αὐτὴν, τὸ οἷον ἐλθεῖν εἰς συντέλειαν διὰ τούτου δηλῶν. καὶ μὴν καὶ ὲξῇρθαι, τουτέστιν ἐκκεκόφθαι τε εἰσάπαν καὶ ἀνῃρῆσθαι παντελῶς. εὖ δὲ δὴ σφόδρα καὶ τὸ ἀνεβη φησὶν ἐπὶ Κύρου, μετ’ ἐμφάσεως οἶμαί που τοιοῦτόν τι σημαίνων, d ὁποῖον ἔφη περὶ αὐτοῦ καὶ ὁ προφήτης Ἱερεμίας, τὰ κατὰ
καιροὺς ἐσόμενα τῇ Νινευΐ προαναφωνῶν “ Ανεβ́η λέων ἐκ 1 “ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε, καὶ ἐξῆλθεν “ ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν σου εἰς ἐρήμωσιν, “ καὶ αἱ πόλεις σου ἐρημωθήσονται, παρὰ τὸ μὴ κατοικεῖσθαι “ αὐτάς.” θηρὸς γὰρ ἀγρίου δίκην ἐπιθρώσκων τῆ Νινευΐ,
τοὺς ἐν αὐτῇ κατεδήδοκεν. ἀλλ’ ἐκείνοις μὲν ὡς πολέμιος δεινός τε καὶ ἀτεράμων ἦν, καὶ ἄθραυστος εἰς ὀργὰς γέγονε, τοῖς δὲ ἐξ Ἰσραὴλ ἐμφυσῶν εἰς πρόσωπον καὶ ἐζαιρούμενος ἐκ e θλίψεως, τουτέστιν ἀπαλλάττων αὐτοὺς τῆς ἀσυνήθους δουλείας, δεσμῶν ἀνιεὶς, αἰχμαλώτους ὄντας ἀνακτώμενος , διὰ 2 τοῦ πέμψαι μὲν οἴκαδε, προστάξαι δὲ καὶ τὸν θεῖον αὐτοῖς ἀναδείμασθαι ναόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.