Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα· οΰτω παρατέταγμαι κω διανενόημαι ἑ ταῖς ἡμέραις ταύταιψ του καλῶς ποιῆσαι
τὴν Ἰερουσαλὴμ κὼ τοι οἶκον Ἰούδα· θαρσεῖτε. Οτι ταῖς θείαις σκέψεσιν εἴτ’ οὖν βουλαῖς τὸ ἀντιστατοῦν οὐδὲν, κἀκ τῶνδε δὴ πάλιν ἐφίησι νοεῖν. ὃ γὰρ ἂν βου- λεύσαιτο Θεὸς καὶ δὴ καὶ ἕλοιτο πληροῦν, τοῦτο δὴ πάντως ἐκβήσεται καὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἐξέρπει τέλος. οὕτω 1
1 που φησὶ καὶ διὰ φωνῆς Ἠσαΐου, τῆς ἑαυτοῦ φύσεως τὸ Es. κλνί. παναλκὲς ἀποφαίνων " καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στή- "σεται, καὶ πάντα ὅσα βεβούλευμαι ποήσω." οὐκοῦν ἐξ ὧν συνέβη παθεῖν αὐτοὺς ἐπενηνεγμένης τῆς θείας ὀργῆς, ἐκ τούτων αὐτῶν συνιέναι, καὶ μάλα σαφῶς, ἔστιν, ὅτι καὶ
ἡ τῆς εὐθυμίας αὐτοῖς κατευρύνεται τρίβος ἐθέλοντός γε αὐ- τοῦ καὶ ἐφιέντος εὐημερεῖν, μᾶλλον δὲ καὶ ὀρέγοντος εἰς φιλανθρωπίας τὸ ἐν παντὶ δὴ χρῆναι γενέσθαι καλῷ. ὥσ- περ γὰρ, φησὶ, κακοῦν ὑμᾶς ἐθέλοντα διὰ πολλὴν ἁμαρτίαν, 2 ἀπεῖρξεν οὐδέν· οὕτω καὶ χρηστὰ βουλευομένῳ, καὶ κατοι-
3 κτείρειν ἐθέλοντι πεπονηκότας ἀρκούντως, οὐδὲν ἔσται τὸ ἐμποδών. παρατέταγμαι γὰρ εὖ ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ἰούδα. ἐμΦαντικὴ δὲ λίαν ἡ λέξις. οὐ γὰρ ἔφη μόνον ὅτι βεβούλευμαι καὶ διανενόημαι τυχὸν, ἀλλ’ εἰς
τοῦτο προῆλθον γνώμης καὶ τῆς ἐφ’ ὑμῖν ἡμερότητος, ὥστε καὶ παρατέαγμαι. τοῦτο δέ ἐστι σκέψεως ἐντόνου μήνυσις ἐναργής. κατασφραγίζει δὲ τὴν ὑπόσχεσιν εἰς ἀλήθειαν, τὸ θαρσεῖτε προστιθείς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.