ἔστησαν γαζοφυλάκιον, ἵνα καὶ ἄθροισις γένηται χρημάτων εἰς τὴν τῶν ἔργων κατασκευὴν, καὶ εἰς τὰς τῶν ἱερέων στολὰς, καὶ εἰς τὰς τεταγμένας αὐτοῖς κατὰ νόμον θυσίας. τέτακτο δὲ τῶν χρημάτων ταμίας, Ἰωσίας υἱὸς 2 Σοφονίου. προστάττει δὴ οὖν ὁ τῶν ὅλων Θεὸς, προσκεκομισμένων
παρὰ τῶν ἀρχόντων τῆς αἰχμαλωσίαις, ἃ καὶ ἦν ἀπόθετα παρὰ τῷ Ἰωσίᾳ, χρυσίον λαβεῖν καὶ ὰργύριον, εἶτα κατασκευάσας στεφάνους, ἐπιθεῖναί τε αὐτοὺς ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως του μεγαλου, φάναι τε αὐτῷ περὶ τοῦ Ζοροβάβελ Ἰδοὺ ἀνὴρ Ἀνατολὴ ὄνομα αὐτῷ· τὸ δὲ 3
ἀνατολὴ τῶν Ἑβραίων ἡ ἔκδοσις τῷ τοῦ βλάστη μάτος ὀνό- ματι κατεσήμηνε· καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, τουτέστιν, 4 ἐκ τῆς αὐτοῦ ῥίζης ἀναφύσει πολλά. λήψεται δὲ καὶ ἀρετὴν, τουτέστιν, εὐπρέπειαν, ἤτοι δόξαν· ἐκδεδώκασι γὰρ οὕτως οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. προσετίθει δὲ τούτοις, ὡς ἄμφω μὲν, Ἰησοῦς τε καὶ Ζοροβάβελ ἐπὶ τὸν αὐτὸν καθεδοῦνται θρόνον, ὡς εἶναι κοινὸν τὸ τῆς βασιλείας καὶ τῷ μετὰ χεῖρας
5 ἔχοντι τὴν ἱερουργίαν, τὸ γεμὴν τοῦ ἱερέως καὶ αὐτῷ προσκεῖσθαι τῷ βασιλεύοντι· ἔσται δὲ ἀμφοῖν καὶ βουλὴ μία καὶ εἰρηνικὴ, ὡς κατά τι γοῦν ὅλως μὴ ἑτερογνωμονοῦντας ὁρᾶσθαι. εἶτα τοὺς στεφάνους λαμπρὸν γενέσθαι προστέταχεν ἀνάθημα τῷ Θεῷ εἰσκεκομισμένους εἰς τὸν οἶκον αὐτοῦ, ὥστε καὶ εἰς
χάριν, ἤτοι καύχημα, γενέσθαι τῶν προσαγηοχότων, Ἰωτίου τε φημι καὶ τῶν τῆς αἰχμαλωσίας χρησίμων καὶ τῶν ἀρχόντων αὐτῆς· ἀνατεθῆναί τε, οὐ μάτην, ἁλλ’ ὥστε καὶ ᾠδῆς γενέσθαι πρόφασιν τοῖς ᾠδοῖς τοῦ ναοῦ καὶ ἱερψάλταις. 6 τότε γὰρ δή φησι καὶ οἱ μακραν ἀπ' αὐτῶν· τουτέστιν
οἱ ἐκ τῶν ἑτέρων ἐθνῶν· ἥξουσι καὶ προσκυνήσουσι τῷ κυρίῳ. συμβήσεσθαι δὲ τὰ τοιάδε, φησὶν, εἴπερ ἕλοιντο τῷ τῆς εὐπειθείας κατασεμνύνεσθαι κόσμῳ, καὶ ἀκούειν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ· καὶ τότε λοιπὸν εἰς πέρας ἐκβεβηκότων τῶν προηγγελμένων, ἐπιγνώσεσθαι σαφῶς, ὅτι τὰ παρὰ Θεοῦ
σαφῆ καταστήσων ὁ Προφήτης ἀπεστάλη· καὶ οὐχὶ δὴ Hier. μᾶλλον κατά τινας τῶν ψευδοεπεῖν εἰωθότων, τὰ ἀπὸ καρδίας αὐτοῦ λαλήσων, ἀληθὴς δὲ μᾶλλον, καὶ οὐ ψευδάγγελος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.