ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
12 καὶ Ἰωάθαμ καὶ Ἅχαξ καὶ Ἐξεκίου, βασιλέων Ἰcύδα, 3 καὶ ἡμέραις Ἰεροβοαμ υἱοῦ Ἰωὰς βασιλέως ε Ἰσραήλ. καὶ ὁ χρόνος τῆς προφητείας μέχρι τούτου νοεῖται λαβὼν τὴν παράτασιν. χρὴ δὲ οἶμαι τὰ ἐφ’ ἑκάστῳ λοιπὸν ἀφηγεῖσθαι σαφῶς, ὡς ἃν ἔχωμεν ἐννοεῖν, καθάπερ ἤδη προεῖπον,
ὁποῖοί τινες οἱ τοιοίδε γεγόνασι, πότερον ἀγαθοί τε καὶ εὖνοι πρὸς Θεὸν, ἤγουν ἀπονενευκότες ἐπὶ τὸ μὴ οὕτως ἔχον· καὶ τίνα τὰ ἐφ’ ἑκάστοις συμβεβηκότα, τοῖς τε ἐν τῆ Σαμαρείᾳ, 3 καὶ τοῖς ἐν τοῖς Ἰεροσολύμοις. εἰσόμεθα γὰρ ὧδε, καὶ λίαν εὐκόλως, ὅποι περ ἂν βλέπῃ τῆς προφητείας ὁ σκοπός.
τελευταῖος μὲν οὖν ὠνόμασται Ἰεροβοὰμ ὁ τοῦ Ἰωὰς, βασιλεὺς 'Ισραήλ· 4 γέγονε δὲ πρὸ Ἀξαρίου, τοῦ καὶ ἰστέον δὲ, ὅτι ἕτερος ἡμῖν παρὰ τὸν πρῶτον ἐστὶν, ὃς ἐν καιροῖς γέγονε τῆς βασιλείας Ῥοβοὰμ, υἱοῦ Σολυμῶνος. πλὴν ἰσότροπος ἐκείνῳ καὶ εἰς ἀσέβειαν ἐμφερής. γέγραπ-
4 τᾶι γὰρ ὡδὶ περὶ αὐτοῦ “Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμα- “σίου υἱοῦ Ἰωὰς βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἰεροβοὰμ 5 “υἱὸς Ἰωὰς ωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ, τεσσαράκοντα καὶ “ἔτος. καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, οὐκ “ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς
“ἐξήμαρτε τὸν Ἰραήλ. ὁρᾷς, ὅπως ζηλωτὴς τῶν ἐκείνου 6 γέγονε τρόπων, τὴν ἴσην ὥσπερ ἁμαξιτὸν ἐρχόμενος, καὶ οἱονεὶ κατὰ πόδας τῆς ἐκείνου δυσσεβείας ἐλθών; εἶτα, τί φησι τὸ γράμμα τὸ ἱερόν; “Én ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ 7 “τοῦ Ἱεροβοὰμ βασιλέως Ἱσραὴλ, ἐβασίλευσεν Ἁξαρίας
“υἱὸς Ἀμασίου βασιλέως Ἰούδα, ὃς ἑκκαίδεκα ἐτῶν ἦν, ἐν 8 “τῶ βασιλεύειν αὐτόν, καὶ δύο καὶ πεντήκοντα ἕτη “ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ “Ἱεχελία ἐξ Ἱερουσαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφ- “θαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀμασίας ὁ
“πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς “ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. καὶ ἥψατο κύριος “τοῦ βασιλέως, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου “αὐτοῦ.” Εὐσεβὴς μὲν καὶ φιλόθεος ὁ Ὀξίας, πλὴν οὐχ ὁλοτρόπως. οὐ γὰρ περιεῖλε τὰ ὑψηλὰ, φησὶν, ἀλλ’ ἐθυμἱων 9
ἐν αὐτοῖς καὶ τοῖς δαιμονίοις προσῆγον θυσίας οἱ πλανώμενοι. εἶτα παρενεχθεὶς Ἀξαρίας, ἤγουν ὁ Ὀξίας, εἰς ἐκτόπους ἐννοίας, ᾠήθη πρέπειν τῆ τῆς βασιλείας δόξῃ καὶ τὸ χρῆναι πληροῦν τὰ νενομισμένα τῷ Θεῷ, καὶ λειτουργίας ἀντέχεσθαι τῆς ἱερᾶς· καὶ δὴ καὶ τέθυκε δι’ ἑαυτοῦ, τῶν διὰ
Μωυσέως ἀλογήσας νόμων. ἐπειδὴ δὲ ἀναβέβηκεν εἰς τὴν οὐδαμόθεν αὐτῷ πρέπουσαν λειτουργίαν, φημὶ δὴ τὴν ἱερὰν, 10 “Ἤψατο, φησὶ, κύριος αὐτοῦ, καὶ ἦν λελεπρωμένος ἕως 11 “ἡμέρας θανάτου. ἀκάθαρτος μὲν οὖν κατὰ νόμους ὁ λεπρός, καὶ ἀπεπέμποντο τῆς παρεμβολῆς οἱ τῷ τοιῷδε
πάθει κατειλημμένοι. ἔφη γάρ ποτε Θεὸς πρὸς τὸν ἱεροφάντην Μωυσέα “Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποσ- 12 “τειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ γονορρυῆ, “καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ.” ἐπετιμᾶτο δὲ τῇ νόσῳ, τετολμηκὼς ἃ μὴ θέμις, καὶ ἀτιμίαν τοῦ βασιλέως κατεψηφίσατο
Θεὸς τὴν ἱερὰν ἁρπάσαντος δόξαν.
ἐκτόπως τὴν βέβηλον εἰδωλολατρείαν. ἤδη τοίνυν εἰκοστὸν καὶ ὄγδοον ἔτος ἐν τῷ βασιλεύειν ἔχοντος Ὀξίου, τοῦ καὶ 15 Ἀξαρίου, Ἀξαρίας ἕτερος, [τοῦ] Ἱεροβοὰμ, βεβασίλευκεν ἐπὶ τὸν Ἰαραὴλ μῆνας ἕξ. ἐπειδὴ δὲ καὶ αὐτὸς ἐν ὁδῷ πεπόρευται τοῦ πατρὸς, καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς
κυρίου, δέδοταί τισι τῶν οἰκείων εἰς σφαγὴν, καὶ δὴ καὶ διόλλυται. προἰ·όντος δὲ τοῦ καιροῦ λοιπὸν, ἐν ἔτει τρια- 16 κοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας Ὀξίου, χρίεται πάλιν ἐπὶ τὸν 17 Ἰσραὴλ ὁ Σελούμ, καὶ βεβασίλευκε μηνὸς ἡμέρας· ἀνῇ- 18 ρηται γὰρ εὐθὺς ὑπὸ Μαναῒμ τ υἱοῦ Γαξῆ τοῦ ἐκ Θερσίν. ἐπεσημήνατο δὲ τὸ γράμμα τὸ ἱερὸν, ὅτι γεγόνασιν υἱοὶ, καὶ 19 ἐξ αἵματος ἦσαν ἀμφότεροι τοῦ Ἰηοῦ, ὃς ἀπέκτεινε τὸν Αχαὰβ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν Ἰεξάβελ, ᾧ καὶ ὑπέ- 20 σχετο σχέτο ὁ Θεὸς, λέγων “γίοὶ τέταρτοι καθήσονται ἐπὶ τοῦ “θρόνου σου.” βεβᾶσί λεῦκε τοίνυν ὁ Μαναΐμ ἐπὶ τὸν
21 Ἰσραὴλ, ἀπεκτονὼς τὸν Σελούμ. “καὶ ἐποίησε, φησὶ, τὸ “πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν “πονηρὸν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ.” βασιλεύοντος δὲ αὐτοῦ, φημὶ δὴ τοῦ Μαναΐμ, καὶ Θεῷ 22 προσκρούοντος, διὰ τὸ προ[σ]κεῖσθαι λίαν ταῖς τῶν εἰδώλων
προσκρούοντος, καταστρατεύεται τῆς Σαμαρείας Θούλας 23 βασιλεὺς Ἀσσυρίων· ὃν ἀμύνασθαι τοῖς ὅπλοις οὐκ ἔχων ὁ Μαναΐμ, πολλοῖς ἀναπείθει χρήμασιν ἀποφοιτῆσαι τῆς γῆς, καὶ λῦσαι τὴν μάχην. ἐπειδὴ δὲ τετελεύτηκεν ὁ 24 Μαναῒμ, ε ἐν ἔτει λοιπὸν πεντηκοστῷ καὶ δευτέρῳ τῆς βασιλείας Ὀξίου χρίεται πάλιν ἐπὶ μὲν τὸν Ἰούδαν ἐν Ἰεροσολύμοις Ἰωάθαμ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, περὶ οὗ γέγραπται, ὅτι “ Ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου, 25
“κατὰ πάντα ὅσα ἐποίησεν Ὀξίας ὁ πατὴρ αὐτοῦ· πλὴν “τὰ ὑψηλὰ οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν “τοῖς ὑψηλοῖς.” ἐπὶ δέ γε τὸν Ἰσραὴλ Φακέας υἱὸς τοῦ Μαναΐμ. “ βεβασίλευκε δὲ, φησὶν, ἔτη δύο, καὶ ἐποίησε 26 “τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου. εἶτα συνεστράφη, 27
“φησὶν, ἐπ’ αὐτὸν Φακεὲ υἱὸς τοῦ Ῥομελίου ὁ τριστάτης “αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ, καὶ βεβασίλευκεν “ἀντ’ αὐτοῦ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐποίησε τὸ πονηρὸν ἐν “ὀφθαλμοῖς κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἀμαρτιῶν 28 “τιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ.
Αὐτοῦ βασιλεύοντος ἀνέβη Θεγλαφαλασὰρ βασιλεὺς Ἀσσυρίων, ὃς πᾶσαν ἑλὼν κατὰ κράτος τὴν Σαμάρειαν, ἀπῴκισε τὸν Ἰσραὴλ εἰς Ἀσσυρίους. τετελεύτηκε δὲ καὶ ὁ Φακεὲ, συστροφὴν ἐπ’ αὐτὸν ποιήσαντος Ὠσηὲ τοῦ υἱοῦ Ἠλὰ, ὃς 29 καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ, ἐν ἕτει εἰκοστῷ Ἰωάθαμ υἱοῦ
Ἀξαρίου. ἀλλ’ “Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶν, ἤρξατο 30 “κύριος ἐξαποστέλλειν ἐν Ἰούδα τὸν Ῥαασὼν βασιλέα “Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου.” ἀνόπιν ἡμῖν ἐν 31 τούτοις ὁ λόγος ἔρχεται· ἔφαμεν γὰρ, ὅτι τετελεύτηκεν ὁ Φακεὲ, Ὠσηὲ τοῦ υἱοῦ Ἠλὰ σύστρεμμα καὶ ἐπιβουλὴν ἐπ’
αὐτόν τινα ποιησαμένου· πλὴν ἐν χρόνοις αὐτοῦ γεγονὸς εἰς μέσον ἄγει διήγημα. “Ἥρξατο γὰρ, φησὶ, κύριος ἐν “ταῖς ἡμέραις ἐκείναις ἐξαποστέλλειν ἐν Ἰούδα τὸν Ῥαασὼν “βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου῍”
ὄντας τοὺς Ἱεροσολυμίτας. ἐπειδὴ δὲ δεινὴν καὶ ἄθραυστον ἐθεᾶτο τὴν ἀντίστασιν, ἀναπείθει τὸν Ῥαασὼν τὸν βασιλέα e 32 τῶν Σύρων σύνοπλον αὐτῷ γενέσθαι καὶ συλλήπτορα, καὶ συνεκπολιορκῆσαι τὴν Ἱερουσλήμ. συνεστηκότος δὴ οὖν τοῦ πολέμου, τετελεύτηκε μὲν Ἰωάθαμ ὁ υἱὸς Ἀξαρίου. διαδέχεται δὲ τὴν βασιλείαν Ἅχαξ ὁ υἱὸς αὐτοῦ, πονηρὸς ὣν 33 ἄγαν καὶ εἰδωλολάτρης, καὶ καταμεθύων οὕτω πρὸς πλά πλάνησιν
νῆσιν εἰδωλομανη, ὡς καὶ ’τον ἴδιον υἱὸν διαγαγεῖν ἐν πυρὶ, καὶ πρὸς πᾶν ὁτιοῦν ἀπονεῦσαι τῶν ἐκτόπων, καὶ θυμιᾷν “ἐν τοῖς ὑψηλοῖς καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, 34 κατὰ τὸ γεγραμμένον. τεθορυβημένος δὴ οὖν ὁ Ἄχαξ, 35 πάντα συνενεγκὼν τὸν πλοῦτον τὸν εὑρεθέντα ἐν οἴκῳ
κυρίου, ἀποστέλλει δι’ ἀγγέλων πρὸς Θεγλαφαλασὰρ βασιλέα Ἀσσυρίων, καὶ σώζεσθαι δι’ αὐτοῦ παρεκάλει. ὁπλίξεται 36 τοίνυν Ἀσσύριος κατὰ τῆς Ῥααὼν βασιλείας, καὶ δέχεται μὲν τὴν Δαμασκὸν, ἥ ἐστι μητρόπολις τῆς Συρίας, 37 ἀναιρεῖ δὲ τὸν Ῥαασών. εἶτα κάτεισιν Ἅχαξ ἐκ τῶν
Ἱεροσολύμων εἰς Δαμασκὸν, ὀψόμενος τὸν Ἀσσύριον. ἐν δὲ τοῖς τῶν εἰδώλων τεμένεσι θυσιαστήριον ἑωρακὼς, καινοπρεῆ 38 τινα καὶ ἀήθη κατασκευὴν ἔχον, καὶ ἡσθεὶς ἐπ’ αὐτῷ λίαν, ἐκτύπωμα λαβὼν, ἀποστέλλει πρὸς Οὐρίαν τὸν ἱερέα ἐν τοῖς Ἱεροσολύμοις, καὶ δὴ κατ’ αὐτὸ γενέσθαι προστέταχεν.
