τῇ ἐρήμῳ, διῆλθον ἐν ποδὶ ποταμούς· διεπεραιώσαντο γὰρ 1 οὕτω τὸν Ἰορδάνην· εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας. αὕτη δὴ οὖν ἡ χάρις ἡ πρώτη. ἀλλ’ ἐν ἰσότητί τε ὁμοῦ καὶ ὁμοιότητι τῆς ἀρχαίας ἐκείνης χάριτος, χάρις ἡμῖν ἑτέρα δέδοται παρὰ Χριστοῦ, ὃς γέγονεν ἡμῖν, λίθος μὲν, ὡς
θεμέλιος, ἤγουν ἀκρογωνιαῖος, κληρονομία δὲ πάλιν, γέγονα μὲν γὰρ δι’ αὐτοῦ κληρονόμοι Θεοῦ. πῶς οὖν ἐν ἰσότητι 2 τῆς πρώτης χαρτὸς ἡ δευτέρα; ἃ γὰρ ἐπ’ ἐκείνοις ἐπράττετο σαρκικῶς, ἤγουν αἰσθητῶς, ταῦτα τετελείωκεν ἐφ’ ἡμῖν ὁ 3 Χριστὸς πνευματικῶς τε καὶ νοητῶς. ἐξείλετο δουλείας δία
βολικῆς, ὡς ἐκ πηλοῦ καὶ πλινθείας, ἀπήλλαξε τῶν ἐν κόσμῳ παθῶν καὶ τῶν σαρκικῶν ἀκαθαρσιῶν, διεβίβασεν ὡς διὰ θαλάσσης. παρεδράμομεν γὰρ τὸν κλύδωνα τοῦ 4 παρόντος βίου, καὶ τῆς ἐν αὐτῷ φροντίδος τὸ πικρὸν, ἐφάγομεν ἄρτον τὸν ἐξ οὐρανοῦ· μυστικὸς ὁ λόγος· διεβιβάσθημεν τὸν Ἰορδάνην, περιτομὴν ἐσχήκαμεν τὴν ἐν Πνεύ- 5 ματι, κεκληρονομήκαμεν τὴν ἄνω πόλιν, τὴν ἀληθῶς ἁγίαν 6 γῆν, ἧς καὶ αὐτὸς ὁ Χριστὸς διεμέμνητο λέγων “Μακάριοι
“οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.’’ οἶμαι δὲ ἔγωγε καὶ τὸν σοφώτατον εὐαγγελιστὴν Ἰωάννην αὐτὸ δὴ 7 τοῦτο βούλεσθαι καταδηλοῦν, εἰ λέγοι περὶ Πριστοῦ “Οτι “ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ “χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ
“χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.’’ διάκονος μὲν γὰρ καὶ μεσίτης τῆς ἀρχαίας ἐκείνης χάριτος 8 γέγονεν ὁ Μωυσῆς· τῆς γεμὴν δευτέρας χορηγὸς ὁ Χριστός, ἐχούσης μὲν ὁμοιότητα πρὸς ἐκείνην· τύποι γὰρ ἦσαν ὡς πρὸς ἀλήθειαν, ἤγουν τὸ τῆς ἀληθείας ὠδίνοντες κάλλος·
ἀμείνονος δὲ καὶ ὑπερκειμένης ὅσῳ καὶ τῶν αἰσθητῶν ὑπερφέροι ἂν εἰκότως τὰ νοητά. καὶ μαρτυρήσει γράφων 9 ὁ Παῦλος, ὅτι “Κρείττονος διαθήκης γέγονεν ἔγγυος ὁ “Ἰησοῦς.’’
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.