τὸν τῶν ὅλων δημιουργὸν, καὶ ἐγνώσθημεν τῷ Χριστῷ, τότε 1 δὴ τότε καὶ ἀναμέλπειν ἐφ’ ἑαυτοῖς δεδιδάγμεθα “Εὐλογη- 2 “μένοι τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν." ἐπειδὴ δὲ εἰς τοῦτο κεκλήμεθα τιμῆς τε καὶ δόξης, φιλεργεῖν ἀναγκαῖον καὶ κατανδρίζεσθαι παθῶν, καὶ στυγητὴν
ποιεῖσθαι τὴν ἁμαρτίαν, καὶ τοῖς εὐαγγελικοῖς ἐμπρέπειν νόμοις, ὡς ἐπείγεσθαι κατορθοῦν τὸ ἁνδάνον Χριστῷ. άκηκόαμεν γὰρ ἐπιφωνοῦντος ἡμῖν Θαρσεῖτε καὶ κατισχύετε ἐν 3 4 ταῖς χερσὶν ὑμῶν, ἐσχήκαμεν δὲ παρὰ Χριστοῦ τὸ χρῆναι θαρσεῖν· νενίκηκε γὰρ ὑπὲρ ἡμῶν τὸν κόσμον, καὶ πεπάτηκεν ἐχθροὺς, καὶ θανάτου κρείττονα τὸν οἰκεῖον ἔδειξε ναὸν, καὶ τὸ τῆς ἀνομίας ἐνέφραξε στόμα, ἵνα καὶ ἡμεῖς δι’ αὐτὸν ἐν τούτοις. νενίκηκε γὰρ, ὡς ἔφην, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’
ἡμῖν τοῖς ἠσθενηκόσι τὰ ἐκ τοῦ νικῆσαι κατορθῶν ἀγαθά.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.