1 γραφαῖς, ὁποῖόν ἐστι τὸ δεῖν οἴεσθαι τοὺς Ἰουδαίους ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφημίαις περιρρηγνύναι τὰ ἱμάτια. καὶ γοῦν ὁ Καιάφας Υἱὸν ἑαυτὸν τοῦ Θεοῦ λέγοντος 2 τοῦ Χριστοῦ περιέρρηξε τὴν ἐσθῆτα, διακεκραγώς τε καὶ λέγων Ἐδυσφήμησε. δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι
μαθηταὶ Παῦλός τε καὶ Βαρνάβας. γεγόνασι μὲν γὰρ ἐν Λυκαονίᾳ. ἐπειδὴ δέ τινα τῶν ἠρρωστηκότων τοῦ πάθους ἀπήλλαττον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν 3 ἤθελον αὐτοῖς τῆς θεοσημίας οἱ θεωροί. ἔφασκον γὰρ ὅτι 4 “ Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον πρὸς ἡμᾶς· ἐκά
“ λοῦν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον “ ὅτι αὐτὸς ἦν, φησὶν, ὁ ἡγούμενος τοῦ λόγου.’’ ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέρρηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσιν Ἰουδαικαῖς καὶ ἀγράφοις ἔθεσιν ἀκολουθοῦντες ἔτι. διαβέβληται δὲ τὸ ἔθος, ὡς οὐκ ὂν ἐκ νόμου, καὶ ἀνόνητον
νῆτον παντελῶς. καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων πλαττομένους τὰ τοιάδε καὶ τῆς ἀληθοῦς εὐσεβείας 5 ἀποφοιτῶντας μακράν “ Ἐπιστρέψατε πρὸς μὲ ἐξ ὅλης “ καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, “ καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια
“ ὑμῶν.’’ ὥσπερ οὖν ἔθος ἦν περιρρηγνύναι τισὶ τὴν ἐσ- 6 θῆτα, δεδυσφημηκότος τινὸς, οὕτω καὶ τὸ ἐμφυσᾶν εἰς πρόσωπον τῶν ἠρρωστηκότων καθ’ ὁντιναοῦν τρόπον. ἔδρων δὲ τοῦτο μάλιστα, καὶ ἄγαν ἐκτόπως, οἱ ἀφορκίζειν εἰωθότες καὶ περιέργοις ἐπῳδαῖς, πνευμάτων τε καὶ ἀλγημάτων τοὺς
κάμνοντας ἀπαλλάττειν προσποιούμενοι. δέχεται τοίνυν ἐκ τῆς παρ’ αὐτοῖς συνηθείας τὸ παράδειγμα, καί φησιν Ἀνέβη 7 ἐμφυσῶν εἰς πρόσωπόν σου· Κῦρος δὲ δηλονότι· καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. τοῦτο γὰρ δύνασθαι κατορθοῦν, ὡς ἔφην, προσεποιοῦντό τινες, ἐμφυσῶντες ἑτέροις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.