“μιᾶς, καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ, ἐν τῇ νεότητι αὐτῶν “ἐπόρνευσαν, ἐκεῖ ἔπεσον οἱ μασθοὶ αὐτῶν.’’ προσετίθει δὲ 1 τούτοις, καθιστὰς ἐναργὲς τὸ διηγγελμένον “Καὶ τὰ ὀνόματα 2 αὐτῶν, Σαμάρεια ἡ ὀόλα, καὶ Ἰερουσαλὴμ ἡ ὀλίβα.’’ μία 3 μὲν γὰρ ἦν ἐν ἀρχαῖς ἡ τῶν Ἰουδαίων Συναγωγή· κατὰ ’δε γε τὸν καιρὸν τῆς τοῦ Ῥοβοὰμ βασιλείας, ἀπεῤῥάγησαν τῶν ἄλλων αἱ δέκα φυλαὶ καὶ κατῳκήκασι τὴν Σαμάρειαν, ἐκεῖ πεπορνεύκασιν ἐπὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἃς
κατεσκεύασεν Ἰεροβοὰμ υἱὸς Ναβάτ. πλὴν οὐκ ἔξω τῆς αἰτίας ἡ ἑτέρα γέγονε, τουτέστιν Ἱερουσαλὴμ, γὰρ καὶ αὕτη κατὰ πολλοὺς τοὺς τρόπους· τοῦτο μὲν εἰδώλοις 4 προσκεκυνηκότων τινῶν καὶ θυόντων τῇ Βαὰλ, τῆ Ἀστάρτῃ, τοῖς βουνοῖς, τῷ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἑτέροις· τοῦτο
δὲ πρὸς πᾶσαν ἑτοίμως ἰόντων ἀκαθαρσίαν, καὶ παρ’ οὐδὲν τὰ διὰ τοῦ πανσόφου μωυσέως τεθεσπισμένα τιθέντων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.