λαοῦ προσκεκομικότος, εἶτά τινας ἦν εἰκὸς τῶν τὰ τοιάδε 1 διοικεῖν ἐπιτεταγμένων μένων ἀπονοσφίσασθαί τι τῶν εἰς δόξαν Θεοῦ προσκεκομισμένων· ταύτῃτοι καὶ κατὰ κλεπτῶν ἰέναι τὴν ἀραν εὖ μάλα φησὶν, ἵνα καὶ αὐτοὶ λημματίων αἰσχρῶν γεγονότες ἀμείνους, μὴ τῶν ἱερῶν ἅπτωνται χρημάτων, εἰς
ἰδίας αὐτὰ δαπανῶντες χρείας. αὕτη μὲν οὖν ἡ τῆς ὁράσεως 2 πρόφασις. χρῆναι ’δε φημι δεδιέναι τὴν ἀρὰν καὶ τὴν τοῦ δρεπάνου τομὴν τούς τε κλέπτειν ἢ ψευδορκεῖν εἰωθότας, ἐννοοῦντας ὅτι πάντη τε καὶ πάντως εἰς πέρας οἴσει Θεὸς τὰ διωρισμένα, καὶ οὔτε κλεπτῶν οὔτε μὴν τῶν ἑτέρων φείσεται.
ποιεῖται γάρ πὼς ἀεὶ κατεστυγημένους, μένους, τοὺς τῆς θείας αὐτοῦ καταφρονοῦντας δόξης, καὶ τοὺς ἀπλήστῳ γνώμη τῶν οὐδὲν αὐτοῖς προσηκόντων ἐφιεμένους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.