εἰσενεγκὼν δὲ ἐν οἴκῳ κυρίου, καὶ μονονουχὶ καὶ ἀτιμάσας τὸ κατὰ βούλησιν Θεοῦ διὰ Μωυσέως γεγενημένον, ἐπ’ αὐτῷ πληροῦν τὰ νενομισμένα προστέταχε· καὶ ἕτερα δὲ πρὸς τούτοις κεκαινούργηκεν ἐν τῷ ναῷ, κατὰ τὸ αὐτῷ δοκοῦν, ἀπερισκέπτως καὶ ἀπᾳδόντως Θεῷ. ἀλλὰ καὶ ἐν
τοῖς αὐτοῦ καιροῖς, ἔτι ζῶντος Ὡσηὲ υἱοῦ Ἠλὰ βασιλέως 39 Ἰσραὴλ, ἀνέβη Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὸν Ισραὴλ, ὃς καταδῃώσας τὴν Σαμάρειαν μετῴκισε τὸν Ισραὴλ ἐν ὄρεσι καὶ ποταμοῖς τῶν Μηδῶν· ἀπέκτεινε 40 δὲ καὶ αὐτὸν τὸν Ὠσηέ. καὶ διὰ ποίαν αἰτίαν; ὅτι μὴ
προσκεκόμικεν αὐτῷ τὸ μανααὰ, φησὶν, ὃ ἦν σύμβολον 41 ὑποταγῆς· ἐκάλει δὲ μᾶλλον εἰς ἐπικουρίαν τὸν Αἰγυπτίων τύραννον.
ἀνὴρ γέγονεν εὐσεβὴς, καὶ τῶν ὅτι μάλιστα δικαιοσύνης ἐπιμελομένων, ὡς ἀσύγκριτον ἔχειν παρὰ τοὺς ἄλλους τῆν’ ἐν τε 43 τούτῳ διαφοράν. “Αὐτὸς καθεῖλε τὰ ὑψηλὰ, καὶ τὰ ἄλση, 44 “ φησὶν, ἐξέκοψε· καὶ ἦν κύριος μετ’ αὐτοῦ. αὐτοῦ βασιλεύοντος ἀνέβη Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, ἐπὶ 45
τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυράς· καὶ πολιορκήσας, εἷλεν ἀμογητί. τότε καὶ ὁ Ῥαψάκης αὐτοῖς τοῖς Ἱεροσολύμοις 46 ἐπιπηδᾷ, καὶ ἀπύλωτον ἀνοιγνὺς κατὰ Θεοῦ τὸ στόμα, τὰς παμβλασφήμους ἐκείνας ἀνίει φωνάς· τότε καὶ πεπτώ- 47 κάσιν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα
πέντε χιλιάδες ἐν μιᾷ νυκτὶ, ἀγγέλου χειρὶ δαπανώμεναι. ταῦτα χρησίμως εἴρηται πρὸς τὸ παρόν· ἑκάστῳ γὰρ τῶν συμβεβηκότων ἐφαρμόσειεν εὐτέχνως τῆς προφητείας ὁ λόγος. ποτὲ μὲν γὰρ ἐπιτιμᾷ τοῖς ἐν Σαμαρείᾳ, ποτὲ δὲ τοῖς ἐν Ἱεροσολύμοις ἀπειλεῖ τὰς ἐφόδους· προαπαγγέλλει τὰς
αἰχμαλωσίας· προκαταμηνύει τὸν φόβον· ἐπαγγέλλεται τὴν ἐπικοῦ καλεῖ καλεῖ πρὸς ἐπιστροφήν· καὶ οὐδεὶς τῇ προφητείᾳ καταλέλειπται λόγος ἢ τρόπος τῶν ἀναγκαίων εἰς ὄνησιν, τοῖς τοτηνικάδε πεπλανημένοις. τοίνυν φησίν·
ἁγίοις εἰς νοῦν ἐνιεὶς τῶν ἐσομένων τὴν γνῶσιν, ὁ τῶν ὅλων 51 52 Θεός. καὶ γοῦν ὁ μακάριος φησὶ Δαυεἰδ “ Ἀκούσομαι τί “ λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ “ τὸν λαὸν αὐτοῦ·’ οὐδὲν δὲ ἧττον ἡμῖν καὶ ὁ μακάριος προφήτης Ζαχαρίας διὰ τῶν ἴσων ἔρχεται λόγων· ἔφη γὰρ· 53 “ καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί.” ἐν ἔθει γὰρ
ἦν τοῖς ἁγίοις προφήταις ἄγγελον ἀποκαλεῖν τὸν τοῦ Θεοῦ Λόγον, ὡς ἀπαγγέλλοντά τε αὐτοῖς καὶ ἐναργῆ καθιστῶντα τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρός. ἐπιμαρτυρήσει δὲ λέγων 54 καὶ ὁ προφήτης Ἡσαΐας περὶ αὐτοῦ “Ὅτι πάσαν στολὴ στολὴν 55 “ ἐπισυνηγμένην μένην δόλῳ, μετὰ κατ’ ἀλλαγῆς ἀποτίσουσι, καὶ
" θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι· ὅτι παιδίον “ ἐγεννήθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης “ βουλῆς ἄγγελος. ὅτι δὲ ἦν ἰσχνὴ καὶ ἀσυμφανὴς ἐν τοῖς ἁγίοις ἡ ἀποκάλυψις, καὶ οὐχὶ γλώττη καὶ ῥήμασι τοῖς κακ’ 56 ἡμᾶς ἐπιτελουμένη, πληροφορήσει γράφων ὁ Παῦλος “Ἥ
“ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;” οὐκοῦν τὸ ἐν Ὠσηὲ γενέσθαι τὸν τοῦ Θεοῦ λόγον, εἴη ἃν, ὡς ἔμοιγε πάρεστι νοεῖν, ἕτερον οὐδὲν τοῖς ἀκροωμένοις κατασημαίνοντος, 57 ἢ ὅτι γέγονεν ἀποκάλυψις ἐν Ὠσηὲ, καὶ τῶν ἐσομένων ἡ γνῶσις φωτὸς ἐνήστραψε δίκην, οὐ σώματος ὀφθαλμοὺς,
ἀλλὰ νοῦν καὶ καρδίαν καταλαμπρύνοντος. Τὸ δὲ δὴ φάναι πάλιν, Καὶ εἶπε Κύριος πρὸς Ὠσηὲ, πρὸς ἐννοίας ἧμας ἀποφέρει τοιαύτας. τὸ γὰρ τοι προστε- ταγμένον οὐ κοινὸν ἅπασι τοῖς ἐντευξομένοις ἦν, οὔτε μὴν προὔκειτο τοῖς ἐθέλοισιν ἀποπεραίνειν αὐτὸ κατὰ καιροὺς,
ἀλλ’ ἰδικῶς καὶ πρὸς μόνον εἴρητο τὸν Ὡσηέ. οὐ γὰρ, ὥς 58 περ ἐστὶ κοινὸν καὶ ἐπωφελὲς παράγγελμα, τὸ “ τάδε λέγει 59 “ Κύριος Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε,” οὕτως ἂν νοοῖτο καλόν τε καὶ ὀνησιφόρον τὸ λαβεῖν γυναῖκα πορνείας, καὶ
τέκνα πορνείας· ἀλλ’ ἐκεῖνο μὲν χρησίμως εἰς ἅπαντας 60 διήκοι ἄν· τοῦτο γεμὴν ἰδικῶς πρὸς μόνον ἃν πρέποι τὸν προφήτην λέγεσθαι π[α]ρ[ὰ] Θεοῦ. τοῦτο οἶμαι ἐστὶ, καὶ εἶπε πρὸς Ὠσηέ, ὅμοιον ὡς εἰ τυχὸν λέγοι, οὐ πρὸς πάντας ἁπλῶς ὁ τοιόςδε λόγος, ἀλλὰ πρὸς μόνον τὸν Ὠσηέ. οὐ
γὰρ ἔδει πρόφασιν αἰσχρᾶς τε καὶ φιληδόνου ζωῆς γενέσθαι 61 πολλοῖς, τὸ οἰκονομικῶς πρὸς ἕνα κατὰ καιροὺς εἰρημένον. Τι οὖν ἔφη Θεὸς πρὸς τὸν μακάριον Ὠσηέ ;
κὼ ἐπορεύθΗ καὶ ἔλαβε ὦι Γόμερ Θυγατέρα Δεβηλαΐμ, κα 62 συνέλαβε κω ἕτεκεν αὐτῶ υἶόν.
μὴ οὕτως πεπρᾶχθαι, μήτε μὴν παρειλῆφθαι πρὸς γάμον, ἤτοι σύνοδον γαμικὴν, τὴν Γόμερ, ὅπου καὶ σύλληψιν γεγενῆσθαι φησὶ τὸ γράμμα τὸ ἱερὸν, καὶ μὴν καὶ ἀπότεξιν, μέμνηταί τε καὶ ὀνόματος τοῦ παιδίου, καὶ τὸν τοῦ γυναίου λέγει πατέρα, καὶ αὐτὸ δὲ πρὸς τούτοις τοῦ γυναίου τὸ ὄνομα.
ἐπειδὴ δὲ ἀναγκαῖον ἦν ὁμολογεῖν, τῇ τῶν πεπραγμένων ἀληθείᾳ συνειπεῖν ἑλομένοις, ὅτι ταῦθ’ οὕτως γέγονεν ἀληθῶς, φέρε τοὺς τῶν κατασκώπτειν εἰωθότων παραθέντες 64 λόγους, τότε λοιπὸν ἐπαγάγωμεν ἐπὶ καιροῦ τῆς οἰκονομίας τὴν ἀφήγησιν.
„ πατράσιν ἐπηγγελμένην ἁγίαν γῆν, φημὶ δὴ τὴν τῆς ἐπαγγελίας. „ ἀλλὰ καὶ ὁ προφήτης Ἱερεμίας ἤκουσε Θεοῦ λέγοντος 69 „ ἐναργῶς ’ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί „ ‘σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην „ ‘εἰς ἔθνη τέθεικά σε.’ πῶς οὖν οὐκ ἀξιάγαστοι,
70 „ φησὶν, οἱ καὶ τὴν οὕτω σεπτὴν καὶ παγκάλην διακονίαν „ παραιτούμενοι, καὶ τὴν μέλλησιν οὐκ ἀπαναινόμενοι ; ὁ μὲν 71 „ γὰρ ἔφασκε, ’ Δέομαι κύριε προχείρισαι ἄλλον δυνάμενον 72 „ ’ ὃν ἀποστελεῖς·’ ὁ δὲ τὴν νεότητα προισχόμενος, ἐκθυσωπεῖν „ ἐπειρᾶτο Θεόν. ἀλλὰ καὶ ὁ προφήτης, φησὶν, Ἰεξεκιὴλ
„ ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἄρτους ἑαυτῷ ποιῆσαι „ προστεταγμένος, δεδυσφόρηκεν οὐ μικρῶς, ἤκουσέ τε διὰ 73 „ τοῦτο, ’Ἴδου δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ βολβίτων 74 „ ‘ἀνθρωπίνων, καὶ ὀπτήσεις τοῖς ἄρτους σου ἐπ’ αὐτῶν. καὶ „ μὴν καὶ αὐτὸς ὁ θεσπέσιος Πέτρος, ὅτε τῆς ὀθόνης καθιεμένης
„ ἐξ οὐρανοῦ, ἐν ἧ πάντα ἐγέγραπτο τὰ τετράποδα καὶ 75 „ τὰ κτήνη, Θεοῦ λέγοντος ἤκουσεν ‘Ἀναστὰς, Πέτρε, θῦσον „ ‘καὶ φάγε, παρητεῖτο, φησὶν, οὕτω λέγων ‘Μηδαμῶς 76 „‘κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον· οὐδὲ „ ‘εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον,’ Ὠσηὲ δὲ
77 „ ἀκούσας ὅτι γυναίῳ συνάπτεσθαι δεῖ αἰσχρῷ καὶ πεπορνευμένῳ „ καὶ ἐπάρατον ἔχοντι ζωὴν, οὐ παραιτεῖται τὸ χρῆμα, „ οὐκ ὄκνον εἰσδέχεται, οὐ προσάγει τὴν ἱκετηρίαν, ἀνεῖσθαι „ παρακαλῶν· ἀλλ’ οἷά τις τῶν ἀσελγεστάτων προχειρότατα „ καὶ ἀμελλητὶ μονονουχὶ καὶ ἁρπάζει τὸ χρῆμα, τάχα που
„ τῆς εἰς τὸ γύναιον ἡδονῆς ἡττώμενος.” Εἶτα κατακλείων 78 εἰς ἀτοπίαν τοὺς λόγους, προσετίθει τούτοις ὀλίγα ἅττα καὶ ψυχρά. σκήπτεται μὲν γὰρ τῷ προφήτῃ συνηγορεῖν, καὶ πάλιν φησὶν, „ ὅτι πλείστην ὅσην ἂν ἐποιήσατο τὴν παραίτησιν, „ τῇσιν, εἰ σωματικὴν ἠπίστατο κοίνων ίαν προστάξαι Θεόν· 79
„ ἐπειδὴ δὲ ἦν πνευματικόν τι τὸ δρώμενον, ἐκ πολλῆς ἄγαν „ Φιλοθεΐας, μονονουχὶ καὶ αὐτόμολος ἐπὶ τὸ δρᾷν ἔρχεται τὸ „ κεκελευσμένον. ἄλλως τε, φησὶν, οὐκ ἃν ὁ τῆς ἐγκρατείας „ Θεὸς ἠθέλησέ τι γενέσθαι τοιοῦτον, ὡς ἄνδρα τοσοῦτον „ αἰσχραῖς οὕτως καὶ βδελυρωτάταις καταμιαίνεσθαι συμπλοκαῖς,
„ πλοκαῖς, ταῖς εἰς γυναῖκα φημὶ, καὶ τοῦτο μαχλῶσαν καὶ „ πεπορνευμένην. μεταπλάττων δὲ ὥσπερ τῆς ἱστορίας τὴν „ δύναμιν εἰς ἐννοίας πνευματικὰς, ἔφασκε μὲν εἶναι τὴν Γόμερ 80 „ εἰς τύπον ψυχῆς αἰσχρῶς καὶ ἀσέμνως διαζῆν ᾑρημένης· „ τὸν δέ γε προφήτην εἰκόνα πληροῦν τοῦ ἄνωθεν καὶ ἐξ
„ οὐρανοῦ, τουτέστι, τοῦ ἐκ Πατρὸς Θεοῦ Λόγου, ὃς ταῖς „ ἡμετέραις ψυχαῖς συναπτόμενος νοητῶς τὰ τῆς φιλαρέτου „ ζωῆς ἐνίησι απέρματα 1.”
