ὄντων κατὰ τὸν βίον, καὶ μὴν καὶ ἐν διαφόροις ὄντων αἰτιαμάτων 1 τὸ τηνικάδε τῶν ἐξ Ἰσραὴλ, κατὰ μόνων κλεπτῶν τε καὶ ψευδωμοτῶν τὴν διὰ τοῦ δρεπάνου ποινὴν ἐπηρτῆσθαί φησιν, ἤγουν ἐκπορεύεσθαι τὴν ὰρὰν, ἀποκείρουσαν τοὺς ἁλισκομένους καὶ συντελοῦσαν εἰς ἅπαν; πρὸς δὴ τὰ τοιαῦτά
φαμεν, ὅτι τὰ ἑκάστῳ χρήσιμα καιρῷ διὰ τῶν ἁγίων προφητῶν προσελάλει Θεὸς, ἀεί πὼς ὠφελῶν τὰ ἐνεστηκότα. ἦν οὖν ἀναγκαῖον τοῖς τὸ τηνικάδε μάλιστα ταυτηνὶ σαφῆ γενέσθαι τὴν ὅρασιν· ἐποίσομεν δὲ τὰς αἰτίας, ἐπικαιροτάτην οὖσαν ἐπιδεικνύοντες. ἐπειδὴ γὰρ τὴν τῶν Χαλδαίων ἀφέντες 2
μόλις οἱ ἐξ Ἰσραὴλ, καὶ τὸν τῆς δουλείας ἀποδυσάμενοι ζυγὸν, ὑπενόστησαν εἰς τὴν Ἰουδαίαν, καὶ ἦσαν ἐν τοῖς Ἱεροσολύμοις· δέον ἀποσχέσθαι τῶν ἀρχαίων ἐκείνων πλημμελημάτων, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν τε τὰ φθάσαντα, καὶ κατευφραίνειν τὸν Λυτρωτὴν, τὰ αὐτῷ
δοκοῦντα πληροῦν ᾑρημένους, οὐδὲν ἧττον ἦσαν ὁποῖοι καὶ τότε, παραλύοντες ἀφυλάκτως τὸ τῷ νόμῳ δοκοῦν. ἀποφάσκοντος 3 γὰρ τοῦ Μωυσέως τὸ δεῖν αὐτοὺς ἀλλοφύλοις 4 ἐπιμίγνυσθαι γυναιξὶν, αὐτοὶ τῶν τεθεσπισμένων ὀλίγα πεφροντικότες, ταῖς τῶν ὁμόρων ἐθνῶν συνεπλεκ́οντο θυγατράσι,
τράσι, καὶ τέκνων ἦσαν ἀλλοτρίων πατέρες, καὶ ἀνοσίου σπέρματος πλήρη πάλιν ἀπέφανον τὴν ἁγίαν πόλιν. ἦσαν ’δε τινες καὶ τῶν ἐν αὐτοῖς ἐπιφανεστέρων τοῖς τοιούτοις 5 ἐνισχημένοι πταίσμασιν, οὗ δὴ γεγονότος κατεθρήνει μὲν ὁ Ἔσδρας, καὶ δὴ καὶ τὸν θεῖον οἶκον καταλαβὼν, τὰς ὑπέρ 6 γε τῶν ἠσεβηκότων ἐποιεῖτο λιτάς. εἶτα τί γενέσθαι συμβέβηκεν, ἐξ αὐτῶν εἰσόμεθα τῶν πα αὐτοῦ γεγραμμένων. 7 ἔχει δὲ οὕτω “καὶ ὅτε προσευχόμενος Ἔσδρας ἀνθωμολο-
“γεῖτο, κλαίων καὶ χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπι- "συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἱεροσολύμων ὄχλος πολὺς “σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι· κλαυθμὸς γὰρ "ἦν μέγας ἐν τῷ πλήθει. καὶ φωνήσας Ἰεχονίας Ἰεήλου "τῶν υἱῶν Ἰσραὴλ εἶπεν Ἔσδρα, ἡμεῖς ἡμάρτομεν εἰς τὸν
“κύριον καὶ Θεὸν, καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς β “ἀπὸ τῶν ἐθνῶν τῆς γῆς, καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ. "ἐν τούτῳ γινέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν κύριον, ἐκ “βαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν "σὺν τοῖς τέκνοις αὐτῶν, ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρ-
"χοῦσι τῷ νόμῳ κυρίου. ἀναστὰς ἐπιτέλει· πρὸς σὲ γὰρ "τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν. καὶ ἀναστὰς "Ἔσδρας ὥρκισε τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν "παντὸς τοῦ Ἰσραὴλ ποιῆσαι κατὰ ταῦτα, καὶ ὤμοσαν.’’ ὀμωμοκόσι δὴ οὖν τὰ τῷ νόμῳ δοκοῦντα πληροῦν, ἦν πὼς
8 ἀναγκαῖον ἐπαρτίσαι τὴν ἀρὰν, τὴν τοῖς ψευδορκεῖν εἰωθόσιν ἀπηνῶς ἐπιθρώσκουσαν, ἵνα καὶ γένοιντο φύλακες τῶν ὀμωμοσμενων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.