2 “Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν Προφήτην, “λέγων·’’ ἐν δέ γε τοῖς προκειμένοις ἡμῖν θεωρήμασιν ἕτερος 3 μετ’ ἐκεῖνον ὁρίζεται χρόνος· Ἐν γὰρ τῷ τετάρτῳ ἔτει τῇ τετραδι τοὐ μηνὸς τοῦ ενάτου ὅς ἐστι Χασαλευ· κατὰ Ἑβραίων φωνὴν δηλονότι· μεταπεφοίτηκε τῷ Προφήτῃ τῆς θεοπτίας ὁ τρόπος. τίς δὲ ἡ πρόφασις, ἡ τῆς ἱστορίας ἀφήγησις
εὖ μάλα σαφηνιεῖ. συνεῖεν γὰρ οὐχ ἑτέρως τινὲς πλὴν ὅτι κατὰ τουτονὶ τὸν τρόπον τῶν προκειμένων τὸν νοῦν. τίνες γὰρ ὅλως ὅ τε Σαρασὰρ καὶ ’Aρβεσεὲρ ὁ βασιλεὺς 4 καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ πρό γε τῶν ἄλλων ἀναμαθεῖν; τί δὲ τὸ ἁγίασμα τὸ ἐν τῷ
πέμπτῳ μήνι· καὶ μὴν καὶ αὐτὸς ὁ τῆς ἐρωτήσεως τρόπος, ὅποι ποτὲ βλέπει, καὶ τίς ἂν γένοιτο τῶν ἐρομένων ὁ σκοπὸς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.