μένους εἰς ἐπίγνωσιν ἀληθείας ἀσφαλίζεται Χριστός. ὣσπερ γὰρ πρὸ τῆς κλήσεως πρὸς πᾶν εἶδος φαυλότητος κατωλισθηκότας, παραδέδωκε μὲν εἰς ἀδόκιμον νοῦν, ἐκάκωσε 2 δὲ δι’ ἀκαθαρσίαν· οὕτω καὶ ἐν ταῖς ἡμέραις ταύταις δεινοήθη τε καὶ παρατέτακται, καθά φησιν αὐτὸς, εἴς γε τὸ εὖ ποίησαι
τὴν Ἐκκλησίαν καὶ τὸν οἶκον Ἰούδα, τουτέστιν ἡμᾶς τοὺς ἐξομολογουμένους αὐτῷ, καὶ ταῖς εὐφημίαις καταγεραίροντας ὡς Δεσπότην, ὡς σωτῆρα καὶ λυτρωτήν· αἴνεσις γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. οἶκος δὲ Ἰούδα καὶ ἑτέρως νοοῖτ’ ἃν ἡ 3 Ἐκκλησία. κεχρημάτικε γὰρ οἶκος Χριστοῦ, ὃς ἀνατέταλ- 4
“κεν ἐξ Ἰούδα," κέκληται δὲ οὕτω καὶ παρὰ τῇ θεοπνεύστῳ γραφῆ. καὶ γοῦν ὁ πατριάρχης Ἰακὼβ οὕτως αὐτοῦ διαμέμνηται λέγων " Ἰούδα, σε αἰνέσαισαν οἱ ἀδελφοί σου, καὶ 5 πάλιν " Ἐκ βλαστοῦ ἀνέβης υἱέ μου Ἰούδα." ἀνέφυ γὰρ ὁ Χριστὸς ἐκ ῥίζης Ἰεσσαὶ, καὶ καθάπερ ἀπὸ βλαστοῦ
ἁγίας παρθένου Βακτηρία εὐκλεὴς καὶ ἡ ῥάβδος μεγαλώ- 6 ματος," κατὰ τὴν τοῦ προφήτου φωνήν. ἡμῖν οὖν ἄρα καὶ 7 τὸ θαρσεῖτε λελέξεται, καὶ μάλα εἰκότως. ὅπλῳ γὰρ ἡμᾶς 8 9 εὐδοκίας ἐστεφάνωσεν ὁ Πατὴρ τῇ διὰ ριστοῦ σωτηρίᾳ καὶ χάριτι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.