εὔηθες γὰρ κομιδῇ· νομιοῦμεν δὲ μᾶλλον, τὴν ὡς ἐξ ὁράσεως τῆς ἐν χερσὶν ἐφ’ ἑτέραν εὐθὺς καὶ γείτονα μεταφοίτησιν, δῆλον δὲ ὅτι πνευματικήν. ἐπειδὴ δὲ νήψεως ἀκράτου χρεία καὶ τῆς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον, ἔν γε δὴ μάλιστα τούτοις, λεπτὴν ἐνετίθει ἐγρήγορσιν τῷ Προφήτῃ Θεὸς,
1 μεσιτεύοντος ἀγγέλου τοῦ καὶ λαλοῦντος ἐν αὐτῷ, ὡς δοκεῖν ἐξ ὕπνου διεγερθῆναι. τοιαύτη γάρ πὼς ἐστὶ τῆς ἐν ἡμῖν διανοίας ἡ κατάστασις, καὶ πολὺ δὴ μείων παρὰ τὴν οὖσαν 2 ἐν τοῖς ἁγίοις ἀγγέλοις, ὥστε φαίη τις ἃν ἐγρήγορσιν μὲν τὰ ἐκείνων, ἐν ὕπνῳ δὲ ὥσπερ τὰ καθ’ ἡμᾶς. ἐπειδὴ δὲ ὁ θεσπέσιος ἄγγελος γνώμης τε καὶ νοῦ πρὸς τοῦτο δὴ παρενηνεγμένον τεθέαται, ὥστε καὶ ἀποχρώντως ἔχειν συνιέναι
λεπτῶς τὴν ὅρασιν, διεπυνθάνετο λέγων, τί ἃν οἴοιτο ὑπάρχειν τὰ δεδειγμένα. ἀπλανεστάτην γεμὴν ὁ Προφήτης 3 τῆς ὁράσεως τὴν ἀφήγησιν ἐποιεῖτο πάλιν, λυχνίαν ἑωρακέναι λέγων, ὅλην τε δι’ ὅλου χρυσῆν· ἐπάνωθεν αὐτῆς τὸ λαμπάδισν, καὶ μὴν καὶ λύχνους ἐπτὰ, καὶ ἰσαρίθμους αὐτοῖς
τὰς ἐπαρυστρίδας, ἐλαίας τε δύο, μίαν μὲν ἐκ δεξιῶν τοῦ λαμπαδίου, θατέραν γεμὴν κειμένην ἐξ εὐωνύμων. καὶ ἡ μὲν ἐμφανέστερα τῶν δεδειγμένων ἀπόδοσις εἴη ἃν οὐχ ἑτέρα παρὰ ταύτην· δεῖν δὲ ἔγωγε φημι τοὺς τοῖς ἐσωτάτω τὸν νοῦν ἐνιέντας περιεργότερον περιαθρεῖν εὖ μάλα πειρᾶσθαι
τὰ δηλούμενα, καὶ συνδεῖν ἀστείως τοῖς ἤδη προειρημένοις 4 καὶ τάδε.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.