“καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτι. “θέμενα, ἀνθ’ ὧν μὲν ὠργίσθην ἐγὼ ὀλίγα, αὐτοὶ δὲ “συνεπέθεντο εἰς κακά.” ὁ δὲ ὀλίγα καὶ συμμέτρως ὠργισμένος, καὶ ζῆλον ἐπαφιεὶς τοῖς πεπορθηκόσιν, ὅτι πέρα λόγου δεδράκασι τὰ εἰς τοὺς ἁλόντας τολμήματα, πῶς
ὀξύνεσθαι κατ’ αὐτῶν κελεύει τὰ κέρατα; οὐκοῦν ὀξύνονται μὲν, πλὴν οὐ κατά γε τοῦ Ἰσραὴλ, ἀλλὰ κατὰ σφῶν αὐτῶν. 3 κατεξανέστησαν γὰρ ἀλλήλων, καὶ πεπολεμήκασιν Ἀσσυρίοις τε καὶ Βαβυλωνίοις Πέρσα καὶ Μῆδοι, Κύρου Βεβασιλευκότος, καθάπερ ἤδη προείρηται.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.