τῇδε τὴν τῶν Βαβυλωνίων, καὶ τρίτην τὴν Μακεδόνων. Ἀντίοχος γὰρ ᾧ ἐπίκλην ἐπιφανὴς, ἐκ Μακεδονίας ὣν, πεπόρθηκε τὴν Ἰουδαίαν. ἐπαριθμοῦσι δὲ ταύτῃ καὶ τὴν Ρωμαίων, ἢ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, εἷλε κατὰ κράτος τὰ Ἱεροσόλυμα. ἐπειδὴ δὲ διερμηνεύων τῷ Προφήτῃ
τὴν ὅρασιν ὁ θεσπέσιος ἄγγελος, ἔφησε περὶ τῶν 2 κεράτων, ὅτι ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν 3 καὶ τὸν Ἰσραὴλ κατέαξαν, ἀναγκαῖον οἶμαι καὶ νῦν ἐκεῖνα παρέντας, ἐπ’ ἔθνη μᾶλλον ἐλθεῖν τὰ συντετριφότα τὸν Ισραήλ. τέσσαρες δὴ οὖν γεγόνασιν ἀρχαὶ, δι’ ὧν τοῦτο παθοῦσαν τὴν Ἰουδαίαν εὑρήσομεν. Φουλὰ μὲν γὰρ πρῶτος
τὰς ἐπέκεινα, ὡς ἔφην, τῶν Ἰορδάνου ναμάτων εἷλε φυλάς· εἶτα μετ’ ἐκεῖνον ὁ Σαλμανασὰρ, καὶ τρίτος Σεναχηρεὶμ, καὶ τελευταῖος ἐπ’ ἐκείνοις ὁ Ναβουχοδονόσορ. οὐκοῦν οἰκειότερον τερον νοηθείη ἂν ἐπ’ αὐτῶν, ὅτι ταῦτά ἐστι τὰ τέσσαρα κερατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραήλ. εἶτα 4
Θεοῦ καταδεικνύοντός τε καὶ ἀνευρύνοντος τῷ Προφήτῃ τὴν ὅρασιν, τέσσαρες ὁρῶνται τέκτονες. ἤρετο δὲ πάλιν, ὅποι τε καὶ ἐφ’ ὅτῳ βαδίζουσιν· εἶτά φησιν ὁ λαλῶν ἄγγελος ἐν αὐτῷ, ὅτι τοὶ τέσσαρα κέρατα τὰ συντετριφότα τε καὶ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ εἰσῆλθον ὀξῦναι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.