παρατίθησιν εἰς τύπον τὰ διὰ χειρὸς Ζοροβάβελ κατὰ καιροὺς ἐκπεπερασμένα. μένα. ἐπειδὴ γὰρ ἁλούσης τῆς Βαβυλωνίων ὑπὸ Περσῶν καὶ Κύρου, τῶν τῆς δουλείας ἀνεῖντο δεσμῶν οἱ ἐξ 2 Ισραὴλ, καὶ δὴ καὶ ἐπανῆκον εἰς Ἱεροσόλυμα, Δαρείου λοιπὸν τὴν χαλδαίων διέποντος ἀρχὴν, εἴτ’ οὖν βασιλείαν, 3 προὔτρεπε Θεὸς τοὺς ὑπονοστήσαντας τὸν θεῖον εὐθὺς ἀναδείμασθαι ναὸν, βασιλεύοντος μὲν Ζοροβάβελ, ἱερατεύοντος
γεμὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. καὶ ἥπτοντο μὲν τῶν ἔργων, καὶ δὴ καὶ ἐν πρώταις κρηπίδων καταβολαῖς τὸ ἔργον ἦν· ἦρτο δὲ καὶ ὑψοῦ τὰ τείχη λοιπὸν, εἶτα μεταξὺ κωλυόντων τινῶν καὶ ἐμποδὼν γεγονότος τοῦ φθόνου τῶν περιοίκων ἐθνῶν, γέγονέ τις ἀνοκωχὴ καὶ σπουδασμάτων
τῶν ἐπὶ τοῖς ἔργοις ἀνάβλησις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.