λυχνία χρυσῆ. προσέταττε δὲ Θεὸς τῷ Ἀαρὼν, λέγων, ὅτι 1 “κατὰ πρόσωπον τῆς λυχνίας ἐκ του ἕνος μέρους φανοῦσιν 2 “οἱ ἑπτὰ λύχνοι.” οὐ γὰρ τοῖς κατόπιν αὐτῆς ὁ διὰ τῶν λύχνων δέδοται φωτισμὸς, ἀλλὰ τοῖς ὡς ἐν προσώπῳ Χριστοῦ διὰ τῆς πίστεως ἐνηνεγμένοις. καὶ γοῦν Ἰουδαῖοι
κατόπιν ὥσπερ αὐτοῦ καὶ εἰς νῶτα κείμενοι, κατεσκοτισμένον ἔχουσι τὸν νοῦν· οἱ δὲ ἐξ ἐθνῶν πιστεύσαντες, εἰς πρόσωπον ἔχουσι τοὺς λύχνους, ἐλεύθερος γὰρ αὐτοῖς τῆς παντελῶς ὁ διὰ τῶν ἁγίων ἐγγέγονε φωτισμός. ἐκαίετο 3 δὲ καὶ λύχνος εἷς ἐν τῇ πρώτη σκηνῇ· τῆς εὐαγγελικῆς 4 παιδεύσεως κατόπιν ἰοῦσαν τὴν νομικὴν τοῦ πράγματος ἡμῖν, κατασημαίνοντος. θέα γὰρ ὅπως τοῖς μὲν ἐν τῇ πρώτη σκηνῇ μόνος εἷς ἐκαίετο λύχνος, τοῖς γεμὴν εἰσπεφθακόσιν εἰς τὰ ἅγια τῶν ἁγίων ἑπτὰ λύχνοι καὶ τὸ λαμπάδιον ἀμφιλαφεστάτην ὥσπερ ἐνίεσαν τὴν αὐγήν.
καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ
λέγων Τί ἐστι ταῦτα, Κύριε; καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶ d ἐν ἐμοὶ καἰ εἶπε πρὸς μὲ λέγων Οὐ γινώσκεις τί ἐστι ταῦτα;
καὶ εἶπα Οὐχὶ κύριε. κὼ ἀπεκρίθη ὁ ἄγγλος καὶ εἶπε πρὸς μὲ λέγων Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγω Οὐκ
ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ’ ἢ ἐν Πνεύματί μου λέγει Κύριος παντοκράτωρ. Ὅτι καὶ ἀμείνων καὶ ἱερώτερος τῆς ἐν ἡμῖν διανοίας τῶν νοητῶν δυνάμεων νοῦς, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὰ Supra e καθ’ ἡμᾶς ὑπερκείμενος, καὶ ἐντεῦθεν ἂν μάθοις. “ἐπέστρεφε
“μὲν γὰρ ὁ ἄγγελος, ὡς ὁ Προφήτης φησὶ, καὶ ἐξήγειρεν “αὐτὸν, ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐκ τοῦ ὕπνου “αὐτοῦ.’’ εἰ γὰρ δὴ συγκρίνειν ἕλοιτό τις, ὡς πρός γε τὸν ταῖς ἄνω δυνάμεσιν ἐνόντα νοῦν, τῆς ἀνθρωπίνης διανοίας τὸ μέτρον, μειονεκτούμενον εὑρήσει τοσοῦτον, ὅσον ἃν νοοῖτο
κατόπιν ἐλθεῖν καὶ τῆς τῶν νηφόντων διανοίας τὰ ἐν ὕπνοις
