σταυρὸν, Οὐεσπασιανὸς καὶ ὁ τούτου παῖς Τῖτος κατέδραμον τὴν Ἰουδαίων γῆν, καταψιλοῦντες ἅπασαν, καὶ τὴν ἁγίαν αὐτὴν καταπίμππαντες πόλιν. ἀλλ᾿ εὐφυῶς ὁ Προφήτης d τό Ἐρπορεύοντό φησιν ἐπὶ γῆν νότου, νοτιωτάτη γὰρ τῶν Ἰουδαίων ἡ χώρα. αὐτοὶ δὲ δὴ πάλιν οἱ ποικίλοι καὶ ψαροὶ
προσετάττοντο περιοδεῦσαι τὴν γῆν, καὶ δὴ καὶ περιωδεύκασι· κεκρατήκασι γὰρ τῆς ὑπ᾿ οὐρανὸν, καὶ κεκυριεύκασιν ἁπάσης τῆς γῆς, Θεοῦ συννεύοντος καὶ τὴν ἐπὶ τῷδε λαμπρὰν ἀνάπτοντος δόξαν, τοῖς τὰ ῾Ρωμαίων διέπουσι κράτη· προ- 1 2 ἠπίστατο γὰρ, ὡς Θεὸς, τῆς ἐσομένης αὐτῶν εὐσεβείας τὸ μέγεθος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.