1 αὐτοῖς ἱστορίας· ἔχει δὲ οὕτως. τραπομένου πρὸς ἀπόστασιν τοῦ Ἰσραὴλ, καὶ εἰδώλοις λελατρευκότος, καὶ διὰ μυρίων ὅσων ἀσεβημάτων ἐφ᾿ αὑτῷ καταθήγοντος τὸν τῶν ὅλων Θεὸν, ὡπλίζετο κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῶν Ἱεροσολύμων ὁ Ναβουχοδονόσορ, θείας αὐτὸν εἰς τοῦτο διανιστάσης ὀργῆς.
εἶτα δέον τοὺς ἐξ Ἰσραὴλ καταλῆξαι τῆς ἐν χερσὶν ἀσεβείας, καὶ ἀποσχέσθαι μὲν τοῦ προσκυνεῖν ἐθέλειν θεοῖς ἑτέροις, ἀνατρέψαι δὲ βωμοὺς καὶ κατεμπρῆσαι τεμένη καὶ συντρίψαι 2 μὲν τὰ χωνευτὰ, ταῖς δὲ εἰς μετάγνωσιν σπουδαῖς καὶ ἐπιεικείαις ἐκμειλίσσεσθαι Θεὸν καὶ καλεῖν εἰς ἐπικουρίαν,
τοῦτο μὲν οὐκ ἔδρων οἱ τάλανες· ᾤοντο δὲ, ὅτι ταῖς ἐξ ἀνθρώπων συνδρομαῖς ἐπικουρούμενοι, καὶ ἀμείνους ἔσονται τῶν Βαβυλωνίων καὶ κατευμεγεθήσουσι τῶν ἐχθρῶν, κἂν εἰ μὴ σώζειν αὐτοὺς ἕλοιτο Θεός. τοιγάρτοι κατεμισθοῦντο πολλοὺς τῶν προσοίκων ἐθνῶν, ἐπρέσβευον δὲ καὶ πρὸς τοὺς
Αἰγυπτίους, καὶ εἰς τὴν καλουμένην Ὢν, ἤτοι Ἀμμὼν, ἢ νῦν 3 ἐστιν Ἀλεξάνδρεια. οἱ δὲ συνασπίζειν ἐπηγγέλλοντο, καὶ 4 ἀποσοβεῖν εὐκόλως δύνασθαι τοὺς Βαβυλωνίους, καὶ γεγόνασιν ἀφορμὴ τοῖς ἐξ Ἰσραὴλ τοῦ νομίζειν, ὅτι κἂν εἰ μὴ σώζοι Θεὸς, αὐτοὶ πρὸς τοῦτο ἀρκέσουσι, δεηθέντες οὐδενός. ἐπειδὴ
δὲ τὴν Ἰουδαίαν ὁ Ναβουχοδονόσορ εἷλε, Θεοῦ προασπίζοντος καὶ ὑποστρωννύντος αὐτῷ τοὺς ἀνθεστηκότας, κεχώρηκε μετὰ τοῦτο καὶ κατὰ τῆς Αἰγυπτίων, θείας αὐτὸν πεμπούσης ὀργῆς, εἷλέ τε πᾶσαν, καὶ αὐτὴν δὲ τὴν Ὢν, ἤτοι τὴν Ἄμμων· ὠνόμαστο γὰρ οὕτω κατὰ καιροὺς, ὡς ἔφην, ἡ Ἀλεξάνδρεια· 5
ἣ δὴ καὶ μάλιστα παρὰ τὰς ἄλλας τῆς Αἰγύπτου πόλεις λαμπρά τε ἦν ἄγαν, ἄσυλόν τε καὶ ἀσφαλὲς ὁρμητήριον, διάτοι τὸ ὕδασι πανταχῆ διεζῶσθαι, καὶ ἐκ μὲν μοίρας τῆς βορειοτέρας ἔχειν τὴν θάλασσαν, ἐκ δὲ τῆς εἰς νότον εὐρεῖάν τε καὶ μακρὰν καὶ οἷον ἑτέραν θάλασσαν, λίμνην δὴ λέγω τὴν
Μαριώτιδα, πεπυργῶσθαι δὲ καὶ ἑτέροις ποταμοῖς καὶ τελμάτων περιβολαῖς. ἐπήμυνον δὲ αὐτῇ καὶ οἱ τῆς ὁμόρου Λιβύης οἰκήτορες, παρατεινούσης μέχρι τῆς Αἰθιόπων γῆς, 6 τῆς πρὸς ἑσπέραν καὶ νότον· Γαράμαντες δὲ οὗτοι, κατόπιν τῆς Ἄφρων κείμενοι γῆς· συνωπλίζοντο δὲ καὶ τῶν εἰς ἠῶ
καὶ νότον Αἰθιόπων τινὲς, οἳ Μερόην τε τὴν ἐσωτάτω πόλιν ποιοῦνται, καὶ ἀγρίαν καὶ μέλαιναν κατανέμονται γῆν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.