δὲ καὶ εἰς τύπον Χριστοῦ παρείληπται πρὸς ἡμῶν ὁ ἐκ τῆς Ἰούδα φυλῆς Ζοροβάβελ, φέρε δὴ λέγω μὲν ὅπως τε καὶ τίνα τρόπον ἤρξατο μὲν αὐτὸς οἰκοδομεῖν τὸν οἶκον Κυρίου· τετελείωκε δὲ αὖ νοητῶς τε καὶ πνευματικῶς. κατεστήσατο μὲν γὰρ ἐν ἀρχαῖς οἶκον ὥσπερ τινὰ καὶ ἐναύλισμα θεοπρεπὲς
αὐτῷ τε καὶ τῷ Πατρὶ, τὴν τῶν Ἰουδαίων Συναγωγήν. 1 οὕτω γὰρ αὐτὴν ὠνόμαζε, διὰ τοῦ πανσόφου Μωυσέως εἰπών “Ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι 2 “αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως “ὡς ὁ θεράπων μου Μωυσῆς, ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός
“ἐστιν· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ “δι’ αἰνιγμάτων.’’ οὐκοῦν τεθεμελίωται μὲν ὥσπερ ὁ οἶκος διὰ Χριστοῦ· καθῄρηται δὲ μεταξύ. καὶ γοῦν ὁ προφήτης 3 Ιερεμίας ὡς πεπτωκότα τε καὶ σεσεισμένον κατωλοφύρετο 4 λέγων “Οἰκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστήσων αὐ- “τόν·” ἐπειδὴ γὰρ πεπαρῳνήκασιν εἰς Χριστὸν, πέπτωκε διὰ τοῦτο καὶ οὐκ ἦν ἔτι λοιπὸν ὁ ἀναστήσων αὐτόν· πλὴν ἐγήγερται διὰ Χριστοῦ, καὶ μετεσκευάσθη πρὸς τὸ ἄμεινον,
εἰσκεκομισμένων ἐν αὐτῷ τῶν ἐθνῶν, καὶ ἀναδειχθείσης ἐν 5 κόσμῳ τῆς Ἐκκλησίας, Εκκλησίας, “ἤτις ἐστὶν οἶκος Θεοῦ τοῦ κάλλους γέγονεν ἐραστὴς ὁ τῶν ὅλων κύριος καὶ Θεός. ὅτι γὰρ ἀσυγκρίτως ἀμείνων παρὰ ’τον πρῶτον ὁ ἐν ἐσχάτοις καιροῖς ἐγηγερμένος νεὼς, τουτέστιν ἡ Ἐκκλησία, πεπλη-
6 ροφόρηκεν εἰπὼν διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου “Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῆ 7 “δόξη αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;” καὶ μεθ’ ἕτερα 8 “Διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη
“ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ.” ἀλλ’ ὅτι μὲν ἱστορικῶς τὰ τοιάδε νοεῖν ἀπόπληκτον, οὐκ ἂν ἐνδοιάσειε τις, ἐννενοηκὼς, ὅτι πῶς ἂν νοοῖτο προφερεστέρα τῆς πρώτῆς, ἡ ἐν ἐσχάτοις δόξα τοῦ θείου ναοῦ, εἴπερ ἐκεῖνον μὲν κατεπίμπρα καὶ διήρπασεν ὁ Βαβυλώνιος Ναβουχοδονόσορ·
9 τὸν δὲ μετ’ ἐκεῖνον ἐγηγερμένον μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, οὐδὲν ἧττον Ῥωμαῖοι κατεπίμπρασαν, αὐτῷ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα, καὶ ἅπασαν δὲ τὴν Ιουδαίων χώραν. οὐκοῦν οὐκ ἀπόχρη πρὸς ἀλήθειαν ἡ τῆς ἱστορίας ἀπόδοσις· ἀμείνων δὲ καὶ προφερεστέρα τῆς πρώ-
10 της ἡ τελευταία δόξα, παραληφθείσης τῆς Ἐκκλοησίας “εἰς “ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.” 11 ἐποικοδομούμεθα γὰρ “ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων 12 “καὶ προφητῳν,” “διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ 13 “ ἐνέργειαν ἑκάστου μέλους συναρμολογούμενοι τε καὶ συντιθέμενοι, καὶ οἱονεί πὼς ἀλλήλοις συμβαίνοντες ὡς ἑνότητι πίστεως καὶ ἀγάπης διὰ τοῦ Πνεύματος εἰς ναὸν ἅγιον. λίθοι 14
γάρ ἐσμεν ζῶντες. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὴν τῶν πεπιστευκότων πληθὺν, ποτὲ μὲν “Θεοῦ γεώργιον,’’ ποτὲ δὲ 15 δὴ αὖ καὶ οἰκοδομὴν ὠνόμαζε Θεοῦ. καὶ “ὡς σοφὸς ἀρχι- “τέκτων θεμέλιον” ἔθηκεν· οὗτος δέ ἐστιν Ἰησοῦς ὁ Χριστός· ᾧ δὴ πάντες ἐπερηρείσμεθα, δι’ οὗ καὶ ἑστήκαμεν, καὶ ναοὶ 16
χρηματίζομεν, αὐτὸν ἔχοντες εἰς νοῦν καὶ καρδίαν ἐνῳκηκότα τε καὶ ἐνηυλισμένον διὰ τοῦ Πνεύματος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.