θεσπίσμασιν ἀντιβλέψαι τετολμηκότες οὐκ ἔξω γεγόνασιν αἰτίας, σεσίγηκεν οὐκ ὀρθῶς. παραιτούμενον μὲν γὰρ ’τον ἱεροφάντην Μωυσέα, καὶ ὀκνοῦντα τὴν ἀποστολὴν, καὶ προϊσχόμενον τὴν βραδυγλωσσίαν, ὡς ἀσθενοῦντα περὶ τὴν πίστιν 85 ἥλεγχε Θεὸς, οὕτω λέγων “Τίς ἔδωκε στόμα ἀνθρώπῳ ;
86 “ καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν ; βλέποντα καὶ “ τυφλόν 5 οὐκ ἐγὼ κύριος ὁ Θεός ; καὶ νῦν πορεύου καὶ “ ἐγὼ ἀνοίξω τὸ στόμα σου· ἀναδυομένου δὲ μετὰ τοῦτο, 87 καὶ μέλλοντος ἔτι, " ὀργίσθη, φησὶ, κύριος ἐπὶ Μωυσῆν, καὶ εἶπεν “ οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ; ἐπίσταμαι
" ὅτι λαλῶν λαλήσει αὐτός σοι· ” Ἱερεμίου δὲ πάλιν προαλέστερον 88 εἰρηκότος, ὅτι Νεώτερος ἐγώ εἰμι, καὶ οὐκ ἐπίσταμαι 89 λαλεῖν, οὐδὲν ἧττον ὑπήντα Θεὸς, λέγων " Μῆ λέγε, ὅτι 90 " νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστελῶ σε, ’’ πορεύση, καὶ κατὰ πάντα ὅσα ἃν ἐντείλωμαί σοι, λαλή-
“ σεῖς. ” οὐ γὰρ ἦν ὅλως ἀκίνδυνον εἰπεῖν, ἤγουν ἐννοῆσαι μόνον, ὅτι λογισμοῦ τοῦ πρέποντος ἡ ὑπερτάτη βουλὴ διημάρτηκε, νεόν ἄνδρα καλοῦσα πρὸς προφητείαν. ὁμοίως ὁ θεσπέσιος Πέτρος ἤκουσε μὲν τῆς ὀθόνης καθιεμένης ἐξ 91 οὐρανοῦ " Ἀναστὰς, Πέτρε, θῦσον καὶ Φάγε.” ἐπειδὴ δὲ
92 Ἰουδαϊκῶς ἀνεκεκράγει τὸ, " Μηδαμῶς κύριε· ὅτι οὐδέποτε 93 " ἔφαγον κοινὸν ἢ ἀκάθαρτον,” ἐπετιμᾶτο παραχρῆμα, καὶ ὡς τοῖς θείοις σκέμμασιν ἀντιφέρεσθαι τολμῶν, ἤκουεν ἐναργῶς 94 “ Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. εἰ γὰρ καὶ ἐλέγχειν ἤθελεν ἠπίως ὁ τῶν ὅλων Θεὸς, καὶ οὐκ εὐθὺς ὡς
ἀντειρηκόσιν οὐ μετρίως ἐξεπικραίνετο, ἀλλ’ οὐκ ἔξω γέγονεν 95 αἰτίας αὐτοῖς ἡ παραίτησις. χρῆναι δέ φημι ταῖς ἄνωθεν ψήφοις ἀμελλητὶ νέμοντας τὸ ὀρθῶς καὶ ἀδιαβλήτως ἔχειν, ἀποπεραίνειν ἐπείγεσθαι τὸ κεκελευσμένον, κἂν εἰ μὴ σφόδρα τὸ χρῆμα ταῖς ἡμετέραις ἁνδάνῃ ψυχαῖς· οἷον τί φημι, προςτέταχε 96
τῷ Σαοὺλ ὁ τῶν ὅλων Θεὸς ἀποσφάξαι τὸν Ἀγάγ, ὡς ἀνόσια δεδρακότα κατὰ τῶν ἐξ Ἰσραὴλ. ἀλλ’ ᾠήθη τὸ χρηστὸν ἐπ’ αὐτῷ βουλεύεσθαι, καὶ φειδοῦς ἠξίου τὸν ταῖς ψήφοις καταδεδικασμένον. προσκρούει δὴ οὖν ταύτῃ τοι τῷ Θεῷ, καὶ μάλα. ἐκήδετο δὴ οὖν τοῦ τεθνάναι προστετγμένου,
μονονουχὶ διακεκραγὼς καὶ λέγων δι’ αὐτοῦ τοῦ πράγματος, ὅτι μὴ δικαίαν ἐπ’ αὐτῷ τὴν ψῆφον ἐποιεῖτο Θεός. ταύτης ἕνεκα τῆς αἰτίας ἐλυπεῖτο μὲν λίαν καὶ 97 συνηγανάκτει Θεῷ ὁ μακάριος Σαμουὴλ, καὶ ἀποσφάττει μὲν τὸν Ἀγὰγ αὐτὸς, ἐπιφωνῶν τὰς αἰτίας· “ Ἀνθ’ ὧν γὰρ, 98
“ φησὶν, ἠτέκνωσε γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκ- “ νωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου· προαπαγγέλλει δὲ τῷ Σαοὺλ, ὅτι καὶ τῆς βασιλείας ἐξωσθήσεται, καὶ πικρὰς τῆς παρακοῆς ἀποτίσει δίκας.
ἀφήγησιν, ἐν τῆ τρίτη γέγραπται τῶν βασιλειῶν, ὅτι κατεστρατεύετόλ ποτε τῶν ἐξ Ἰσραὴλ ὁ Ἅδερ, ὁ Σύρων ἡγοῦ μένος 100 ἤτοι βασιλεύς. ἀλύοντος δὲ οὐ μικρῶς τοῦ Ἀχαὰβ, ὃς ἦν βασιλεὺς Ἰσραὴλ, καὶ δεδιότος τὴν ἔφοδον, ἁλώσεσθαί τε οὐκ εἰς μακρὰν πανστρατιᾷ προσδοκήσαντος, ἐπηγγέλλετο διὰ
προφήτου Θεὸς, παραδώσειν αὐτῷ τὸν ἐχθρόν· εἶτα λαβὼν 101 ἐκεῖνος, ἠξίου φειδοῦς παρὰ τὸ δοκοῦν τῳ Θέῳ. καὶ τί μετὰ τοῦτο τὸ γράμμα τὸ ἱερόν ; “ καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν 102 “ τῶν προφητῶν εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου 103 “ Πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐ-
“ τόν. καὶ εἶπε πρὸς αὐτὸν Ἀνθ’ ὧν οὐκ ἤκουσας τῆς φωνῆς “ κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ, καὶ πατάξει σε λέων· “ καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν 104 " αὐτόν. καὶ εὑρίσκει ἄνθρωπον ἕτερον καὶ εἶπε, Πάταξον " δή με· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας, καὶ " συνέτριψε. καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ " βασιλεῖ Ἰσραὴλ ἐπὶ τῆς ὁδοῦ, καὶ κατεδήσατο τελαμῶνι " τοὺς ὀφθαλμοὺς αὐτοῦ.” μικρὰ δὲ ἅττα μεταξὺ προσλελαληκὼς
105 ὑποστρέφοντι Ἀχαὰβ, προσετίθει πάλιν “Τάδε " λέγει κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς " χειρός σου, καὶ ἔσται ἡ ψυχὴ σοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ, " καὶ ὁ λαὸς σοῦ ἀντὶ τοῦ λαοῦ αὐτοῦ. ἀκούεις ὅπως ὁ πατάξαι τὸν προφήτην παραιτούμενος ἐλεεινῶς ἀνῃρέθη,
δεινῷ θηρίῳ περιπεσών ; καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς ἢν εὐλαβείας καρπὸς τὸ μὴ καταπαίειν ἀποτολμᾷν ἅγιον καὶ προφήτην 5 ἀλλ’ ἦν ἐν λόγῳ Κυρίου, καὶ δυσδιάφυκτον 106 ἔγκλημα γέγονεν ἡ παρακοή. ἐφείσατο δὲ καὶ Ἀχαὰβ παραλόγως τοῦ Ἅδερ, καίτοι Θεοῦ διολλύναι προστεταχότος,
καὶ δέδοται αὐτὸς ἀντὶ τῆς ψυχῆς αὐτοῦ. οὐκοῦν ἀναγκαῖον ὄκνου τε δίχα καὶ μελλησμοῦ ἀποπεραίνεσθαι πρὸς ἡμῶν, ὅπερ ἂν ἁνδάνοι Θεῷ· τὸ δὲ ἕτερόν τι παρὰ τοῦτο δρᾷν ἢ καὶ ἑλέσθαι φρονεῖν ὑπεροψίας ἔγκλημα Φέρει. μόνον γὰρ οὐχὶ καὶ ἐπιτιμᾷν ἐγνώκασιν οἱ τοιοίδε λοιπὸν,
ὡς οὐκ ὀρθῶς ἕσθ' ὅτε βουλευομένῳ, Θεῷ.
108 ἁγίων ; πῶς οὖν ἀνῄρηκε Σαμουὴλ μὲν τὸν Ἀγάγ, 109 Ἠλιοὺ δὲ τοὺς προφήτας τοῦ Βάαλ καίτοι πολλοὺς ὄντας 110 τὸν ἀριθμόν ; τί δὲ, εἰπέ μοι, καὶ ὁ προφήτης Ἠσαΐς τὸν σάκκον ἐκ τῆς ὀσφύος περιελὼν, γυμνός τε καὶ ἀνυπόδετος περιθέων τὴν Ἱερουσαλήμ ; ἆρα γὰρ οὐχὶ τὸν ἐν τοιῷδε
111 γεγονότα σχήματι καταμωμήσαιτ’ ἄν τις εὐθὺς ὡς ἄσεμνον καὶ ἐξεστηκότα καὶ τὴν φρένα παρενηνεγμένον ; καὶ πῶς 112 τοῦτο ἀμφίβολον, εἴπερ ἐστὶν ἐπαίνου μεστὸν, τὸ ἐν κόσμῳ τῷ καθήκοντι πάντα πράττεσθαι πρὸς ἡμῶν ; Ἀλλ’ ἐρεῖς,
ὅτι τοῖς θείοις εἴκοντες νεύμασιν, ἔδρων τὰ τοιάδε τοτηνικάδε. τί δὲ, εἰπέ μοι, φρονεῖν ἄξιον περὶ τοῦ μακαρίου Ὠσηέ ; ἆρα γὰρ αὐτόκλητος πρὸς γυναῖκα πόρνην ἔρχεται, καὶ ποιεῖται σύνοικον τὴν οὕτως αἰσχρὰν, ἢ προστέτακται παρὰ Θεοῦ ; τεθαύμακα δὲ οὐδὲν ἧττον ἐκεῖνο τοῦ κατασκώπτειν 113
ἐθέλοντος τὰ ἐπ’ αὐτῷ γεγραμμένα, καὶ τῆς ἱστορίας τὸ ἀτερπὲς διασύρειν ἀποτολμήσαντος. ἀναιρῶν γὰρ τὸ χρῆμα διὰ τὸ ἄτοπον, διισχυριζόμενός τε καὶ μάλα σαφῶς, ὡς οὐ πόρνη γυναικὶ κεκοινώνηκεν ὁ προφήτης, ἀλλ’ ἐκπορνευσάσαις ψυχαῖς ὁ θεῖος ἔσθ’ ὅτε συνάπτεται Λόγος,
οὐ νενόηκε κατὰ τὸ εἰκὸς, οἵῳ περιπέπτωκεν ὕθλῳ. σεμνότερον γὰρ, ὡς ἕοικε, τὸν προφήτην εἶναι γοῦν βούλεται τοῦ παναγίου Θεοῦ. ἢ γὰρ οὐκ ἐν ἴσῳ λόγῳ φαίη τις ἂν, εἰπέ μοι, καὶ τὸ πονηρᾷ γυναικὶ τὸν προφήτην συνάπτεσθαι, καὶ τὸ ἀκαθάρτῳ ψυχῇ κοινωνεῖν ἑλέσθαι τὸν τοῦ Θεοῦ 114
Λόγον ; ἀλλ’ οἶμαι τὸ μεταξὺ παντελῶς οὐδέν. ἢ τοίνυν συναναιρούντων ἐκείνῳ καὶ τοῦτο διὰ τὸ ἄτοπον, ἤγουν ἐφιέντων κατόπιν τῆς θείας βουλῆς ἔρχεσθαι τὰ ἀνθρώπινα. χρῆναι δὲ οἶμαι καί τι τῶν εὐαγγελικῶν παραθεῖναι γραμμάτων. συνανεκλίθη τελώναις καὶ ἁμαρτωλοῖς ὁ
κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἀλλ’ ἐπῃτιῶντο πάλιν οἱ φιλεγκλήμονες Φαρισαῖοι, καὶ τοῖς ἁγίοις προσήεσαν μαθηταῖς ἀναφανδὸν, λέγοντες Διατί μετὰ ἀνθρώπων ἁμαρ- 115 “ τωλῶν ὁ διδάσκαλος ὑμῶν καὶ πίνει ; τι οὑν 116 πρὸς ταῦτα ὁ χριστός ; Οὐ χρείαν, φησὶν, ἔχουσιν οἱ
" ἰσχύοντες ἰατρῶν, ἀλλ’ οἱ κακῶς ἕχοντες.” ὅτι μὲν οὖν καὶ μεμολυσμένους καὶ ἐκνενιμμένους οὔπω τὴν ἁμαρτίαν ἐξ 117 ἀμετρήτου φιλανθρωπίας προσίεται Θεὸς, ἐνδοιάσῃ τις ἄν οὐδαμῶς. χρῆναι δὲ δεῖ μάλιστα τῆς κατὰ τὸν μακάριον Ὠσηὲ γενομένης ἱστορίας μὴ καθορίζειν τὸ ἀκαλλὲς γραφούσης ἡμῖν ἐφ’ ἑαυτῆς παγκάλως, ὅτι βδελυροῖς καὶ ἀκαθάρτοις 118 οὖσιν ἔτι, τὴν παρ’ ἑαυτοῦ πνευματικὴν κοινωνίαν
ὁ θεῖος ἡμῖν χαρίζεται Λόγος.
