ὑπὸ χεῖρα λαοῖς, ὡς ὅσον οὐδέπω τῆς μὲν Ἰερουσαλὴμ ὑπὸ πόδας ἐσομένης ἐχθρῶν, κατεμπρησθησομένου δὲ καὶ αὐτοῦ 2 τοῦ θείου ναοῦ. ἔφη δὲ οὕτως Περιζώσασθε καὶ κόπτεσθε “οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· 3 “ἔλθατε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες τῷ Θεῷ, ὅτι
“ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ἡμῶν θυσία καὶ σπονδή. ἁγιά- “σατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυ- “τέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ἡμῶν, “κράξετε πρὸς κύριον ἐκτενῶς Οἶμμοι οἶμμοι εἰς καὶ ταυτὶ μὲν ὁ προφήτης· τίνα δὲ δὴ τρόπον διεπεραίνετο
4 τὰ προηγγελμένα, σαφηνιῶ πάλιν, αὐτὸ παραθεὶς τὸ γράμμα τὸ ἱερόν. γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν “Καὶ τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμη τοῦ μηνὸς, οὗτος ἐνι- 5 “αυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυ- 6
“λῶνος, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ὁ ἑστὼς ἐνώπιον “βασιλέως Βαβυλῶνος εἰς Ἰερουσαλὴμ, καὶ ἐνέπρησε τὸν “οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας “οἴκους Ἰερουσαλὴμ καὶ πάντα οἶκον ἐνέπρησεν ὁ “μάγειρος.’’ εἶτα κεχειροτόνηκεν ἐπὶ τὸν περιλειφθέντα 7
δῆμον ἐξ Ἰσραὴλ τὸν Γοδολίαν, ἐν μηνὶ τῷ ἑβδόμῳ ὃν 8 ὑπελθὼν ἐχειρώσατο καὶ ἀπέκτεινεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων· γέγραπται 9 γὰρ ὡδί. οὐκοῦν ἐπειδήπερ συμβέβηκεν ἐν τῷ πέμπτῳ μηνὶ καὶ ἐν ἡμέρᾳ τῇ ἑβδόμη ἁλῶναι μὲν τὰ Ἱεροσόλυμα, κατεμπρησθῆναι
δὲ τὸν ναὸν, προσαποθανεῖν δὲ καὶ τὸν Γοδολίαν ἐν τῷ ἑβδόμῳ μηνὶ, τάχα που πρὸς ἀνάμνησιν τῆς τοῦ προφήτου φωνῆς οἱ κατάλοιποι τῶν Ἰουδαίων ἐνηνεγμένοι, τετυπώκασιν ἐξ ἁπάσης τῆς περιοικίδος ἐν μηνὶ τῷ πέμπτῳ καὶ ἐν τῆ ἑβδόμη τοῦ μηνὸς ἀναβαίνειν ἅπαντας εἰς Ἱεροσόλυμα,
καὶ ἁγιάσαι μὲν νηστείαν, κομμὸν δὲ ποιεῖσθαι 10 καθάπερ ἐπὶ νεκρῷ καὶ ἐποιμώζειν κειμένῳ τρόπον τινὰ τῷ ναῷ, τῆ τε πόλει κατεμπρησθείσῃ τὸ ἐκ τῆς ὑστεροβουλίας δάκρυον ἐπιχεῖν. ᾤοντο δὲ, ὅτι λατρείας αὐτοῖς τῆς ἁνδανούσης Θεῷ τρόπος οὑτοσὶ πανσόφως ἐξηύρηται. ἁλλ’
ἐπράττετο μὲν ἔτι τοῦ Ἰσραὴλ ὑπὸ τὸν τῆς αἰχμαλωσίας κειμένου ζυγὸν, οὐδεμιᾶς δὲ φροντίδος τοῦ θείου τετυχηκότος ναοῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.