τὰ περὶ τῆς τῶν Χαλδαίων ἀκούοντα βασιλείας, ὑφ’ ἧς καὶ πεπόρθηται, ταύτῃτοι χρησίμως, ὡς ἂν μὴ δοκοίη εἰς λύπας, καὶ τοῦτο οὐκ ἐν καιρῷ, παρατρέχει μὲν ὁ 1 Προφήτης τὸν ἐπ’ αὐτοῖς λόγον. τὸ δὲ δὴ μάλιστα κατευφραῖνον αὐτοὺς ἐξηγεῖται λαμπρῶς, τὰ περὶ τῆς Κύρου
φημὶ βασιλείας, καὶ μέντοι τῆς Ἀλεξάνδρου, οἳ μονονουχὶ καὶ ἐστάλησαν τῆς εἰς αὐτὸν Ἰσραὴλ ὠμότητος ἐξαιτοῦντες 2 λόγους τὴν τῶν Χαλδαίων ἀλαζονείαν. διὰ τοῦτο προσέθηκεν ὡς ἐκ προσώπου τοῦ Θεοῦ Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆς βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν ἧ βοῤῥᾶ. βορειοτέρα γάρ πως τῶν Χαλδαίων ἡ χώρα· ἐπεμήνισε δὲ τοῖς Βαβυλωνίοις
ὁ τῶν ὅλων Θεός. σαφὲς δ᾿ ἂν γένοιτο καὶ τοῦτο πάλιν, 3 αὐτοῦ λέγοντος ἐναργῶς “Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ 4 “τὴν Σιῶν ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι “ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ᾿ ὧν ἐγὼ μὲν ὠργίσθην “ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.” ἐπειδὴ δὲ ποινὰς
ἐξέτισε τῶν Χαλδαίων ἡ γῆ, Κύρου μὲν πρώτου Πέρσαις τε ὁμοῦ καὶ Μήδοις καταδῃοῦντος αὐτὴν, τοῦ δὲ Ἀλεξάνδρου μετ᾿ ἐκεῖνον, ταύτῃτοί φησιν, ὅτι οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ. πλὴν σιωπήσας 5 οἰκονομικῶς ὁ προφήτης τῶν Χαλδαίων τὴν ἔφοδον· παραδεδράμηκε
γὰρ, ὡς ἔφην, τοὺς ἵππους τοὺς πυῤῥοὺς· οὐκέτι σεσίγηκε τὰ τῆς Ῥωμαίων ἀρχῆς. οἱ γὰρ ποικίλοι φησὶν ἐζεπορεύοντο ἐπὶ γῆν νότου.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.