καὶ ὑπηρέτης τοῦ τύπου γινόμενος, ὃν αὐτὸν δὴ μάλα ἐροῦμεν, ἐν τοῖς σαρκικοῖς καὶ γεωδεστέροις διαμορφοῦντες, ὡς 119 ἔνι, τὰ πνευματικά. αἰτιῷτο δ’ ἂν οἶμαί τις οὐκ ἐν κόσμῳ λοιπὸν τὸν τοῦ προφήτου σκοπόν. τὸ γὰρ ἑλέσθαι γαμεῖν, καὶ γυναίῳ συνάπτεσθαι, καὶ τέκνων ἐρᾷν, ὁ τῆς θεοπνεύστου
γραφῆς οὐκ ἐξείργει λόγος· μᾶλλον δὲ μώμου καὶ διαβολῆς 120 ἀπαλλάττει πανταχοῦ· " τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη " ἀμίαντος, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐφεῖτο δὲ τοῖς ἐθέλουσι διαβιῶναι ὀρθῶς, καὶ τὸν ἐνάρετόν τε καὶ 121 εὐσεβῆ κατορθῶσαι βίον, κἂν εἰ τέκνων γλίχοιντο γονῆς.
διεβίω γὰρ οὕτως ὁ μακάριος Ἁβραάμ. γεγόνασι δὲ καὶ οἱ μετ’ αὐτὸν εὐδόκιμοι παρὰ Θεῷ. τί οὖν, εἰπέ μοι, τὸ ἄτοπον, ἢ πῶς ἂν ὅλως διαβεβλήσεται τὸ μὴ ἀνήνασθαι γάμον, Θεοῦ προστάττοντος γράφεσθαί τι τῶν πνευματικῶν καὶ ἀναγκαίων εἰς ὄνησιν τοῖς ἐντευξομένοις ἐν τοῖς σωματικοῖς
τε καὶ αἰσθητοῖς ; φαίην δ’ ἂν ἑγωγε καταδείσας οὐδὲν, ὅτι καὶ σέσωκεν ὁ προφήτης τὴν Γόμερ. γύναιον γὰρ τὸ οὕτως αἰσχρὸν καὶ πολύκοινον, ἑνὶ πέπεικεν ἀνδρὶ προσκεῖσθαι 122 μόνῳ, καὶ τὴν πάλαι καὶ αὐτὴν λυποῦσαν τὴν φύσιν· ὅτι μὴ τέκνων ὑπέκειτο γοναῖς, ἀλλὰ ταῖς τῶν προστυχόντων
ἡδυπαθείαις πωλοῦσα τὴν ὥραν, πέταυρον ἦν θανάτου, καὶ 123 θύρα καὶ ὁδὸς εἰς αὐτό που τὸ βαθὺ καὶ λοῖσθον καταφέρουσα σκότος· ἀποσχέσθαι πέπεικε τῶν οὕτω διεπτυσμένων ἐπ’ᾳσμάτων τε ἅμα καὶ ἐγχειρημάτων, καὶ τέκνων ἐποίει μητέρα σεμνήν. τὸ δὲ δὴ μὴ σφόδρα φροντίσαι τῶν κὰμ ἑαυτὸν,
ἐξανύσαι γεμὴν ἑλέσθαι μᾶλλον τὸ ἑτέρῳ χρήσιμον καὶ ἀναγκαῖον εἰς σωτηρίαν, ἁγιοπρεπὲς ἂν φαίνοιτο καὶ ἀξιὰγαστον 124 σπούδασμα. ἢ γὰρ οὐχ οὕτω καὶ ἐπαίνου παντὸς ἀξιώσομεν τὸν μακάριον προφήτη Ἡσαΐαν, εἰ τὸν χιτωνίσκον 125 ἀποδὺς, ὑπολυσάμενος δὲ καὶ τὰ σανδάλια, καὶ ὀλίγου
παντελῶς ἀξιώσας λόγου τὴν εὐκοσμίαν, περιεπάτει γυμνὸς, ἵνα τῆς ἐσομένης αἰχμαλωσίας τοῖς ἐξ Ἰσραὴλ παραδείξας τὸ σχῆμα, Θεῷ προσκεῖσθαι παρασκευάσῃ καὶ τὴν τῶν ἁμαρτιῶν ἀγαπῆσαι κατάληξιν ἀναπείσῃ λοιπόν ; τί δὲ, εἶπε μοι, καὶ ὁ σοφὸς ἡμῖν Παῦλος οὐκ ἔφασκεν ἐναργῶς 126
“ Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, 127 " ὕπερ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα; οὐχὶ δὲ καὶ “ τοῖς πᾶσι γενέσθαι τὰ πάντα φησὶν, ἵνα πάντως 128 " τινὰς σώσῃ, καὶ γεγονέναι μὲν τοῖς Ἰουδάιοις ὡς Ἰουδαῖος, “ τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὣν ἄνομος Θεῷ, ἀλλ’ ἔννομος
“ Χριστῷ, ἵνα σώσῃ τοὺς ἀνόμους ; ” καὶ τί ἔτι ταῦτα λέγω, τὸ ἔτι μεῖζον ἀφείς ; ὅτι καὶ αὐτὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα σώσῃ τὸ ἀνθρώπινον γένος, " οὐχ ἁρπαγμὸν ἡγή- 129 " σατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου 130 “ λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι
“ εὑρεθεὶς ὡς ἄνθρωπος, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρο- 131 νήσας.
χρησίμου τε καὶ ἀναγκαίου πράγματος ἕνεκα συνάπτεσθαι τῷ γυναίῳ προσέταττε Θεὸς, πεπληροφόρηκεν εὐθὺς, ταύτης 133 ἕνεκα τῆς αἰτίας ἐκεῖνα προστάξαι διαβεβαιούμενος. διότι φησὶν, ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ Κυρίου. καὶ οὐκ ἐσομένην πορνείαν τῆς γῆς, ἀλλὰ τὴν ἤδη 134 γεγενημένην, τῷ προφήτη φησί. καὶ γὰρ ἦσαν αἱ δαμάλεις εἰς Δὰν καὶ Βαιθήλ, καὶ τὰ τοῦ Βάαλ ἐγήγερτο τεμένη, καὶ
135 αἱ τελεταὶ τοῦ Ἰσραὴλ κατὰ πᾶσαν ἐπράττοντο τῶν Σαμαρειτῶν 136 τὴν χώραν. ἀδιαφορεῖ τοιγαροῦν κατὰ τοὺς χρόνους ἡ θεόπνευστος γραφὴ, ἢ καὶ, ὅπερ ἐστὶν ἀληθέστερον εἰπεῖν, οἱ ταύτην ἡμῖν διηρμηνευκότες· καθάπερ ἀμέλει καὶ αὐτὸ τὸ τοῦ Χροιστοῦ πρόσωπον διὰ τῆς Ἡσαΐου φωνῆς εἰσφέρεται
137 λέγον, " τὸν νῶτον μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας " μου εἰς ῥαπίσματα.” καὶ αὐτὸς δέ φησιν ὁ προφήτης περὶ 138 αὐτοῦ “ Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον " τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα 139 "αὐτοῦ· ἐν τῆ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ᾔρθη.” ὁρᾷς
ὅπως τὸ ἐσόμενον ἐν καιροῖς ὡς ἤδη γεγενημένον ὁ τῆς προφητείας ἡμῖν εἰσκεκόμικε λόγος ; οὐκοῦν τὸ, Ἐκπορνεύουσα ἐκπορνεύσει η γῆ, ἀντὶ του, πεπόρνευκεν η γῆ, νοητέον. πεπορνευκε δὲ τίνα τρόπον ; Ἀπὸ ὄπισθεν τοῦ Κύρου, τουτέστι, τὴν ἀκολούθησιν ἀθετήσασα, ἢν ἂν ποιοῖτό τις, ὡς πρὸς
140 Θεόν. γέγραπται γὰρ, ὅτι " Ὀπίσω τοῦ κυρίου πορεύσῃ,” 141 τουτέστιν, ἀκολουθήσεις ἀμεταστρεπτὶ τοῖς ἄνωθεν καὶ 142 παρὰ Θεοῦ νόμοις. πεπόρνευκε τοίνυν ἀπὸ ὄπισθεν τοῦ Κύρου, κατακολουθεῖν οὐκ ἀνεχομένη. γέγονε γὰρ ἀποστάτις καὶ βέβηλος, καὶ ταῖς τῶν εἰδώλων προστεθεῖσα
λατρείαις προσκέκρουκε τῷ Δεσπότῃ. ταύτης οὖν ἕνεκα τῆς αἰτίας συνάπτεται τῆ Γόμερ ὁ προφήτης Ὡσηὲ, ὅτι πεπόρνευκεν ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυροῦ. μυστικοῦ γὰρ, ὡς ἔφην, πράγματος τύπος ἂν νοοῖτο τὸ δρώμενον. εἶτα τέτοκεν ἡ Γόμερ.
143
καθ’ ἡμᾶς ἔκδοσις, τουτέστιν, ἡ τῶν ἑβδομήκοντα, Καὶ έκδικήσω, φησὶ, τὸ αἶμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰούδα. ἡ δὲ ἑτέρα φησί, καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰηοῦ. καὶ εἰ μὲν οὕτω νοεῖν ἕλοιντό τινες, ἱστορικωτέραν ἀνάγκη ποιεῖσθαι τὴν ἀφήγησιν. ἕχει δὲ οὕτως·
Ἀχαὰβ τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ, προσέκειτο δὲ καὶ ἑτέρως ταῖς τῶν δαιμόνων λατρείαις, καὶ τοῦτο ἐκτόπως, ἠγανάκτει λοιπὸν ὁ τῶν ὅλων Θεός. εἶτα προστέταχεν 150 Ελισσαιὲ τῷ προφήτῃ χρῖσαι τὸν Ἰηοῦ, βασιλέα ἐπὶ τὸν Ισραήλ. ἀποστείλας δὲ τὸ παιδάριον ὁ προφήτης, τὸ θεῖον 151
ἐπλήρου θέσπισμα. εἶτα κεχρισμένος Ἰηοῦ, κάτεισιν ἐν 152 Σαμαρείᾳ, καὶ τὸν θεῖον ἐπὶ τοῖς λελυπηκόσιν ἐπλήρου θυμόν. ἀπεκτονὼς γὰρ τὸν Ἀχαὰβ, ἕῤῥιψεν ἐν τῷ ἀμπελῶνι 153 τοῦ Ναβουθαί. εἶτα μετὰ τοῦτο τὴν Ἰεξάβελ, ἀνῄρηκε δὲ καὶ ἑβδομήκοντα τοῦ Ἀχαὰβ υἱοὺς, τοὺς ἀνὰ πᾶσαν ὄντας 154
τὴν Σαμάρειαν. προσετίθει δὲ τούτοις καὶ τὸν Βάαλ. ἐνἐἰεράελλ] 155 πρῆσε γὰρ τὰς στήλας αὐτοῦ, καὶ κατέσεισε τὰ τεμένη, καὶ αὐτοὺς ἀποσφάττει τοὺς ἱερεῖς. ἐπὶ τούτοις αὐτὸν ἀποδέχεται 156 Θεός· καὶ δὴ καὶ ἐπαγγέλλεται, λέγων, ὅτι “ υἱοὶ τέταρ- " τοι καθήσονται ἐπὶ θρόνου σου. ἁλλ’ ὁ οὕτως γεγονὼς εὐδόκιμος Ἰηοῦ προσκέκρουκεν οὐδὲν ἧττον Θεῷ. οὐ γὰρ
περιεῖλε τὰς δαμάλεις, κατεφωρᾶτο δὲ καὶ αὐτὸς ἐν ταῖς 157 ἁμαρτίαις Ἱεροβοὰμ ἀνοσίως πεπορευμένος. εἶτα γέγονεν 158 ἐξ Ἰηοῦ, πρῶτος Ἰωάχας, ἀνὴρ καὶ αὐτὸς εἰδωλολάτρης, καὶ ταῖς δαμάλεσι προσκυνῶν. ἀλλ’ ἐν τοῖς καιροῖς αὐτοῦ, 159 Φησὶν, “ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἔδωκεν
160 “ αὐτοὺς ἐν χειρὶ Ἀξαὴλ βασιλέως Συρίας, καὶ ἐν χειρὶ Ἅδερ 161 “ υίοῦ’ δεύτερος ” δεύτερος ἐξ Ἰωάχας βεβασίλευκεν Ἰωάς. καὶ 162 οὗτος ἀνὴρ πονηρός. τρίτος Ἱεροβοὰμ, οὗ καὶ βασιλεύοντος 163 ἄρχεται τῆς προφητείας Ὠσηέ. τέταρτος Ἀξαρίας ἐξ Ἱεροβοὰμ, 164 καὶ αὐτὸς εἰδωλολάτρης· τοῦτον ἀπέκτεινεν ὁ Σελούμ.
