ὀφθαλμοὺς, εἶτα δρεπανον ὁρᾷ, πτηνοῦ δίκην, ὑψοῦ τε ἠρμένον 1 καὶ οἷον εἰς πᾶσαν διάττον τὴν γῆν. ἦν δὲ δὴ λίαν εὐρύ τε καὶ εὐμῆκες. εἰκοσάπηχυ μὲν γὰρ τὸ μῆκος αὐτῷ, ἐν ἡμίσει δὲ τούτου τὸ πλάτος. ἐρομένῳ δὲ, τι ἂν εἴη πάλιν, καὶ μὴ εἰδέναι φάσκοντι, αὕτη φησὶν ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ προσωπου
πασης τῆς γῆς, καὶ ταῖς αὐτοῖς πρεπούσαις ἐνιεῖσα ποιναῖς τὸν ἐπίορκον καὶ σὺν αὐτῷ τε τὸν κλέπτην. καὶ ὅσον μὲν ἧκεν εἰς ἐμφανεστέραν δήλωσιν τὴν ἐπί γε τῶν δεδειγμένων, 2 δυσχερὲς οὐδέν. ὰρὰ γὰρ θεία πάντη τε καὶ πάν. τὼς κατανεμηθήσεται τοὺς κλέπτας καὶ πρὸς τούτοις ἔτι τοὺς
ψευδορκεῖν εἰωθότας, καὶ μονονουχὶ δρεπάνῳ τοὺς ὑβριστὰς 3 ἀποκείρουσα, χόρτον ἀποφαίνει δομάτων καὶ πυρὶ δίδωσι τροφὴν, καὶ εἰς οἶκον ἀνδρὸς εἰσελάσει τοιούτου, συντελέσει τε πάλιν αὐτὸν, καὶ καταδονήσει γεννικῶς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.