αὐτὸς κατὰ φύσιν ὑπάρχων τὸ φῶς· μεθεκτῶς γεμὴν ἐν τοῖς ἁγίοις καὶ παρ’ αὐτοῦ. καὶ πληροφορήσει λέγων ὁ σοφὸς 2 Ἰωάννης “Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες 3 “ἑλάβομεν.’’ φῶς δὲ ὑπάρχων τὸ ἀληθινὸν ὁ Υίὸς, φῶς ὠνόμαζε τοῦ κόσμου τοὺς τῆς παρ’ αὐτοῦ λαμπρότητος ἐν μεθέξει γεγενημένους· ἔφη γὰρ τοῖς ἁγίοις ἀποστόλοις “Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.’’ αἱ δύο γεμὴν ἐλαῖαι, 4
μία ἐκ δεξιῶν καὶ μία ἐξ εὐωνύμων τοῦ λαμπαδίου κείμεναι, τοὺς δύο λαοὺς ὑποσημαίνουσι, μονονουχὶ καὶ ἐν κύκλῳ περιεστῶτας Χριστόν. τετίμηνται γὰρ ὡς ἠλεημένοι τῇ τοιᾷδε στάσει. καὶ οἱ μὲν ἦσαν ἐκ τῆς καλλιελαίου, τουτέστιν 5 ἐκ τῆς Ἰουδαίων Συναγωγῆς· οἱ δὲ τῆς ἀγριελαίου
μὲν ἐξέφυσαν, τουτέστι τῆς τῶν ἐθνῶν πληθύος, πλὴν ἐγκεντρισθέντες εἰς καλλιέλαιον κοινωνοὶ γεγόνασι τῆς πιότητος 6 τῆς ῥίζης, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. 7 ἄθρει δὲ ὅπως ἐπὶ τὴν λυχνίαν ὁμοῦ τῷ λαμπαδίῳ καὶ οἱ λύχνοι καὶ αἱ δύο ἐλαῖαι. σύνεστι γὰρ ἡμῖν ἐν Ἐκκλησίᾳ
Χριστὸς, καὶ ἡ τῶν πεπιστευκότων ἠλεημένη πληθὺς καταλάμπεται μὲν τῷ παρ’ αὐτοῦ φωτὶ, φωτίζεται δὲ καὶ διὰ λύχνων, οἳ μεθεκτὸν ἔχουσι καὶ παρ’ αὐτοῦ τὸ φῶς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.