δυνάμεσιν ὡς Θεὸς ὁ Ἐμμανουήλ, διεμαρτύρατο λέγων καὶ 2 διὰ φωνῆς Ὠσηέ. ἔχει γὰρ οὕτω “Τοὺς δὲ υἱοὺς Ἰούδα “ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ “σώσω αὐτοὺς ἐν τόξῳ, οὔτε ἐν ῥομφαίᾳ, οὔτε ἐν πολέμῳ, “οὔτε ἐν ἅρμασιν, οὔτε ἐν ἵπποις, οὔτε ἐν ἱππεῦσιν εὖ δὲ
δὴ σφόδρα πρὸς Ζοροβάβελ ὁ λόγος ἦν, τὸν ἐκ τῆς Ἰούδα 3 φυλῆς, διέποντά τε τὸ τηνικάδε τοὺς τῆς βασιλείας θώκους ἐν Ἰερουσαλήμ. ἵνα γὰρ μὴ, τῶν οὕτω λαμπρῶν καὶ ἀξιαγάστων κατορθωμάτων αὐτῷ προαπηγγελμένων, πολέμους οἴοιτο καὶ μάχας συγκροτηθήσεσθαι κατὰ καιροὺς, ἐξίστησιν
ἀναγκαίως αὐτὸν τῶν οὕτω σαθρῶν καὶ ἀνθρωπίνων ἐννοιῶν, διακεῖσθαι δὲ μᾶλλον προστέταχεν, ὅτι θεοπρεπὴς ἡ ἐνέργεια, καὶ ἡ δύναμις οὐκ ἀνθρωπίνη τοῦ διαπεραίνοντος τὰ τοιάδε 4 Χριστοῦ. μεμνήμεθα δὲ ὅτι καὶ αὐτὸν τὸν Ζοροβάβελ, ὡς 5 ἐκ φυλῆς Ἰούδα καὶ βασιλέα, παραδηλοῦν ἐλέγομεν ἐφ’
ἑαυτῷ τὸν χριστον, συνημμένου καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, ἵν ἐν τῷ αὐτῷ νοοῖτο βασιλεύς τε ἅμα καὶ ἀρχιερεὺς ὁ Ἐμ- μανουήλ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.