καὶ στήσεται μὲν ἡ λυχνία, τὸ λαμπάδιον ἔχουσα, τουτέστι 2 Χριστὸν, ἐκλάμψουσι δὲ καὶ οἱ λύχνοι, καὶ μὴν καὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ λαμπαδίου αἱ δύο πάντως ἐλαῖαι στήσονται, τοὺς δύο λαοὺς σημαίνουσαι. εἶθ’ ὥσπερ τινὸς ἀναπυνθανομένου τε καὶ λέγοντος Τίς ἄρα εἶ σὺ, ὁ τὰ
οὕτω μεγάλα πολέμου δίχα παντὸς καὶ ἀμογητὶ κατορθώσειν ὑπισχνούμενος; προσυπακούει λέγων ὁ Θεὸς καὶ Πατήρ· ἐγὼ τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι, τουτέστιν, ἐγώ εἰμι ἡ πάντα ὑπεραίρουσα φύσις, 3 ἡ θεοπρεπέσιν ὑψώμασιν εἰς τὴν ὑπερέκεινα πάντων διάττουσα
δόξαν, ἡ κατὰ καιροὺς ἀρκέσειν μέλλουσα πρὸς κατόρθωσιν τῶν ἐπηγγελμένων καὶ πρὸ προσώπου Ζοροβάβελ. οὐ γὰρ ἠγνόει Χριστὸς τὸν ἑαυτοῦ Πατέρα, ἀλλ’ ὥσπερ τινὰ 4 συνεργάτην τῶν ἰδίων κατορθωμάτων ἐποιεῖτο λέγων “Ἀπ’ “ἐμαυτοῦ οὐδὲν ποιῶ, ἀλλ’ ὁ πέμψας με Πατὴρ ἐν ἐμοὶ
“μένων, ποιεῖ τὰ ἔργα αὐτός.” εἰργάζετο γὰρ ὡς διὰ δυνάμεως ἰδίας τοῦ Υἱοῦ, δι’ οὗ καὶ ἐν ἀρχαῖς μὲν τὰ πάντα πρὸς τὸ εἶναι παρενεγκὼν εἰκότως θαυμάζεται. μεμνήμεθα δὲ ὅτι 5 παρὰ τῷ σοφωτάτῳ Δανιὴλ, ὡς ὄρος ἡμῖν ὠνόμασται πάλιν 6 ὁ Θεὸς καὶ Πατὴρ, ἐξ οὗ καὶ “λίθος ἄνευ χειρῶν ἐτμήθη, ὃς “καὶ ἐλέπτυνε τὸν χρυσὸν, τὸν ἄργυρον, τὸν χαλκὸν, τὸν 7 “σίδηρον,’’ καὶ ἦν εἰς τύπον καὶ τόδε χριστοῦ. γεγεννη- μένος γὰρ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν ὁ Υἱὸς, συνέτριψε πάσας τὰς βασιλείας, ἵν αὐτῷ λοιπὸν τὸ κράτος ἀνάπτηται. “Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα 8
“γλῶσσα ἐξομολογήσεται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς “δόξαν Θεοῦ Πατρός.” οὐκοῦν ὡς ἐξ ὄρους τοῦ Θεοῦ καὶ Πατρὸς ἀκρογωνιαῖος καὶ ἐκλεκτὸς ἀποτμηθεὶς λίθος ὁ Υἱὸς 9 γέγονεν ἡμῖν κηλρονομία. κεκλήμεθα γὰρ εἰς υἱοθεσίαν αὐτοῦ, καὶ κληρονόμοι γεγόναμεν Θεοῦ ζῶντος, ἰσότητα
χάριτος ἀντὶ χάριτος κερδαίνοντες. καὶ τί δὴ τοῦτό ἐστι;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.