τῶν ἐνθάδε λεγομένων νηστειῶν τὰς αἰτίας, καὶ ποία μὲν ἡ 1 τετάρτη. τίς δὲ καὶ ἡ πέμπτη, καὶ αἱ τούτων ἐφεξῆς ἑβδόμη τε καὶ δεκάτη. προσεποίσομεν γὰρ οὕτως ἐπὶ καιροῦ, καὶ ἐν κόσμῳ λοιπὸν τῶν προστεταγμένων τὴν δύναμιν. οὐκοῦν μετὰ τὸ ἁλῶναι τὴν ἁγίαν πόλιν, καὶ κατεμπρησθῆναι τὸν ναὸν, ἀποκομισθῆναι δὲ ὁμοῦ τοῖς ἱεροῖς σκεύεσιν αἰχμάλωτον
2 τὸν Ἰσραὴλ, οἱ σεσωσμένοι τε καὶ περιλειφθέντες κατὰ τὴν Ἰουδαίαν τὰς ἡμέρας ἐν αἷς τὰ τοιάδε παθεῖν συμβέβηκεν ἀποφράδας ἡγοῦντο καὶ στυγητὰς, καὶ δὴ κατὰ πληθὺν συνθέοντες, κομμὸν ἐποιοῦντο καὶ θρῆνον, ἀσιτοῦντες ὡς ἐν νηστείαις. τίνα δὲ δὴ τὰ συμβεβηκότα, καὶ ὡς ἐν ἑκάστη
τῶν ἀρτίως ἡμῖν ὠνομασμένων ἡμερῶν, φέρε λέγωμεν ἐκ τῶν ἱερῶν γραμμάτων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.