εἰ ἐρευνῷτο λεπτῶς, οὐκ ἂν ἐνδοιάσειέ τις. διεβεβαιούμεθα 1 μὲν γὰρ ἐν ἀρχαῖς, ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ μέντοι καὶ 2 Ἰησοῦ διαμεμορφῶσθαι Χριστὸν, καὶ ἀνὰ μέρος ἐν ἑκατέρῳ, καὶ ἐν ἀμφοῖν συλλήβδην, ὡς ἕνα. ἐστι γὰρ ἐν ταὐτῷ καὶ βασιλεὺς τοῦ Ἰσραὴλ καὶ μέγας “ἀρχιερεὺς, ὅσιος, ἄκακος, 3
“ἀμίαντος.’’ ἐπειδὴ δὲ οἱ μὲν ἐκ φυλῆς Ἰούδα τοὺς τῆς βασιλείας διεῖπον θώκους, οἱ δὲ τῆς Λευὶ τέθειντο πρὸς 4 ἱερωσύνην, ἐν ἑνὶ δὲ οὐκ ἦν καὶ βασιλείαν ὁρᾶν τε καὶ ἱερωσύνην, ταύτῃτοι σοφῶς διὰ τῶν δυοῖν εἰς ἕνα μορφοῦται Χριστός. οὐκοῦν εἰ λέγοι Θεὸς περὶ τοῦ Ζοροβάβελ, ὡς
“Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ 5 “αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτὸν,’ ἱστορικώτερον μὲν ἐπ’ ἐκείνου νοήσεις, ἀνοίσεις δὲ ἐπὶ Χριστὸν νοητῶς τοῦ μυστηρίου τὴν δύναμιν. αὐτὸς γὰρ ἡμῶν γέγονεν ὁ θεμέλιος, καὶ αὐτῶ πάντες ἐποικοδομούμεθα πνευματικῶς εἰς ναὸν
ἅγιον· αὐτὸς ἡμῶν ἡ ἀρχὴ καὶ τὸ πέρας· παρίστησι γὰρ 6 ἡμᾶς ἡγιασμένους ἐν πνεύματι, λαμπρόν τε καὶ ἱερὸν ἐνδιαίτημα ἑαυτῷ τε καὶ τῷ Πατρὶ, περιῃρημένης εἰς ἅπαν τῆς ἁμαρτίας, καὶ κατηργημένης τῆς φθορᾶς· αὐτός ἐστιν ὁ Ἰησοῦς, ὡς ἔφην, ὁ ἱερεὺς ὁ μέγας. καὶ ἑρμηνεύεται μὲν Ἰησοῦς
Σωτηρία λαοῦ· οὕτω γάρ που καὶ ὁ θεσπέσιος Γαβριὴλ πρὸς τὴν ἁγίαν ἔφη παρθένον καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ 7 “καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐ- “τὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ·” Ἰωσεδὲκ δὲ νοεῖται Δικαιοσύνη Θεοῦ· δεδικαιώμεθα γὰρ ἐν 8
αὐτῷ διὰ πίστεως, καὶ τῶν ἀρχαίων αἰτιαμάτων τὸν ῥύπον ἀπενιψάμεθα. αὐτὸς ἡμᾶς αἰχμαλώτους ὄντας ἐρρύσατο καὶ 9 τῆς νοητῆς δουλείας ἐξείλατο, καὶ οἷαπερ ἐξ ἀλλοδαπῆς καὶ γῆς ἀλλοφύλων τῆς δαιμονιώδους ἀπάτης, ἀνεκόμισεν εἰς θεογνωσίαν, καὶ εἰς τὴν τῶν ἁγίων καλλίπολιν, τὴν ἁγίαν ἀληθῶς Ἱερουσαλὴμ, ἥτις ἐστὶν ἡ Ἐκκλησία. διὰ τοῦτο στεφανοῦται πρὸς ἡμῶν ὀρθῇ καὶ ἀνεπιλήπτῳ πίστει, καὶ
τοῖς εἰς ἀρετὴν αὐχήμασιν, ὕμνοις τε τοῖς χαριστηρίοις. καὶ 10 οἱ μὲν τὸ τηνικάδε στέφανοι χρυσοῖ τε ἦσαν καὶ ἀργυροῖ, καὶ ἐξ ὕλης κατεσκευάζοντο τῆς φθαρτῆς· οἱ ’δε γε πρὸς ἡμῶν πεπλεγμένοι τε καὶ ἀνημμένοι, γήινον μὲν ἔχουσιν οὐδὲν, συντέθεινται δὲ μᾶλλον ἐκ τῆς τῷ Θεῷ πρεπούσης δόξης.
ἀνατίθεμεν γὰρ ὡς χρυσὸν μὲν αὐτῷ τῶν περὶ αὐτοῦ δογμάτων τὴν ἀπλανῆ θεωρίαν· ὡς ἄργυρον δὲ τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα νοητήν. ἔστι δὲ καὶ ἑτέρως στέφανός τε καὶ δόξα Χριστοῦ τῶν παρ’ αὐτοῦ σεσωσμένων ἡ σω- 11 τηρία. σεσ́ωσται δὲ οὐκ ἔθνος ἓν, καθάπερ ἀμέλει καὶ πάλαι
διὰ Μωυσέως ὁ Ἰσραὴλ, ἀλλ’ ὅλη λοιπὸν ἡ ὑπ’ οὐρανόν· ἔπρεπε γὰρ καὶ τοῦτο τῷ χριστῷ. ἄθρει δὲ ὅπως παρὰ τῶν ἀρχόντων τῆς αἰχμαλωσίαις καὶ παρὰ τῶν χρησίμων αυτης καὶ τῶν ἐπεγνωκότων αυτην τὰ εἰς τὴν τῶν στεφανων κατασκευὴν προσκομίζονται. οἱ γὰρ λαῶν ἡγούμενοι
καὶ εἰς ἀρχὰς τεθειμένοι τὰς τοιάσδε παρὰ Θεοῦ, καὶ οἱ τὸν τῆς ἀρχαίας ἡμῶν αιχμαλωσιας εἰδότες τρόπον, χρήσιμοί τε τοῖς λελυτρωμένοις, ὡς καθηγηταὶ καὶ διδάσκαλοι 12 καὶ νουθετεῖν οἷοι τε καὶ ἀποκομίζειν εὖ μάλα πρὸς ἐννομωτάτην ζωὴν, αὐτοὶ τὰ ὑπὲρ πάντων προσάγουσι
δῶρα, τὰ τῶν ἀδυνάτων ἀσθενήματα πληροῦντες δι’ ἑαυτῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.