Οὑκοῦν ἐπειδήπερ κέχριστο μὲν ὁ Ἱηοῦ, ἵνα ἐκδικήσῃ τὸ αἷμα τοῦ Ναβουθαὶ, ὃς ἦν ἐξ Ἰεσράελ. πόλις δὲ αὕτη τῆς Σαμαρείας· καὶ ἵνα τὴν τοῦ Ἰσραὴλ εἰδωλολατρείαν περιελὼν, 165 λοιπὸν ἀναπείσῃ προσκεῖσθαι Θεῷ, εἶτα γέγονε καὶ αὐτὸς τῶν δαμάλεων προσκυνητὴς, δυσσεβεῖς δὲ οὐδὲν ἧττον οἱ ἐξ
αὐτοῦ γεγόνασι παῖδες, ἐκδικήσω, φησὶ, τὸ αἶμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰηοῦ. ὥσπερ γὰρ ἐκδεδίκηκεν ἐκ τοῦ οἴκου τοῦ Ἀχαὰβ διὰ τῆς Ἰηοῦ βασιλείας, οὕτως ἐκδικήσει καὶ ἐκ τοῦ οἴκου Ἰηοῦ. ἐν γὰρ ταῖς ἡμέραις τῶν υἱῶν αὐτοῦ 166 πεπολέμηκεν Ἀξαὴλ βασιλεὺς Συρίας, καὶ μέντοι καὶ Ἅδερ,
καὶ νενικήκασι τὸν Ἰσραὴλ, πλείστας δὲ ὅσας τῶν ἐν Σαμαρείᾳ πεπορθήκασι πόλεις. τίκτεται τοίνυν τῷ προφήτῃ 167 παιδίον, ᾧ καὶ ὄνομα τὸ Ἰεσράελ. οἱονεί πὼς Θεοῦ τὴν ἐπὶ τῷ Ναβουθαὶ γενομένην ἁμαρτίαν ἀναμιμνήσκοντος· ἀνδρὸς γὰρ δικαίου καὶ εὐλαβοῦς ἀδίκως ἀνῃρημένου, πῶς ἃν ἠρέμησεν
168 ὁ τῶν δικαίων προστάτης; συντρίψειν οὖν ἐπαγγέλλεται τὸ τόξον τοῦ Ἰσραὴλ ἐν τῆ κοιλάδι τοῦ Ἰεσπάελ. νενίκηνται γὰρ, ὡς ἔφην, ὑπό τε τοῦ Ἀζαὴλ καὶ μέντοι τοῦ Ἄδερ αἱ φυλαὶ τοῦ Ἰσραήλ.
Θεῷ ζῶντι καὶ ἀληθινῷ· καὶ μὴν καὶ δικαιοσύνης γεγόνασιν ἐπιμεληταὶ, καὶ ἁπάσαις ἀγαθοεργίαις εὖ μάλα κατεστεμμένοι, καὶ γνησιότητι διαπρέποντες· καὶ ἀκλόνητοι τὴν πίστιν, καὶ πᾶν εἶδος ἐπιεικείας ἐπησκηκότες. ἐπειδὴ δὲ λιμοῦ κατωθήσαντος 170 ἐπέμιξαν Αἰγυπτίοις, εἶτα μακροὺς ἐκεῖσε διατετελέκασι 171
χρόνους, ἑτερότροποί τε καὶ ἑτερογνώμονες οἱ ἐξ αὐτῶν γεγόνασι, τοῖς τῶν ἐνοικούντων ἔθεσιν ἕπεσθαι ᾑρημένοι λοιπόν· καὶ ὀλίγα παντελῶς τῆς τοῖς πατράσιν ἐντριβοῦς καὶ ἐξαιρέτως κατορθουμένης εὐσεβείας πεθροντικότες. προσκεκυνήκασι γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα, 172
καὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καθὰ γέγραπται. κατῴχοντο 173 δὲ βδελυρίας εἰς τοῦτο καὶ βεβήλου ζωῆς, ὡς τάχα που φαυλότητος τρόπον ἔχειν ἀνεπιτήδευτον παντελῶς οὐδένα. 174 καί μοί τι παθεῖν δοκοῦσι τοιοῦτο, ὅπερ ἂν πάθοι γυνὴ σοφή τε καὶ εὐγενὴς, τὸν μὲν ἑαυτῆς μεθεῖσα τρόπον,
μόνον δὲ οὐχὶ καὶ ἐρρῶσθαι φράσασα τοῖς εἰς εὐκοσμίαν ἐπιτηδεύμασιν· ἀνθηρῇ μένη δὲ μᾶλλον τὸ ἐν εἴδει καὶ ἐν σχήμασιν ὁρᾶσθαι πορνικοῖς. ὅνπερ γὰρ τρόπον ἡ τοιάδε γυνὴ τὰς ἁπάντων ἡδονὰς ἐφ’ ἑαυτῇ πληροῖ, δυσχερείας ἁπάσης ἐξηρημένης, οὕτω καὶ ἀνθρώπου ψυχὴ, τῶν τῆς
εὐσεβείας ἀπονεύσασα σπουδασμάτων, καὶ ἀγάπης τῆς εἰς 175 Θεὸν ἀλογήσασα, καὶ προσκεκλιμένη τῷ Σατανᾷ, τὰς τῶν 176 πονηρῶν πνευμάτων ἐπιθυμίας ἀποπληροῖ. οὐκοῦν πεπόρνευκεν ἐν Αἰγύπτῳ νοητῶς ἡ τῶν Ἰουδαίων συναγωγή· προὔκειτο γὰρ, ὡς ἔφην, ταῖς τῶν δαιμονίων ἐπιθυμίαις εἰς πᾶν ὁτιοῦν τῶν αὐτοῖς καθ’ ἡδονὴν ἀποφερομένη εὐκόλως· ἀλλ’ ἐπεσκέπτετό τε καὶ ἠλέει Θεὸς τὴν οὕτω διερριμμένην,
καὶ σώφρονα πάλιν αὐτὴν ἀποφαίνειν ἤθελε· μόνον δὲ οὐχὶ 177 καὶ σύνοικον ἐποίει τὴν βέβηλον ὁ πάναγνός τε καὶ καθαρὸς, καὶ τέκνων ἐποίει μητέρα, καὶ ἀγάπης ἠξίου, διὰ τὸν ἐξ αὐτῆς γενόμενον πρωτότοκον, τουτέστι τὸν Ἰεσπάελ, ὃς ἑρμηνεύεται σπορα Θεοῦ.
178 συναγωγὴν, καὶ εἰς κοινωνίαν πνευματικὴν, διὰ τὸν ἐξ αὐτῆς ἐσόμενον πρωτότοκον, τουτέστι Χριστὸν, ὅς ἐστι σπορὰ Θεοῦ κατὰ τὸ ἀληθές· γεγέννηται γὰρ ἐκ Πατρὸς ὁ Υἱὸς, εἰ καὶ γέγονε σάρξ.
τῆς πνευματικῆς θεωρίας ἡ παράθεσις, μὴ παρενεχθέντων εἰς μέσον τῶν ἱστορικῶς γεγονότων, φέρε πάλιν αὐτῶν ἐπιμνήσομαι. ὅτι μὲν οὖν πόλις ἡ Ἰεσράελ, προαπήγγελκεν ἡμῖν ἐναργῶς ὁ λόγος, ἀλλ’ ὡς ἐκ πόλεως τῆς Ἰεσράελ σημαίνει 179 τὸν Ναβουθαί. τύπος δ’ ἂν γένοιτο καὶ αὐτὸς τῆς ἐν
Χριστῷ νοουμένης οἰκονομίας· ἑρμηνεύεται δὲ καὶ αὐτὸς, Ερχόμενος. ὀνόματι δὲ τῷ τοιῷδε τὸν Ἐμμανουήλ σημαίνει πλειστάκις τὸ γράμμα τὸ ἱερόν. εἴρηται μὲν οὖν πρὸς τὸν 180 μακάριον προφήτην Ἀμβακούμ “ Ἔτι μικρὸν, ὁ ἐρχόμενος “ἥξει καὶ οὐ χρονιεῖ·’’ ψάλλει δέ που καὶ ὁ Δαυεὶδ, “Εὐ-
181 λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· καὶ μὴν καὶ 182 αὐτὸς ὁ θεσπέσιος βαπτιστὴς ἀποστέλλει τινὰς τῶν ἑαυτοῦ μαθητῶν πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ 183 δὴ διεπυνθάνετο λέγων, “Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσ- 184 “δοκῶμεν;” Ὅτι δὲ ἦν εἰς εἰκόνα Χριστοῦ, καὶ τοῦτο σαφῶς
ἐκ τῶν ἐπ’ αὐτῷ γεγραμμένων εἰσόμεθα. ἐπεθύμει μὲν γὰρ ὁ Ἀχαὰβ κατακτήσασθαι τὸν ἀμπελῶνα αὐτοῦ, καὶ εἰς κῆπον λαχάνων μετασκευάσαι τὸ οὕτως ἐξαίρετον χωρίον. ὁ δὲ ἠγανάκτει πρὸς τοῦτο, καὶ ὡς οὐκ ἃν προοῖτό ποτε τὸν τοῦ πατρὸς ἀμπελῶνα, διισχυρίζετο σαφῶς. “Μή μοι γὰρ 185
“γένοιτο, φησὶ, προδοῦναι ἀμπελῶνα πατρός μου σοί.’’ 186 ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ἡ θεομισὴς καὶ βέβηλος Ἰεζάβελ, ἡ τοὺς προφήτας διώκουσα, καὶ τοῖς δικαίοις ἐπιβουλεύουσα, δυστρόποις ἐπιχειρήμασιν ἐξεμηχανᾶτο τῷ δικαίῳ τὸν 187 φόνον· καὶ δὴ καὶ ἀναιρεθῆναι παρασκευάσασα, κληρονομεῖν
ἐκέλευε τῷ συνῳκηκότι, φημὶ δὴ τῷ Ἀχαάβ. ἐπὶ τούτοις εἰκότως ἠγανάκτει Θεὸς, καὶ δὴ καὶ ἐκδικήσειν ἐπαγγέλλεται 188 τὸ αἷμα τοῦ Ἰεσράελ. ἀνῄρηται γοῦν Ἀχαὰβ ὑπὸ Ἰηοῦ, καθάπερ ἤδη προείπομεν· προσετέθη δὲ αὐτῷ καὶ ἡ παμπόνηπος 189 Ἰεζάβελ.
ἃν εἴη καὶ τύπος ὁ Ἀχαὰβ βασιλεύων, ἐπεθύμησαν ἔχειν τὸν ἀμπελῶνα αὐτοῦ· οὐχ ἵνα ᾖ κλῆρος ἐξαίρετος, τουτέστιν ἀμπελών· ἁλλ’ ἵνα κεχερσωμένος κῆπος γένοιτο λαχανίας, 192 τουτέστιν, ἐπὶ τὸ ἀσυγκρίτως ἔλαττον καταφέροιτο· πλείστη γὰρ ὅση κήπου λαχάνων πρὸς ἀμπελῶνα διαφορά. καὶ τὸ
ἔτι μεῖζον ἐν τούτοις, οὐκ ἀσυμφανές. γεγονότες μὲν γὰρ ὑπὸ Χριστῷ τῶν Ἰουδαίων οἱ δῆμοι, πῶς οὐκ ἔμελλον 193 εὐκληματούσαις ἀμπέλοις, καὶ μὴν καὶ γονιμωτάταις ἐν ἴσῳ τε εἶναι καὶ φαίνεσθαι; διαζῶντες δὲ τοῖς τῶν Φαρισαίων 194 ἔθεσί τε καὶ τρόποις, καὶ μανθάνοντες διδασκαλίας ἐντάλ- 195 μάτα ἀνθρώπων, κατ’ οὐδένα τρόπον διενεγκεῖν τῶν χθαμαλωτατων λαχάνων, ἃ καὶ λίαν εὐκόλως πίπτει καὶ μαραίνεται.
