“ Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ,” ἐν ἀλλοδαπῇ γεγονότες οἱ ἐξ Ἰσραὴλ, καὶ τὴν Περσῶν τε καὶ 2 Μηδῶν χώραν οἰκοῦντες, ἄπρακτοί που πάντως περὶ τά σφισι νενομισμένα καὶ ἀνενέργητοι διετέλουν, οὐ τὰς ἐξ ἔθους πληροῦντες ἑορτ‘ὶς, οὐ θυσίας προσάγοντες, οὐκ ἀπαρχὰς,
οὐ χαριστήρια κατὰ τὸν νόμον, οὐ τὸν ἀμνὸν σφάζοντες ἐν μηνὶ τῷ νέῳ· τάχα που καὶ πρὸς μόνας ὀκνοῦντες δοξολογίας. καὶ τοῦτό φαμεν τοῦ θεσπεσίου Δαυεὶδ ὡς ἐκ προσώπου λέγοντος τοῦ ἐν Βαβυλῶνι λαοῦ “ Ἐπὶ τὸν ποταμὸν 3 Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν, ἐν τῷ μνη 4
“ σθῆναι ἡμᾶς τῆς Σιῶν. ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς “ ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν.’’ καὶ πρὸς τούτοις ἔτι Πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας ” ἔξω 5 γὰρ, ὡς ἔφην, τῆς ἁγίας γῆς γεγονόσιν αὐτοῖς, ἔξω ναοῦ καὶ σκηνῆς, καὶ τὸν ἱερὸν οὐκ ἔχουσι χῶρον, ἀπρακτεῖν ἦν
ἀνάγκη περὶ τὰ ἐκ νόμου. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν ὁ τοῦ 6 ἀνεῖσθαι καιρὸς, ἐπιφθέγγεταί τις εἰκότως αὐτοῖς ἢ ὁ τῆς εἰρήνης ἄγγελος, οὗ καὶ ταχεῖς οἱ πόδες, ἤγουν αὐτὸς ὁ 7 Προφήτης, ὅτι μέτεστιν αὐτοῖς πληροῦν ἑορτας, ἀνάπτειν χαριστηρίους ᾠδὰς, καὶ ἀποπεραίνειν εὖ μάλα τὰ ἐν εὐχαῖς ἤγουν ὑποσχέσεσι. προσεπαγγέλλεται δὲ καὶ τὴν ὅσον οὐδέπω
τῶν ἐχθρῶν ἐσομένην ἀπώλειαν. οὐ γὰρ μὴ προσθῶσί φησι τοῦ διελθεῖν εἰς παλαίωσιν, τουτέστιν οὐκ εἰς μακροὺς ἔτι χρόνους μενοῦσι, οὔτε μὴν παλαιουμένην ἤγουν ἀτελεύτητον ἕξουσι τὴν εὐημερίαν. πεπαύσεται γὰρ καὶ καταλήξει συστελλομένη.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.