν ἄρχοντες, τουτέστιν, οἱ ἱερεῖς. ἀλλ᾿ οὐδὲ ἔσται φηςὶ θυσιαστήριον ἢ θυσία, ἱερωσύνη τε καὶ δῆλοι. πλὴν οὐκ ἐν τούτοις διαπαντὸς, οὐδὲ ἀπόπεμπτος ὁλοτρόπως ὁ Ἰσραὴλ ἔσται· κεκλήσεται γὰρ κατὰ καιροὺς, καὶ ἐπιστρέψει διὰ πίστεως, καὶ ἐπιγνώσεται τὸν τῶν ὅλων Θεὸν,
καὶ οὺν αὐτῷ τὸν Δαυεὶδ, τουτέστι, τὸν ἐκ σπέρματος 278 Δαυεὶδ τὸ κατὰ σάρκα Χριστὸν, τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον. τότε δὴ τότε καὶ καταπλαγήσονται τῆς φιλοτιμίας τὸ μέγεθος, καὶ τὴν ἡμερότητος ἀμέτρητον χάριν. Συμμεθέξουσι γὰρ τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης ἐλπίδος,
καὶ ταῖς τῶν πεπιστευκότων ἀγέλαις ἀναμὶξ, ἐν νομῇ ἀγαθῇ Cf. 279 καὶ ἐν τόπῳ πίονι νεμηθήσονται. καιρὸς γὰρ αὐτοῖς τῆς οὕτω λαμπρᾶς καὶ ἀξιαγάστου χάριτος ὁ τελευταῖος καὶ ἐν ἐσχάτοις, καὶ ἐν Χριστῷ, δι᾿ οὗ καὶ μεθ᾿ οὗ τῷ Θεῷ καὶ 280 Πατρὶ ἡ δόξα σὺν τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν 281 αἰώνων, Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.