λελάτρευκε γὰρ εἰδώλοις· παρωξύνετο Θεὸς ἐπὶ τὸν Ἰσραήλ. εἶτα κατεστράτευσε τῆς χώρας ὁ Σαλμανασὰρ 1 βασιλεὺς Ἀσσυρίων, εἷλέ τε τὴν Σαμάρειαν, καὶ ἀπῴκισε μὲν τὸν Ἰσραὴλ, παρεσκεύασε δέ τινας τῶν ἐκ τῆς Χαλδαίων χώρας κατοικῆσαι τὴν γῆν, ἵνα δὴ γένοιτο Περσῶν,
ὡς ἐκεῖθεν ἔχουσα λοιπὸν τοὺς οἰκήτορας. ἔχεις τὴν ἱστορίαν ἐν τῇ τετάρτη τῶν βασιλειῶν. γέγραπται γὰρ οὕτως “Ἐν 2 ἔτει δωδεκάτῳ Ἄχας βασιλέως Ἰούδα ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη, καὶ ἐποίησε 3 τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς
Ἰσραὴλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ· ἐπ’ αὐτὸν ἀνέβη Σαλ- “μανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ “δοῦλος.” καὶ μεθ’ ἕτερα πάλιν “Καὶ ἀπῳκίσθη Ἰσραὴλ 4 “ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς “ταύτης. καὶ ἤγαγε βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος 5 “τὸν ἐκ Χουνθὰ καὶ ἀπὸ Αἶά καὶ ἀπὸ Αἰμὰθ καὶ “ρουαῒμ, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας “τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ 6 κατῴκησαν ἐν ταῖς πολέσιν αὐτῆς.’’ οὗτοι δὴ οὖν οἱ κλῆρον ἑλόντες τὴν Σαμαρειτῶν, κατῳκηκότες γῆν καὶ τέκνων τάχα
που γεγόνασι πατέρες καὶ τοῖς Ἰουδαίων ἔθεσι προσνενεύκασι, τὰς τῶν λεόντων ἐφόδους κατορρωδήσαντες· ἐξ αὐτῶν γεγόνασι Σαρασάρ τε καὶ ’Aρβεσεὲρ, ὃς καὶ ὠνόμασται βασιλεὺς, διάτοι τὸ καθηγεῖσθαι τὸ τηνικάδε τῶν ἐν Σαμαρείᾳ μετῳκισθέντων ἐκ τῆς Περσῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.