πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὐπετὲς εὖ μάλα κατασημήνειεν. 1 ὁ μὲν γὰρ ἔποψ στρουθίον ἐστὶν οὐκ ἄσημον, Φιλοβόρβορον δὲ καὶ κοπροβόρον, καὶ ταῖς σκωλήκων ἀγέλαις ἀγρίως ἐπιμαινόμενον, καὶ τρυφὴν ἀεὶ ποιεῖσθαι κατειθισμένον τὴν ἐσχάτην ἀκαθαρσίαν. τοιουτοσὶ ’δε πὼς καὶ τοῖς
εἰδωλολατροῦσιν ἔπεστι νοῦς. οὐ γὰρ ἵεταί που κατευθὺ τοῦ πρέποντος· ἀλλ’ ἔξω φέρεται τοῦ εἰκότος, τὸν θεῖον οὐκ οἶδε νόμον, ἔστι δὲ ἁπάσης ἀκαθαρσίας ἔμπλεως, καὶ πᾶν εἶδος φαυλότητος ἡγεῖται τρυφήν. ταύτῃτοι καὶ πτέρυγας ἔποπος ἐνηρμόσθαι τοῖς γυναίοις ὁ τῆς ὁράσεως ἔφη λόγος, 2
τὴν ἴσην ἐκείνῳ γνώμην καὶ αὐταῖς ἐνεῖναι διδάσκων. ἀναλαμβάνουσι δὲ τὸ μέτρον τῇ ἀνομίᾳ μεμεστωμένον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.