ὀξεῖ καὶ ἀπαραποδίστῳ φέρονται δρόμῳ πρὸς τὴν τῶν ἀλλοφύλων χώραν, δῆλον δὲ ὅτι τὴν τῶν Βαβυλωνίων. τοῦ γὰρ ἀκαθάρτου πνεύματος συνωθοῦντος αὐτὰς εἰς τὸ πλημμελὲς, καὶ τῆ ἀνομίᾳ καταφορτίζοντος, ἀπεκομίσθησάν πρὸς αἰχμαλωσίαν, καὶ ὑπὸ πόδας πεπτώκασι τῶν ἐχθρῶν. ἐπειδὴ δέ
φησιν ὁ μακάριος ἄγγελος, ὡς ἀποφέρουσι τὸ μέτρον οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος, ἀναγκαῖον ἡμᾶς ἐκεῖνο νοεῖν, ὡς ἔστι σημεῖον τοῦ μακρὸν παρ’ ἐχθροῖς διατελέσαι χρόνον τοὺς Ἰσραὴλ, τὸ καὶ οἶκον οἰκοδομεῖσθαι τῆ ἀνομίᾳ, 2 καὶ οἷον ἵδρυσίν τινα καὶ στάσιν αὐτῇ γίνεσθαι παρ’ ἐχθροῖς.
ὃ δὴ καὶ τετέλεσται. μόλις γὰρ αὐτοῖς ἑβδομηκοστοῦ πληρωθέντος ἔτους, τῶν τῆς αἰχμαλωσίας ἀνεῖνται δεσμῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.