οὐκοῦν ἐγλίχοντο μὲν οἱ τῶν Ἰουδαίων καθηγηταὶ τὸν ἀμπελῶνα Χριστοῦ κλῆρον ἴδιον ἔχειν, καὶ εἰς κῆπον λαχανίας· ἀλλ’ οὐκ ἔπειθον καταπροδοῦναι σφίσι τὸν τοῦ Πατρὸς ἀμπελῶνα. εἶτα, τί δέδρακεν ἡ θεομίσητος Ἰεζάβελ, τουτέστιν, ἡ ἀγελαία πληθὺς ἡ ὑπὸ χεῖρα τῶν ἡγοῦ μένων
ἤγουν ἡ Συναγωγὴ, ταῖς τῶν ἡγουμένων συνδραμοῦσα λύπαις; δόλῳ μέτεισι τὸν δίκαιον, τὸν ὅσιον Ναβουθαὶ, τουτέστι, τὸν ἐρχόμενον, καὶ δὴ καὶ ἀναιρεθῆναι παρεσκεύασεν. 196 ἀνῄρηται γὰρ συκοφαντούμενος ὁ Ἐμμανουήλ. ἁλλ’ ὅτι μὴ ἀνεκτὸν τὸ χρῆμα Θεῷ, σαφὲς ἂν γένοιτο τῷ λέγεσθαι
τῷ προφήτη Ὠσηέ Διότι ἔτι μικρὸν καὶ ἀκδικήσω τὸ αἷμα τοῦ Ἰεσράελ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσπαήλ. ἐκδεδίκηται γὰρ, ὡς ἔφην, τὸ αἷμα Χριστοῦ ἐκ παντὸς Ἰσραήλ. ἐπειδὴ γὰρ κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃ καὶ ἡ προφητεία γέγονεν, ὠνομάζοντο διῃρημένως, Ἰούδας μὲν οἱ μεμενηκότες ἐν τοῖς Ἱεροσολύμοις, 197 Ἰσραὴλ δὲ πάλιν οἱ ἐν τῇ Σαμαρείᾳ, ἵνα τὸ ἐκ παντὸς Ισραὴλ ὁρῷτο σημαίνων, φησὶν ἀναγκαίως ἐκδικήσειν τὸ αἷμα Ἰεσράελ ἐκ τοῦ οἴκου Ἰούδα· καταπαύσειν δὲ καὶ τὴν βασιλείαν τοῦ οἴκου Ἰσραήλ. τοῦτο καὶ ὁ θεσπέσιος Ἰακὼβ
198 προκαταμεμήνυκε, λέγων “Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μήρων αὐτοῦ, ἕως ἀν’ ἔλθῃ ᾦ ἀπό- “κειται, καὶ Αὐτὸς προσδοκία ἐθνῶν.’’ ἐπιλάμψαντος ἡμῖν τοῦ Ἐμμανουὴλ, τῆς τῶν ἐθνῶν προσδοκίας, τότε δὴ 199 τότε καὶ ἐκ μέσου γέγονεν ἡ βασιλεία τοῦ Ἰσραήλ. καὶ γοῦν Ἡρώδης Ἀντιπάτρου παῖς, Ἀσκαλωνίτης, τῆς Ἰουδαίων 200 ἡγεῖτο χώρας, γεγεννημένου Χριστοῦ. συντρίψειν δὲ καὶ αὐτὸ τὸ τόξον του Ισραηλ ἐν εκεινῃ τῃ ημερᾳ
τουτέστι κατ’ ἐκεῖνο τοῦ καιροῦ. “Τόξον γὰρ 201 “δυνατῶν ἠσθένησε,’’ κατὰ τὸ γεγραμμένον, καίτοι κρατήσειν ὑπειληφότων τοῦ Ἐμμανουήλ. καὶ “τοῦ μὲν ἐχθροῦ 202 “ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος·’’ ἐξελύθη δὲ νεῦρα βραχιό- 203 νῶν ἀυτῶν· οὐ γὰρ νενικήκασι ’τον ἀνίκητον. κατασκευάζων
δὲ ὥσπερ τῆς πνευματικῆς θεωρίας τὸ βαθὺ, κάτεισιν εὐθὺς ἐπὶ τὰ ἱστορικῶς πεπραγμένα, λέγων ὅτι συντρίψω τὸ 204 τόξον τοῦ Ἰσραὴλ ἐν τῇ κοιλάδι τοῦ Ἰεσράελ. ἐκεῖ γὰρ νενίκηκεν Ἀζαὴλ ὁ βασιλεὺς Συρίας ἀντεξάγοντα τὸν Ἰσραήλ. ἐπειδὴ δὲ προσήκειν ὑπολαμβάνω τῆς ἀναγκαίας
καὶ πνευματικῆς θεωρίας οὐκ ἀποκομίζειν τὸν λόγον, ἐκεῖνο φημί· τὸ λυποῦν οὐδὲν, καθάπερ ἐγᾦμαι, κοιλάδα νοεῖσθαι τοῦ Ἰεσπάελ, τουτέστι, τῆς τοῦ Θεοῦ σπορᾶς, ἤτοι Χριτοῦ, τὸ ἐν τῷ κήπῳ μνημεῖον, ἐν ᾧ καὶ ἡ ἀνάστασις ἐπακολουθήσασα 205 τῷ πάθει νενίκηκε πάντα τρόπον Ἰουδαικῶν τολμημάτων.
λέλυται γὰρ αὐτῶν διὰ τῆς ἀναστάσεως τὰ δύστροπα καὶ θεοστυγῆ καὶ μιαιφόνα τολμήματα. ᾤοντο μὲν 206 γὰρ ἐκ μέσου ποιεῖν δύνασθαι τὸν Υἱὸν, ἵνα καὶ κλῆρον ἴδιον ἔχοιεν τὸν ἀμπελῶνα αὐτοῦ. ἀλλ’ ἐν μνημείῳ τεθεὶς, ἀνεβίω πάλιν, ἄπρακτα τῆς ἐκείνων ἐπιβουλῆς ἀποφαίνων
τὰ σκέμματα, καὶ μονονουχὶ συντρίβων τοὶ τόξα, διὰ τοῦ μηδὲν ἔτι δύνασθαι παθεῖν. καὶ ἐκβάλλει μὲν αὐτοὺς τοῦ 207 ἀμπελῶνος ὡς θεομισεῖς καὶ πονηροὺς καὶ κυριοκτόνους· 208 ἐκδίδωσι δὲ γεωργοῖς ἑτέροις αὐτὸν, ἀγαθοῖς καὶ εὐγνώμοσι καὶ Φιλεπγεστάτοις, κατὰ τὴν τοῦ Εὐαγγελίου παραβολήν.
ἀνταναστῆναι δὲ ὥσπερ αὐτοῖς, καὶ ἐν τάξει γενέσθαι τῶν 212 ὅτι μάλιστα πολεμιωτάτων, καὶ ταῖς εὐπραγίαις αὐτῶν ἀντιπεσεῖσθαι γεννικῶς, ὡς εἰς ἐσχάτην αὐτοὺς ἀθλιότητα κατολισθεῖν, καὶ δύσοιστον ἀληθῶς ἀνατλῆναι συμφοράν. Θεοῦ γὰρ ἀνθεστηκότος, οὐδαμόθεν ἃν γένοιτο τοῖς παθοῦσιν
213 ἡ ὄνησις. “ Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;” 214 φησίν· καὶ ἧ φησὶν ὁ προφήτης, “Τὴν χεῖρα τὴν τίς ἀποστρέψει; ἢ τίς ἐλεήσει τὸν διὰ τῆς ἄνωθεν ψήφου καταδεδικασμένον; πάντα γὰρ τοῖς θείοις ἕπεται νεύμασι. καὶ ὅπερ ἂν ἕλοιτο κατορθοῦν ὁ Δεσπότης, τοῦτο ἀμελλητὶ
215 πάντη τε καὶ πάντως διαπεραίνεται, συνεργαζομένης αὐτῷ τῆς κτίσεως, καὶ ταῖς τοῦ κρατοῦντος ἀκολουθούσης ψήφοις. 216 οὕτω κεκόλακεν Αἰγυπτίους, μεταστοιχειουμένων τῶν ὑδάτων εἰς αἷμα, καὶ τῆς αἰθάλης εἰς σκνῖπας, καὶ ἀφορήτου χαλάζης καθιεμένης, μικροῦ δὲ καὶ τριημέρου καταχεομένου
σκότους, καὶ τῶν ἄλλων ἁπάντων αὐτοῖς ἐπενηνεγμένων. οὐκοῦν ὄνομα τῷ κορίῳ τὸ οὐκ ἠλεημένη, χρησίμως τε καὶ ἀναγκαίως· ἵνα τὴν αἰτίαν τοῦ πράγματος φιλοπευστοῦντες ἀεὶ, καὶ δὴ καὶ μανθάνοντες οἱ τὸ τηνικάδε διὰ τῆς πολυθέου πλάνης προσκεκρουκότες Θεῷ, φρονεῖν τε καὶ δρᾷν ἀναπείοὔτε
217 θοιντο τὰ ἀμείνω καὶ πρεπωδέστερα, λοιπόν τε μεταφοιτήσειαν πρὸς τὸ ἑλέσθαι σωφρόνως, κἂν γοῦν τοῖς δευτέροις ἀποσείεσθαι τὴν ὀργὴν, εὐμενῆ καὶ πρᾷον ἐφ’ ἑαυτοῖς καταστήσαντες λελυπημένον τὸν τῶν ὅλων Θεόν. ἔοικε δὲ
πάλιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις ὑποδηλοῦν λόγος τὰς γεγενημένας αἰχμαλωσίας τοῦ Ἰσραὴλ, ὑπό τε τοῦ Θεγλαφαλασὰρ, καὶ μέντοι Σαλμανασὰρ βασιλέων Ἀσσυρίων, οἳ μετῴκισαν ἐκ Σαμαρείας τὸν Ἰσραὴλ εἰς τὰ ὅρια Περσῶν 218 καὶ Μηδῶν, τὰς ἐν τῆ Σαμαρείᾳ καταδῃώσαντες πόλεις.
ἀλλ’ οὐκ ἂν ταῖς οὕτω δειναῖς περιπεπτώκασι συμφοραῖς, ἐπαμύνειν αὐτοῖς ἐθέλοντος Θεοῦ· μᾶλλον δὲ, μὴ οἱονεί πὼς καὶ ἀντεξάγοντος καὶ ἐν τάξει πολεμίων ἀνθεστηκότος. ἔφη γὰρ ἐναργῶς, ὅτι Ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς. ἐλεήσειν δὲ τοὺς υἱοὺς Ἰούδα κατ’ ἐπαγγέλλεται,
καὶ σώσειν αὐτοὺς, οὐ πολεμοῦ νόμῳ· τοῦτο γὰρ τὸ, οὐκ ἐν 219 ἃρμασιν, οὐδὲ ἐν ἳπποις· ὃ δὴ καὶ τετέλεσται, τοῦ Σεναχηρεὶμ περιέχοντος κύκλῳ τὴν Ἱερουσαλὴμ, ὅτε καὶ τῆς θείας δόξης κατεφλυάρει Ῥαψάκης, ὡς οὐκ ἂν ἰσχύσειεν εἰπὼν ἀνασῶσαι Θεὸς τήν τε Ἱερουσαλὴμ, καὶ τοὺς ἐν αὐτῇ·
προεκόμιζε δὲ εἰς ἀπόδειξιν τοῦ πάντητε καὶ πάντως ἁλώσεσθαι καὶ αὐτοὺς, τὸ μὴ δεδυνῆσθαι τοὺς ἐν Σαμαρείᾳ θεοὺς ἐξελέσθαι τοὺς ἑαυτῶν, ἀλλ’ ἐσώζετο παραδόξως ὁ Ἰούδας, τουτέστιν αἱ τὴν Ἱερουσαλὴμ οἰκοῦσαι δύο φυλαί. “ Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, φησὶν, καὶ ἀνεῖλεν ἐκ τῆς 220
“παρεμβολῆς τῶν’ Ἀσσυρίων ἐν μιᾷ νυκτὶ, ἑκατὸν ὀγδοήκοντα 221 “πέντε χιλιάδας.” ἦδόν τε οὕτως οἱ σεσωσμένοι· καὶ τῆς ἐπ’ αὐτοῖς γεγενημένης μεγαλουργίας τοὺς τρόπους ἀφηγοῦντο, λέγοντες “Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· 222 “ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
“αὐτοὶ συνεποδίσθησαν, καὶ ἔπεσον· ἡμεῖς δὲ ἀνέστημεν, “καὶ ἀνωρθώθημεν.’’
