ἀναμνήσω δὲ διὰ βραχέων, ὡς ἔφην. ἐν μὲν γὰρ τῷ πρώτῳ φησὶ πυρροὺς εἶναι τοὺς ἵππους· ἄρχεται δὲ ἀπὸ τοῦ δευέρου, καί φησιν Ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες ἐπορεύοντο ἐπὶ γῆν βοῤῥᾶ καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου. εἰ δὲ δὴ
τοὺς φαιοὺς, οὐ τεσσάρων ἁρμάτων διαμεμνήσεται· τοὺς αὐτοὺς γὰρ εἶναι δεδώκαμεν τοῖς ποικίλοις, ἐν γὰρ τῷ ἄρματι τῷ τετάρτῳ φησὶν ησαν ἵπποι ποικιλο ψαροι. οὔκουν διαμέμνηται, σιωπήσας τὸ πρῶτον. τίς οὖν ἄρα ἐστὶ τῆς 2 3 ὅλης οἰκονομίας ὁ λόγος, φέρε τοῖς εὐμαθεστέροις ὡς ἔνι λέγωμεν. τοὺς πυρροὺς εἶναι διεβεβαιούμεθα τὴν φιλαίματον τῶν Χαλδαίων ἀρχὴν, ἢ καὶ πᾶσαν ἐκποδὼν ᾕρηκε τὴν Ἰουδαίαν, καὶ τὰς ἐν αὐτὴ κατεμπρήσασα πόλεις, ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τοὺς ’δε γε μέλανας
τὴν Περσῶν τε καὶ Κύρου βασιλείαν εἶναι παρεδεξάμεθα. ἐγράφετο δὲ καὶ ἐν τοῖς λευκοῖς ἡ Ἀλεξάνδρου τε καὶ 4 Μακεδόνων. ἄμφω δὲ αὗται κατεστράτευσαν τῆς Χαλδαίων γῆς, εἷλόν τε αὐτὴν κατὰ κράτος. πρῶτον μὲν γὰρ Κῦρος, εἶτα μετ’ ἐκεῖνον Ἀλέξανδρος, ὃς καὶ αὐτὸν ᾕρηκε
τὸν Δαρεῖον περὶ τὴν καλουμένην Ἰσσόν· Κιλίκων δὲ αὕτη πόλις· ἀναριθμήτους Περσῶν μυριάδας ἀπεκτονώς. φασὶ γοῦν ὅτι σωρὸς μὲν ὀστῶν συναγήγερται μέγας τῶν ἐκεῖσε πεπτωκότων· ἐγκεκόλαπται δὲ καὶ γραφὴ, τοιοῦτον ἔχουσα νοῦν·
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.