μερίδα σαυτῇ· ἐπειδὴ γὰρ μέγα πεφρόνηκας, οἴει τε πάντη τε καὶ πάντως ἀπόρθητος ἔση διά τοι τὸ τείχεσι 1 2 περικεκλεῖσθαι μεγάλοις καὶ ἀναριθμήτους ἔχειν τοὺς συνασπίζειν ἐθέλοντας· κατὰ τίνα θέλεις εἶναι τῶν χωρῶν, αἳ πεπόρθηνται παρὰ σοῦ, καίτοι πλείστην ὅσην ἀπιτηδειότητα λαχοῦσαι, φησὶ, πρός γε τὸ δύνασθαι δυσαλώτως ἔχειν τε καὶ ἀλήπτως. ἅρμοσαι χορδὴν, τουτέστιν, ᾠδὴ
καὶ μέλος καὶ αὐτὴ γενοῦ πόλεσί τε καὶ χώραις, παθοῦσα τοιαῦτα παρὰ Περσῶν καὶ Μηδῶν, ὁποῖα δέδρακας εἰς ἑτέρους αὐτή. ἑτοίμασαι μερίδα Ἄμμων, ἔστω σοί φησι μερὶς 3 καὶ κλῆρος ἡ Ἄμμων· ἃ δέδρακας ἐπ’ ἐκείνῃ, τὰ αὐτὰ καὶ σὲ παθεῖν ἀναγκαῖον. καὶ τίς ἦν ἡ Ἄμμων, ἡ κατοικοῦσα
ἐν ποταμοῖς; τουτέστιν, ἡ θαλάσσῃ καὶ ποταμοῖς εὖ μάλα τετειχισμένη, ἢ ταῖς Αἰγυπτίων ἐπικουρίαις καὶ τοῖς Αἰθιόπων τοξεύμασιν ἐπαυχήσασα, ἡ τὴν τῶν Λιβύων ἀλκιμωτάτην λαχοῦσα πληθύν. ἀλλὰ καὶ οὕτως ἔχουσα θέσεως τε καὶ ῥώμης καὶ τῆς ἔξωθεν ἐπικουρίας, εἰς μετοικεσίαν
πεπόρευται, γέγονε δὲ αἰχμάλωτος καὶ ἠδαφίσθη 4 αὐτης τοὶ νήπις, κληρωτοὶ δὲ γεγόνασιν οἱ διαφανεῖς, καὶ μερίδες τῶν νενικηκότων οἱ ἐνδοξότεροι, καὶ δέδενται πειροπέδαις. ὥσπερ οὖν εἷλες τὴν Ἀμμὼν ἀπόρθητον οὖσαν, ὅσον εἰς ἐπικουρίαν καὶ θέσιν· Θεὸς γὰρ ἦν ὁ παραδιδούς· οὕτω
καὶ αὐτὴ δοθήσῃ πάντως εἰς χεῖρας ἐχθρῶν, κἂν εἰ μεγάλην ἔχοις ἐπί τε πληθύι· τῶν μαχίμων καὶ τείχεσι τὴν ὀφρύν. ἐγὼ γὰρ ἐπὶ σὲ, καὶ τὴν ἐμὴν οὐδεὶς ἀποστρέψει χεῖρα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.