τουτέστι τῆ πεπορνευμένῃ τῶν Ἰουδαίων συναγωγῇ, θυγάτηρ, ἤτοι πληθὺς, ἧ καὶ πρέπον ἂν εἴη τὸ καλεῖσθαι Οὐκ ἠλεημένη· αὐτὴ γὰρ ἀπέκτεινε τὸν Ἰεσράελ, τουτέστι Χριστόν. ταύτῃτοι δικαίως ἐχθρὸν καὶ πολεμιώτατον 225 εὑρίσκει Θεόν· καὶ ἀνηκέστους εὐθὺς ὑπομεμένηκε συμφορὰς,
ῥᾶς, ταῖς Ῥωμαίων δυνάμεσιν ἐκπεπορθημένη, καὶ τὸν διαβόητον ὑποστᾶσα πόλεμον, ὅτε καὶ γυναῖκες τῶν ἰδίων ἥψαντο τέκνων, καὶ ἢ φησὶν ὁ προφήτης Ἱερεμίας, “Χεῖρες 226 “γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν,’’ καὶ φύσεως ἀνθρωπίνης ἀλογήσασαι νόμων, καὶ φιλοστοργίας
ἀμάχου ῥαθυμεῖν ἀυτὰς ἀναγκάζοντος τοῦ λιμοῦ. Ἀλλὰ ταυτὶ μὲν ἅπαντα τοῖς ἠσεβηκόσι συμβέβηκεν· ἐλεήσειν δὲ 227 τοὺς υἱοὺς Ἰούδα κατεπαγγέλλεται, τουτέστι, τοὺς κατὰ μάθησίν τε καὶ ἀναγέννησιν τὴν διὰ τοῦ Πνεύματος 228 γεγονότας Χριστοῦ τοῦ ἐκ φυλῆς Ἰούδα. εἰ γὰρ διὰ τοῦ
Εὐαγγελίου γεννῶνται τινες ἐν Χριστῷ τοῖς τοῖς ἁγίοις ἀποστόλοις, πῶς οὐχὶ μᾶλλον δι’ αὐτοῦ τοῦ Χριστοῦ; περὶ ὧν Esai. καί φησιν “ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Σώζονται τοίνυν ἐν Χριστῷ τῷ κυρίῳ καὶ Θεῷ τῶν ὅλων, οὐχ ὅπλα κινοῦντες ἐπίγειά τε καὶ σαρκικὰ, ἁλλ’ ἐν δυνάμει
229 τοῦ σώζοντος καὶ κατασείοντος μὲν ἀρχὰς καὶ θρόνους, 230 θριαμβεύοντος δὲ τῷ ἰδίῳ σταυρῷ τῶν ἀντικειμένων τὰ στίφη, καὶ δυνάμεις καταστρέφοντος πονηρὰς, καὶ διδόντος 231 τοῖς ἀγαπῶσιν αὐτὸν “πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, “καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.’’ εὖ δὲ δὴ σφόδρα
τὴν ἀπειθῆ καὶ ἐξήνιον καὶ κυριοκτόνον τῶν Ἰουδαίων πληθὺν γυναικὶ παρεικάζει, φημὶ δὴ τῆ οὐκ ἠλεημένῃ. σημεῖον 232 μὲν γὰρ ἀσθενείας ἡ γυνὴ καὶ φρονήματος ἀνάνδρου καὶ κεκλασμένου τύπος ἂν νοοῖτο, καὶ μάλα σαφῶς. τοιοίδε 233 δὲ πάντες, ὅσοι τὴν διὰ Χριστοῦ μὴ παρεδέξαντο παίδευσιν, μήτε μὴν ἠνέσχοντο κατόπιν ἰέναι τῶν θείων αὐτοῦ καὶ
ἁγίων θεσπισμάτων. καὶ γοῦν ὁ προφήτης Ὠσηέ “ Ἐπι- 234 “στράφηθι, φησὶν, Ἰσραὴλ πρὸς κύριον τὸν Θεόν σου, “διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου·” καὶ πάλιν περὶ τῶν τοῦ Σωτῆρος ἐνταλμάτων ὁ αὐτός “Διότι εὐθεῖαι, φησὶν, 235 “αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ
“δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς. καὶ ὁ αὐτὸς δέ που φησὶν Ὠσηὲ περὶ τῶν ἀπεκτονότων τὸν Ἰεσράελ, τουτέστι 236 Χριστόν “καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς 237 “πρόσωπον αὐτοῦ· καὶ Ἰσραὴλ καὶ Ἐφραΐμ ἀσθενήσουσιν “ἐν ταῖς ἀδικίαις αὐτῶν.’’
γείτων εὐθὺς τῇ τοιᾷδε κλήσει τίθεται πάλιν πρόφασις. γμεῖς γὰρ, φησὶν, οὐ λαός μου, καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν. Δῆλον δ’ ἂν εἴη κἀκ τοῦδε λοιπὸν, ὡς εἰς ἔλεγχον τῶν ἡμαρτηκότων, καὶ εἰς ἐπανόρθωσιν ἀσφαλῆ τῶν καταφρονεῖν ᾑρημένων καὶ εἰς πλάνησιν ἀπονενευκότων ἐπράττετο μὲν
ἱστορικῶς τὰ τοιάδε. τύποι δὲ ἦσαν τῶν συμβησομένων κατὰ καιροὺς τοῖς ἐξ Ἰσραὴλ, ἐνανθρωπήσαντος ἤδη τοῦ Μονογενοῦς, καὶ τὸν τίμιον ὑπὲρ ἡμῶν ἀνατλάντος σταυρόν. 241 εἰ δὲ δὴ χρὴ πρὸ τῶν πνευματικῶν ἀφηγήσασθαι τὰ ἱστορικὰ, φαμὲν, ὅτι μετοικισθέντος τοῦ Ἰσραὴλ ἐκ τῆς Σαμαρείας,
εἰς τὰ ὅρια Περσῶν καὶ Μηδῶν ὑπό τε τοῦ Θεγλαφαλασὰρ 242 βασιλέως Ἀσσυρίων, καὶ μέν τοι καὶ Σαλμαναςὰρ, οἱ περιλειφθέντς ἔτι, καὶ τῶν κεκινδυνευκότων τὸ λείψανον, ἀπώλισθον παντελῶς τοῦ καὶ λαὸς Θεοῦ ὀνομάζεσθαι, διά τοι τὸ 243 τῶν αὐτῶν ἔχεσθαι σπουδασμάτων εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. διαλελοίπασι γὰρ οὐδαμῶς ταῖς μυσαρωτάταις τῶν
δαιμόνων λατπείαις προσκείμενοι.
Συναγωγῆς, ἀποπεπτώκασι μὲν ἐναργῶς τοῦ εἶναί τε καὶ ὀνομάζεσθαι λαὸς Θεοῦ. οὐ γὰρ ἅπαν τὸ τῶν Ἰουδαίων 244 δεδαπάνηκε πλῆθος ὁ Ῥωμαίων πόλεμος· ἀλλὰ πλείστη μὲν ὅση καὶ ἀριθμοῦ κρείττων διόλωλε πληθύς· οἱ δὲ ἐξ αὐτῶν ἀνασεσωσ μένοι, καὶ τὸ τοῦ θανάτου φυγόντες λίνον, διεσπάρησαν
245 εἰς πάντα ἄνεμον, κατὰ τὸ γεγραμμένον, καὶ ἐν ταῖς τῶν ἐθνῶν κατεσκεδάσθησαν χώραις, οὐκέτι λαὸς, ὡς ἔφην, χρηματίζοντες Θεοῦ. μεταπεφοίτηκε γὰρ εἰς τοὺς ἐξ ἐθνῶν ἡ χάρις, οἷς ἀνεμίχθη καὶ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν ἀνασεσωσμένοι. πεπιστεύκασι
246 γὰρ καὶ ἐκ τούτου οὐκ ὀλίγοι τὸν ἀριθμόν. ὅτι δὲ ἀπολακτίσαντος τοῦ Ἰσραὴλ, τῆς εἰς αὐτοὺς ο'κειότητος ἀποπεφοίτηκε καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ὑπέφηνεν, εἰπὼν οὐ μόνον, ὅτι ὑμεῖς οὐ λαός μου, προσεπαγαγὼν δὲ τούτοις ἀναγκαίως, τὸ καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν. ἀλλ᾿ ἡμῶν γε πέρι, τῶν
ἐν Χριστῷ δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι, καὶ τὴν πρὸς αὐτὸν οἰκειότητα πεπλουτηκότων, διὰ φωνῆς προφήτου 247 φησί “Καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ “ἔσονταί μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντο- 248 “κράτωρ.” καὶ Ἰουδαίοις μὲν ἔφασκεν ὁ Χριστὸς, ποτὲ μὲν, 30 249 ὅτι “Ἔτι μικρὸν χρόνον μεθ᾿ ὑμῶν εἰμι,” ποτὲ δὲ, “Ἰδοὺ ἀφίεται 250 “ὑμῖν ὁ οἶκος ὑμῶν·” περὶ τῶν ἐξ ἐθνῶν δὲ “Τὰ πρόβατα “τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ “ἀκολουθοῦσι μοι· κᾀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.”
“γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον “συντετμημένον ποιήσει ὁ Θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ.” ἀλλ᾿ εἴτ᾿ οὖν ὧδε νοοῖτο τυχὸν, εἴτε καὶ ἑτέρως, πολὺς καὶ ἀναρίθμητος ὁ Ἰσραὴλ, καὶ ψάμμοις ταῖς ἀναλίαις ἰσομέτρως b ἔχων, οὐ πολὺς αὐτῶν παρὰ Θεῷ λόγος δυσσεβεῖν
ᾑρημένων· καίτοι καὶ ἑνὸς δικαίου καὶ εὐσεβοῦς καὶ ἀγάπης τῆς παρ᾿ αὐτοῦ καὶ φειδοῦς ἐκκρίτως ἠξιωμένου. ἐπιβλέπει 253 γοῦν καὶ ἐφ᾿ ἕνα ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους αὐτοῦ. καὶ οὐκ ἀπόχρη τοῦτο τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσι, καὶ δεδιόσιν αὐτὸν, καὶ γνησίως δουλεύουσιν,
ἀλλὰ γὰρ καὶ ἑτέρους εἰσὶν ὠφελεῖν οἷοι τε, καὶ προσκεκρουκότας ἀπαλλάττειν τῆς ἐπηρτημένης ἔσθ᾿ ὅτε ποινῆς. λάβοις δ᾿ ἂν εἰς ἀπόδειξιν τοῦ τοιοῦδε πράγματος τοὺς ἐπί γε 254 Σοδομίταις λόγους, ὅτε καὶ ἀνήσειν αὐτοῖς ἐπηγγέλλετο τὴν διὰ πυρὸς δίκην ὁ πάντα ἰσχύων Θεὸς, πέντε μόνων ἐν αὐτοῖς
δικαίων ηὑρημένων. καὶ γοῦν ἐσώζετο Λὼτ ὁμοῦ γυναικὶ 255 καὶ τέκνοις. καὶ τί πέντε λέγω δικαίους καὶ ἀγαθούς; ὅπου καὶ τοῖς Ἱεροσολύμοις ὀργὴν ἐπαρτήσας, “Περιδράμετε, 256 257 “φησὶν, ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε καὶ γνῶτε καὶ “ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὔρητε ἄνδρα, εἰ 258 “αὐτοῖς, λέγει Κύριος.” συνίης οὖν ὅπων καὶ ἑνὸς ἀντέχεται δικαίου, καὶ πόλεως ὅλης ὑπερευχόμενον οὐ ξπεριορᾷ·
ἀλλ᾿ οὐδεὶς αὐτῷ λόγος καὶ ἀναριθμήτου πληθύος, ὡς ἔφην, εἰ ὁρῷτο βέβηλος καὶ ἀπονεύσασα πρὸς τὸ φαῦλον, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἀγρίως ἐνειλημμένη.
