“ Θεοῦ.’’ ἑορτάσει μὲν οὖν ὁ τοιόσδε λαμπρῶς, ἐρηρεισμένην ἔχων τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστὸν, ἡγιασμένος τῷ Πνεύματι, καὶ τῇ τῆς υἱοθεσίας διαπρέπων χάριτι. προσοίσει 2 δὲ τῷ Θεῶ θυσίας πνευματικὰς, ἑαυτὸν ἀνατιθεὶς εἰς ὀσμὴν εὐωδίας, καὶ πᾶν εἶδος συνεπιτηδεύων ἀρετῆς, σωφροσύνην,
ἐγκράτειαν, ἀνδρείαν, ὑπομονὴν, ἀγάπην, ἐλπίδα, 3 φιλοπτωχείαν, χρηστότητα, μακροθυμίαν· “ τοιαύταις γὰρ “ θυσίαις εὐαρεστεῖται Θεὸς. ἴστω γεμὴν ὁ νοητὸς Ἰούδας περὶ παντὸς ἐχθροῦ καὶ τῶν πάλαι κεκρατηκότων, ὅτι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν, τουτέστιν ἐκ μέσου
γενήσονται πεμπόμενοι δηλονότι πρὸς κόλασιν. ὃ δὴ καὶ 4 πεπλήρωκεν ὁ Χριστὸς, ἐπιτάσσων τοῖς ἀκαθάρτοις πωεύ 5 μασιν εἰς τὴν ἄβυσσον ἀπελθεῖν, καὶ δοὺς τοῖς αὐτὸν ἀγαπῶσι τῶν ἐχθρῶν κατεξανίστασθαι, καὶ κατὰ παθῶν ἀνδρίζεσθαι καὶ ἁμαρτίας καταθλεῖν καὶ “ πατεῖν ἐπάνω 6 “ ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ
“ ἐχθροῦ.” Συντετέλεσται, ἐξῇρται· ἄι’ ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος 7 ἐκ θλίψεως.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.