Α. a ἡμῶν ἀδρανῆ φαντάσματα. ἐγήγερται δὴ οὖν ὁ Προφήτης εἰς νῆψιν, ἀλλὰ καὶ οὕτως ἔχων καὶ ἠκονημένος ἄγαν, οὐδὲν ἧττόν ἐστι βραδὺς πρός γε τὸ δύνασθαι, φημὶ, συνιέναι τὰ δεικνύμενα. ταύτῃτοι, καὶ μάλα εἰκότως, ἀναπυνθάνεταί τε
καὶ ἀξιοῖ μανθάνειν παρὰ τοῦ σοφοῦντος ἀγγέλου. ὁ δὲ 5 ὅτι οὐ συνῆκε μονονουχὶ κατατεθηπὼς, εἰ μὴ ἀληθῶς εἰδείη διερωτᾷ· τοῦ δὲ διαρρήδην ὡμολογηκότος τὴν ἄγνοιαν, καὶ τὸ δυσμαθὲς οὐκ αἰσχυνομένου, καταλευκαίνει λοιπὸν τὸ ἐκ τῆς ὁράσεως αἴνιγμα, καὶ οἷον ὡς ἐξ εἰκόνος ἐμφανοῦς τε
καὶ ὁρωμένης τὸν ἐν αὐτῇ λεληθότως ἐγκείμενον ἑρμηνεύει 6 σκοπόν. οὗτος γάρ φησιν ὁ λόγος κυροῦ πρὸς Ζοροβάβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλη οὐδὲ ἐν ἰσχύϊ ἀλλ᾿ ἐν Πνεύματί μου, λέγει Κύριος παντοχράτωρ. ὅμοιον ὡς εἰ λέγοι τυχὸν ὁ τῆς ὁράσεως νοῦς καὶ ὁ τῶν παραδειχθέντων σκοπὸς Μονονουχὶ
διακέκραγε τὰ παρὰ Θεοῦ πρὸς Ζοροβάβελ καὶ ἱέντα φησὶν, ὅτι ταῦτα πάντα τὰ ὁρώμενα πρὸς πέρας ἥξει κατὰ καιροὺς, οὐκ ἀνθρωπείᾳ δυνάμει κατορθούμενα, οὔτε μὴν ἐν ἰσχύϊ σαρκικῇ, ἁλλ’ ὡς ἐν δυνάμει Πνεύματος Ἁγίου, καὶ ὡς ἐκ θείων διανευμάτων. γέγονε μὲν γὰρ ἄνθρωπος καθ᾿
ἡμᾶς ὁ Μονογενής· πλὴν οὐ πεπολέμηκε σαρκικῶς, ἵνα καθάπερ τινὰ λυχνίαν ἀναστήσῃ τῷ κόσμῳ τὴν Ἐκκλησίαν· 7 οὐχ ὅπλα κινήσας αἰσθητὰ καὶ μαχίμων φάλαγγας, παρέστησεν ἑαυτῷ τοὺς δύο λαοὺς, ἢ τοὺς λύχνους τοὺς νοητοὺς ἐπέθηκε τῇ λυχνίᾳ, ἀλλ’ ἐν ἰσχύι Πνεύματος τοῦ ἰδίου κεχειροτόνηκεν
ἐν ταῖς ἐκκλησίαις “πρῶτον Ἀποστόλους, δεύτερον 8 “προφήτας καὶ εὐαγγελιστὰς,” καὶ τὴν ἄλλην ἅπασαν τῶν ἁγίων ὁμήγυριν, θείοις αὐτοὺς χαρίσμασιν ἀναπιμπλὰς, καὶ τῆ τοῦ νεύματος χύσει καταπιαίνων πλουσίως. οὐκοῦν οὐκ ἐν δυνάμει μεγάλη, οὐδὲ ἐν ἰσχύϊ τῇ σαρκικῇ τὰ παρὰ 9
Χριστοῦ, ἀλλ’ ὡς ἐν δυνάμει Πνεύματος ἐσκυλεύετο μὲν ὁ σατανᾶς, ἔπιπτον δὲ σὺν αὐτῶ καὶ τὰ τῶν ἀντικειμένων δυνάμεων στίφη, ἐκαλοῦντο πρὸς θεογνωσίαν διὰ τῆς πί- στεως, οἵ τε ἐξ Ἰσραὴλ καὶ οἱ πάλαι τῇ κτίσει παρὰ τὸν 10 κτίστην λελατρευκότες.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.