ἀπολεῖται παντελῶς, ἀλλ῾ ἔσται τις αὐτοῖς τῆς εἰς τὸ ἀρχαῖον ἀνδρομῆς ὁ καιρὸς, καὶ τῆς εἰς θεὸν ἀγάπης ἀνάληψις, διὰ πίστεως δηλαδὴ τῆς εἰς χριστὸν, πεπληροφόρηκε πάλιν. 260 Ἔδει γὰρ ἔδει τοὺς προφητικῶν μέλλοντας ἀκούσεσθαι λόγων, ὅλον εἰδέναι σαφῶς τὸ μυστήριον, καὶ τοὺς τῆς θείας
οἰκονομίας μὴ ἀγνοῆσαι τρόπους. ἔσται τοίνυν, φησὶν, ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, καὶ αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. τὸ ἐν τῷ τόπῳ, τί ἂν βούλοιτο δηλοῦν, φέρε λέγωμεν ἀκριβῶς. γεγόνασι μὲν γὰρ οἱ ἐξ Ἰσραὴλ αἰχμάλωτοι κατὰ καιροὺς, καὶ εἰς τὴν τῶν Ἀσσυρίων, ὡς
261 ἔφην, ἀπεκομίσθησαν γῆν. ἀλλ᾿ ἦσαν ἐκεῖ κλαίοντες τε καὶ ἀνοιμώζοντες καὶ ἀπρακτοῦντες περὶ τὸν νόμον· καὶ τοῦτο 262 ἡμῖν ἐναργὲς ἐποίει λέγων ὁ μακάριος Δαυείδ “Ἐπὶ τὸν 263 “ποταμὸν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν “τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών·” ἔφη δὲ πάλιν “Πῶς 264 “ᾅσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;“ ἀλλ᾿ ὑπονοστήσαντες εἰς Ἱεροσόλυμα, Θεοῦ κατοικτείροντος, οὐδὲν
ἧττον ἦσάντ τε καὶ ὠνομάζοντο λαὸς Θεοῦ, καὶ διετέλουν ἐν εὐημερίαις λατρεύοντες ἐλευθέρως, καὶ τὰς κατὰ νόμον τελοῦντες θυσίας. οὐ γὰρ ἐξῆν ὅλως ἑτέρωσε ποι πληροῦν 265 τὰ διωρισμένα, ἀλλ᾿ ἐν μόνοις τοῖς Ἱεροσολύμοις καὶ ἐν τῷ ναῷ, σαφῶς τοῦ διὰ Μωυσέως παρεγγυῶντος νόμου “Πρόσ- 266
“εχε σεαυτῷ, μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν “παντὶ τόπῳ, ἀλλ᾿ ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται “Κύριος ὁ Θεός σου, ἐκεῖ ἐπικληθήναι τὸ ὄνομα αὐτοῦ, “ἐκεῖ οἴσεις τὰ ὁλοκαυτώματά σου.” οὐκοῦν ὑποστρέφοντες κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις, καὶ τὴν τῶν
ἀλλοφύλων καταλιμπάνοντες γῆν, πάλιν ἐπλήρουν τὰ νενομισμένα διὰ Μωυσέως, ἐχρημάτιζόν τε λαὸν θεοῦ· μετὰ δέ 267 γε τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τὴν γενομένην αὐτοῖς πολιοπκίαν τε καὶ πόρθησιν, ἐν ταῖς τῶν ἐθνῶν πόλεσί τε καὶ χώραις πανοικὶ διεσπάρησαν. πῶν οὖν ἔσονται κατὰ
καιροὺς εἰς λαὸν θεοῦ; ἆρα δὴ πάλιν ἐν τοῖς Ιεροσολύμοις ὑπονοστήσαντες, καὶ ἐν τῷ ναῷ συναγηγερμένοι; ἤγουν ἐν ἐκείνοις ὄντες τοῖς τόποις, ἔνθαπερ εἶεν ἂν ἕκαστοι κατεσκεδασμένοι; τί φησιν ὁ προφήτης; Ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, καὶ αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ
ζῶντος. ἀπώλισθον μὲν γὰρ τοῦ εἶναι λαὸς θεοῦ, καὶ 268 ἐν ταῖς τῶν ἐθνῶν διεσπάρησαν χώραις, ὃ καὶ εἰς δεῦρο σωζόμενον κατίδοι τις ἂν. ἀλλ᾿ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, “ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,“ τότε δὴ 269 270 τότε καὶ αὐτὸς ὁ ἀπόβλητος Ἰσραὴλ εἰς υἱοὺς παραδεχθήσεται Θεοῦ, καίτοι διατρίβων ἐν τόποις ἔνθαρπερ ἂν εἶεν καὶ εὑρίσκοιντο τυχόν· τὸ γὰρ ἀναγκάζον οὐδὲν ἀναβαίνειν εἰς Ἱεροσόλυμα, καὶ τὸν ἐν λίθοις ἔτι ζητῆσαι ναόν· ὅτι μηδὲ 271 τοῖς ἀρχαίοις ἔθεσι τιμήσει Θεόν. βουθυσίαις δὴ λέγω καὶ
προβάτων σφαγαῖς· ἀλλ᾿ ὁ τῆς λατρείας αὐτοῖς ἔσται τρόπος πίστις ἡ εἰς Χριστὸν, καὶ τὰ αὐτοῦ θεσπίσματα, καὶ ἁγιασμὸς ὁ ἐν Πνεύματι, καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος ἀναγέννησιες, τῆς υἱοθεσίας περιποιοῦσα τὴν δόξαν τοῖς αὐτῆς ἀξίοις καὶ κεκλημένοις εἰς τοῦτο παρὰ Κυρίου.
καὶ Μήδων οἵ τε ἐκ τῆς Σαμαρείας δορίληπτοι γεγονότες, τουτέστιν, ὁ Ἰσραὴλ, καὶ αὐτοὶ δὲ πρὸς τούτοις οἱ ἐκ τῆς Ἱερουσαλὴμ, τουτέστιν Ἰούδας καὶ Βενιαμίν. ἐπειδὴ δὲ Κῦρος ὁ Καμβύσου τὴν Βαβυλῶνα ἐλὼν, καὶ τὸ Περσῶν κράτος εἰς ἑαυτὸν μεταστήσας, ἀνῆκε τῆς αἰχμαλωσίας τόν
273 τε Ἰσραὴλ καὶ τὸν Ἰούδαν, οἴκοι τε ἰέναι προστέταχεν ὁμοῦ τοῖς σκεύσει τοῖς ἱεροῖς, ἀφίκοντο μὲν εἰς Ἱεροσόλυμα, κατῳκή[κ]ασι δὲ λοιπὸν οὐκ ἔτι διῃρημένως, καθὰ καὶ πρὸ τῆς αἰχμαλωσίας· οὔτε μὴν ἰδίυς ἕκαστοι βασιλέας ἐσχήκασι· διῆγον δὲ πάντες ἐν ὁμοψυχίᾳ κατὰ μόνην τὴν Ἱερουσαλὴμ,
ἡγουμένου τὸ τηνικάδε Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ ἑρατεύοντος Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως 274 τοῦ μεγάλου, ὅτε καὶ τὸν Θεῖον ἀνεδείμαντο ναὸν, καὶ τῶν εἰς τὸ οἶκον εἴχοντο σπουδασμάτων. Συναχθήσονται τοίνυν, θηςὶν, οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπιτοαυτὸ, καὶ 275 θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς·
ἵνα τὴνς τῶν ἀλλοφύλων ἐννοῇς, εἰς ἣν καὶ ἀπεκομίσθησαν αἰχμάλωτοι γεγονότες. τὸ δὲ Ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεσράελ τῷ τῆς ἑστορίας οὐχ αῥμόσει λόγῳ. οὐκοῦν ἐκεῖνο θαμέν· ὅτε γὰρ κεκλήσεται λαὸς θεοῦ ὁ Ἰσραὴλ, καίτοι διὰ πλείστην ὄσην δυσσέβειαν ὠνομασμένος Οὐ λαὸς, καθά-
περ ἤδη προείπομεν, τότε συναχθήσονται αὐτοί τε καὶ οἱ υἱοὶ Ἰούδα, τουτέστι, πᾶσα λοιπὸν ἡ ἐν ἐσχάτοις καιροῖς τῶν Ἰουδαίων εὑρισκομένη πληθὺς, καὶ ὑπὸ μίαν ἔσονται πάντες 276 ἀρχὴν, τουτέστι, Χριστόν. καί τι τοιοῦτον δὲ διὰ φωνῆς Ἰεζεκιὴλ προαναπεφώνηκε λέγων ὁ τῶν ὅλων Θεὸς περὶ
Χριστοῦ “Καὶ ἀναστήσω ἐπ’ αὐτοὺς ποιμένα ἕνα καὶ ποι- 277 “ μανεῖ αὐτοὺς, τὸν δοῦλόν μου Δαυεὶδ, καὶ ἔσται αὐτῶν ποιμήν.” ὀνομάζει δὲ Δαυεὶδ τὸν ἐκ σπέρματος Δαυεὶδ λεγονότα κατὰ σάπκα, Χριστόν. οὐκοῦν κεκλημένης ἤδη τῆς τῶν ἐθνῶν ἀγέλης, εἰσκομισθήσεται τελευταῖος ὁ Ἰσραὴλ,
καὶ ὑπὸ μίαν ἔσονται πάντες ἀρχήν, καὶ ἀναβήσονται θησὶν 278 ἐκ τῆς γῆς. δηλοῖ δὲ οἶμαι τουτὶ τοῖς νοοῦσιν ὁρθῶς, ἢ ὅτι πάντη τε καὶ πάντως οἱ τὸν τοῦ Σωτῆρος προσηκάμενοι ζυγὸν ἀποστήσονται λοιπὸν τοῦ φρονεῖν τὰ ἐπὶ τῆς γῆς, καὶ ἀμείνους ἔσονται φρονήματος σαπκικοῦ· τοιοῦτοι γὰρ
πάντες οἱ ὑπὸ Χριστῷ γεγονότες· καὶ πιστώσεται λέγων ὁ μακάριος Δαυείδ “Ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς 279 “Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθή- “μασι καὶ ταῖς ἐπιθυμίαις·” ἤγουν ὅτι τεύξονται καὶ αὐτοὶ 280
τῆς ἀναστάσεως τῶν νεκρῶν.
283 ὑπέδειζεν ὁ Σωτὴρ οὔτω λέγων “Ὁ κλέπτης οὐκ ἔρχεται “εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, “ἵναζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν.” Οὐκοῦν, ἀνασ- 284 τήσονται μὲν ἅπαντες, τονηροί τε καὶ ἀγαθοί· ἀλλ’ οὐ πάντες ἔχουσι τὸ περιττόν οἱ μὲν γὰρ οὐκ ὄντες Χρισ-
τοῦ, διὰ τὸ τοῖς τῆς ἀπειθείας ἐγκλήμασιν ἐνειλημμένους ὁρᾶσθαι, θανάτου χαλεπωτέραν τὴν ἐν τελευταίοις ἕξουσι ζωήν· ἀποτίσουσι γὰρ λόγους καὶ τῶν ἐπταισμένων καὶ τῆς ἀπειθείας, οἱ δέ γε ὄντες αὐτοῦ, καὶ διὰ τοῦ Πνεύματος οἰκειότητα τὴν πρὸς θρὸν ἐκπεπλουτηκότες, καὶ ἀγαθοὶ τοὺς
τρόπους, πρὸς τῇ ἀναστάσει τῇ κοινῇ, καὶ τῷ παλινδρομῆ- σαι πρὸς ζωὴν, πάντη τε καὶ πάντως ἕωουσι τὰ ἔπόμενα, 285 τουτέστι τὰ δῶρα, τὰς τιμὰς, τοὺς στεφάνους, τὰς ἀμοιβὰς, 286 τὴν λαμπρότητα. καὶ μαρτυρήσει λέγων ὁ Παῦλος, “Ἰδοὺ “μυστήριον ὑμῖν λέγω· πάνιες μὲν οὐ κοιμηθησόμεθα· οἱ
“πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀθραλμοῦ, ἐν “σονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.” Ἀναβήσονται τοίνυν, φησὶν, ἀπὸ τῆς γῆς, τουτέστι, τὴν τῶν ἁγίων καὶ αὐτοὶ διαζήσονται ζωήν. Ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεσράελ.
287 μεγάλη γὰρ ὄντως ἡ ἡμέρα Χριστοῦ, καθ’ ἣν ἅπαντας ἐγερεῖ 288 τοὺς νεκροὺς, καὶ καταβήσεται μὲν ἐξ οὐρανοῦ, καθιεῖται δὲ κατὰ τὸ γεγραμμένον ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ 289 ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. εἰ δὲ δὴ βού- 290 λοιτό τις ἡμέραν νοεῖν τὸν τῆς ἐπιδημίας καιρὸν, καθ’ ὃν ἡ ἄφεσις τῶν ἠμαρτημένων δέδοτο παρὰ χριστοῦ Ἑλλησί τε καὶ βαρβάροις, καὶ Ἰουδαίος τοῖς εἰς αὐτὸν πεπλημ-
μεληκόσι, κατευθὺ καὶ οὖτος τῶν τῆς ἀληθείας βαδιεῖται λόγων. οὕτω καὶ ὁ Δαυεὶδ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπι- δημίας τὸν καιρὸν ὑποφαινει λέγων “Αὕτη ἡ ἡμέρα ἣν 291 ἐποιησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.”
νοιαν, κρατούσης δὲ μᾶλλον ὁμοψυχίας, καὶ εἰς ἑνότητα τὴν ἐν πνεύματι συλλεγούσης ἅπαντας τῆς εἰς Χριστὸν
πίστεως, λοιπὸν ἀναγκαίως τὸ Πνεῦμα προστέταχε τοῖς ἤδη τὴν πίστιν πεπλουτηκόσι, καὶ γεγονόσιν ὑπὸ Χριστῷ, μηκέτι τὴν πρὸς ἐκείνους εἰρήνην ἀποσείεσθαι φιλεῖν, οἳ δικαίως
κέκληντο Οὐ λαός μου, καὶ Οὐκ ἠλεημένη. εἰσδεδεγμένου γὰρ ἄπαξ τοῦ Ἰσραὴλ, καὶ κομισαμένου τὴν ἄφεσιν, καὶ λεγονότος ὑτὸ Χριστῷ, πῶς ἦν ἀκόλουθον διχονοεῖν ἔτι, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ὁμονοίᾳ διατελεῖν τοὺς ἐνὶ τῷ τῆς υἱοθε- σιας Πνεύματι κεκλημένους εἰς ἀδελφότητα; ὦ τοίνυν, φησὶν,
οἱ πίστει τῇ εἰς Χριστὸν ἐκλελαμπρυσμένοι, καὶ τὰ τὴς 293 γνησεότητος λαχόντες αὐχήματα, τῷ ἀδελφῷ ὑμῶν τῷ πάλαι δικαίως Οὐ λαός μου κεκλημένῳ, λέγετε λοιπὸν τὸ Λαός μου· καὶ τῇ ἀδελφῇ ὑμῶν Οὐκ ἠλεημένῃ, λέγετε τὸ Ἠλεημένη. καὶ γὰρ ἐστιν ἀναγκαῖον, σύμφρονας τῷ δεσπότῆ τοὺς ὑπὸ 294 χεῖρα φαίνεσθαι λαοὺς, καὶ ταὐτὰ βούλεσθαι τῷ πατρὶν, τοὺςεἰς υἱότητα κεκλημένους τῆς χάριτος· ἥδεσθαί τε μᾶλλον, ὄτι σέσωσται τὸ κατάλειμμα τῶν ἐξ Ἰσραὴλ, καὶ οἱ πάλαι 295 διὰ πολλὴν ἀπείθειαν ἀπεῤῥιμμένοι, νῦν γεγόνασι δεκτοὶ καὶ ἡγιασμένοι λοιπὸν ἐν Χριστῷ, δι’ οὖ καὶ μεθ’ οὖ τῷ θεῷ
καὶ Πατρὶ ἡ δόξα αὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰωνων, Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.