πάλιν αὐτὸν ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ ἐν δόξη τῆ βασιλικῇ· σύνες δὲ ὅτι αὐτός ἐστιν ἡ ἀνατολὴ, τουτέστι, τὸ 1 βλάστημα, περὶ οὗ φησιν ὁ θεσπέσιος Ἡσαΐας “Καὶ 2 “ἀναβήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ “ῥίζης ἀναβήσεται.’’ ἀνεθάλομεν δὲ ἡμεῖς ὑποaaόίτωθεν αὐτοῦ.
ῥίζα γὰρ γέγονεν ὁ Χριστὸς τῆς ἀνθρωπότητος, ἤτοι τῶν διὰ πίστεως κεκλημένων, δευτέρα, καὶ οὐ κατά γε τὴν πρώτην, φημὶ δὲ δὴ τὸν Ἀδὰμ, ἀλλ’ ἐν ἀμείνοσιν ἀσυγκρίτως· ἀνεθάλομεν γὰρ εἰς φθορὰν μὲν οὐκέτι καὶ εἰς θάνατον διὰ τὴν ἀρὰν, ἀλλ’ εἰς ζωήν τε καὶ ἀφθαρσίαν, ῥίζαν ἔχοντες 3
τὴν ζωὴν, τουτέστι Χριστόν. καὶ ὥσπερ ἐστὶν αὐτὸς μὲν “ἡ ἄμπελος, ἡμεῖς δὲ τὰ κλήματα,’’ προσπεφυκότες αὐτῷ 4 διὰ τῆς πνευματικῆς κοινωνίας· οὕτω καὶ ῥάβδος καὶ βλάστημα μὲν αὐτὸς, ἤγουν ἀναφυὴ καὶ ἀνατολή· ἡμεῖς δὲ ὑπ’ αὐτῷ βεβλαστήκαμεν, ἀνεφύημέν τε καὶ ἀνεθάλομεν εἰς ἀφθαρσίαν,
ὡς ἔφην, καὶ ζωήν. αὐτὸς ᾠκοδόμησε τὸν οἶκον κυρίου. ἐστι δὲ καὶ ἁπάσης ἔμπλεως ἀρετῆς, τουτεσ́τιν, εὐκλείας τῆς Θεῷ πρεπωδεστάτης· “Ἐκάλυψε γὰρ οὐρανοὺς ἡ 5 “ἀρετὴ αὐτοῦ καὶ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, φησιν ὁ προφήτης Ἀμβακούμ. γέγραφε δέ που καὶ ὁ c
σοφὸς Ἰωάννης, ὅτι “καὶ τεθεάμεθα τὴν δόξαν αὐτοῦ, 6 7 “δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθεtας.’’ αὐτὸς κεκάθικεν ἐπὶ θρόνου· βεβασίλευκε γὰρ ὡς Θεὸς, καὶ ἐστι σύνεδρος τῷ ἰδίῳ Πατρὶ καὶ συγκατάρχει τῶν ὅλων. ὅτι δὲ Ζοροβάβελ τε καὶ Ἰησοῦς ἀλλήλοις ὥσπερ εἰς ἑνότητα συνενηνεγμένοι κατασημήνειαν εὖ μάλα Χριστὸν,
κατέδειξε προστιθεὶς, ὡς περί γε τοῦ Ζοροβάβελ Καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ· τουτέστιν, ἐν τιμῇ τε καὶ δόξῃ· καὶ 8 βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσονλ ἀμφοτέρων. ἔστι γὰρ ὁ αὐτὸς, 9 ὡς καὶ ἤδη προεῖπον, βασιλεύς τε ἅμα καὶ ἀρχιερεὺς, ὡς διὰ δυοῖν εἰς ἕνα γραφόμενος τὸν Ἐμμανουήλ. πλὴν οὐκ
ἄμισθος ὁ πόνος τοῖς στεφανοῦσι Χριστὸν, ἁλλ’ εἰς ἀτελεύτητον αὐτοῖς δραμεῖται μνήμην ἡ καρποφορία. ὅτι δὲ ἀτρεκὴς ὁ λόγος, ἐμπεδοῖ προστιθείς Ὁ σε στέφανος ἔσται τοῖς ὑπομενουσι καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν 10 και εις χαριτα Σοφονιου καὶ εἰς φαλμον ἐν οικῳ κυροῦ.
ἔσται γὰρ εἰς χάριν τοῖς ἀνατεθεικόσι τὰ προσκεκομισμένα, γενήσονται δὲ καὶ δοξολογίας πρόφασις. ἡ γὰρ τῶν ἡγουμένων εὐσέβεια, τῆς εἰς Θεὸν ἀγάπης ὁδὸς τοῖς ἑτέροις γίνεται. στεφανουμένου δὲ πρὸς ἡμῶν τοῦ Χριστοῦ, τότε καὶ ἡ τῶν ἐθνῶν ἀγέλη δραμεῖται πρὸς ἐπίγνωσιν αὐτοῦ, καὶ οἱ
μακράν ὄντες διὰ τὴν πλάνην, κεκλήσονται διὰ τῆς πίστεως, καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκω τοῦ Θεοῦ. τίνα δὲ οἰκοδομήσουσιν; ἑαυτοὺς δηλονότι συναρμολογοῦντες τοῖς ἁγίοις, καὶ 11 συντιθέντες ἐν πίστει πρὸς ἕνωσιν τοῖς ἐξ Ἰσραὴλ, ὄντος 12 ἀκρογωνιαίου Χριστοῦ καὶ συνείροντος εἰς ὁμοψυχίαν δι’
ἑαυτοῦ τὰ πάλαι διῃρημένα. ἔκτισε γὰρ “τοὺς δύο “εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλ- “λασσων ἐν τῷ σώματι αὐτοῦ τὰ πάντα πρὸς τὸν 13 ὧν εἰς πέρας ἐκβεβηκότων, ἐπιψηφιούμεθα τοῖς ἁγίοις προφήταις τὸ ἀτρεκὲς, ἐγνώκαμέν τε σαφῶς, ὡς ἦν Θεὸς ἐν αὐτοῖς ὁ λαλῶν καὶ προαναφαίνων ἡμῖν τὸ Χρυττου μυστήριον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.