τε καὶ ἀκριβῶς εἰδείη τὰ σημαινόμενα. τίς οὖν ἄρα ἐστὶν ὁ τῆς ὁράσεως νοῦς, ὡς ἃν οἷός τε ὦ, διειπεῖν πειράσομαι. τὸ 1 κερας ἀεὶ παρὰ τῇ θεοπνεύστῳ γραφῇ λαμβάνεται τὰ μὲν εἰς εἰκόνα καὶ ὑποτύπωσιν ἰσχύος, ἤγουν βασιλείας· κατα- σημαίνει δὲ πλειστάκις καὶ ὑπεροψίαν, ὡς ἔν γε τῷ φάναι
2 τισὶ τὸν μακάριον Δαυείδ ‘‘Εἶπα τοῖς παρανομοῦσι Μὴ “παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι Μῆ ὑψοῦτε κέρας· μὴ “ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν μηδὲ λαλεῖτε κατὰ τοῦ 3 “Θεοῦ ἀδικίαν.“ ψάλλει ’δε που καὶ περὶ Χριστοῦ “κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόζη,’’ τουτέστιν, ἡ βασιλεία,
καὶ ἡ τοῦ κατάρχειν τῶν ὅλων ἰσχύς τε καὶ ἐξουσία.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.