ἀμπέλου καὶ ὑποκάτω συκῆς. ἡμεῖς δὲ σαφῆ καθιστάντες τῆς προφητείας τὸν σκοπὸν, ἐλέγομεν ὅτι τοῖς μὲν ἀπειθεῖν 3 ᾑρημένοις, καὶ ἀτιμάζουσιν ἀμαθῶς τὴν διὰ Χριστοῦ σωτηρίαν, βόθρος οἷά τις ὠρόρυκται κατακομίζων εἰς ὄλεθρον, ἡ ἐπὶ τῷ σταυρῷ παροινία, καὶ τῆς κατὰ Χριστοῦ μιαιφονίας 4
τὰ ἐγκλήματα. ἀπολώλασι γὰρ οἱ δείλαιοι κυριοκτονήσαντες ἀνοσίως· τοῖς γεμὴν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ 5 τέρψις τε καὶ τρυφὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὑπῆρξε; γεγόνασι γὰρ ὡς ὑπὸ συκῆ καὶ ἀμπέλῳ ταῖς ἐκκλησίαις. 6 7 ἀλλ’ ἰδοὺ καὶ καθ’ ἕτερον τρόπον τοῦ μυστηρίου τὴν δύναμιν ὁ Προφήτης τεθέαται. τὴν γάρ τοι λυχνίαν τὴν χρυσῆν φαμεν εἶναι πάλιν τὴν Ἐκκλησίαν, ὡς τετιμημένην ἐν κόσμῳ, 8 ὡς διαφανεστάτην ἐν ἀρεταῖς, ὡς ὑψοῦ δὴ λίαν ἠρμένην τοῖς τῆς ἀληθοῦς θεογνωσίας δόγμασιν, ἐφ’ ᾗ τὸ λαμπάδιον,
9 τουτέστι Χριστὸς, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ “Διὰ Σιῶν οὐ σιωπήσομαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως “ἂν ἐξέλθῃ ὡς φῶς ἢ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.’’ τοῦτο τὸ λαμπάδιον τὸ πᾶσαν καταφωτίζον τὴν ὑπ’ οὐρανὸν, ἐπὶ τῇ λυχνίᾳ τέθεικεν ὁ Θεὸς
10 καὶ Πατὴρ, ἴνα πάντες οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσι,” “καὶ λάμπῃ πάσι τοῖς ἐν τῇ οἰκίᾳ. ἑπτὰ δὲ οἱ λύχνοι, 11 φῶς οὐκ ἔχοντες ἴδιον, ἀλλ’ ἐπακτὸν καὶ ἔξωθεν, καὶ ταῖς δι’ ἐλαίου χορηγίαις τρεφόμενον. σημαίνουσι δὲ καὶ αὐτοὶ τοὺς ἁγίους ἀποστόλους, καὶ μέντοι καὶ εὐαγγελιστὰς, καὶ
τοὺς κατὰ καιρὸν τῶν ἐκκλησιῶν διδασκάλους, δεχομένους μὲν οἷά τινας ἴνας λύχνους εἰς νοῦν καὶ καρδίαν τὸν παρὰ χριστοῦ φωτισμὸν, καὶ ταῖς τοῦ Πνεύματος ἐπιχορηγίαις τρεφόμενον ἔχοντας, ἱέντας γεμὴν τοῖς ἐν τῆ οἰκίᾳ τὸ φῶς, καὶ τῷ λαμπαδίῳ σύγ’ καταυγάζοντας τοὺς πεπιστευκότας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.