1 τοῖς ἀρχαιοτέροις συμβέβηκεν, ἀπενηνεγμένοις εἰς αἰχμαλωσίαν, καὶ ἁλούσης αὐτοῖς τῆς χώρας. τοιγάρτοι Θεὸς οἴνῳ καὶ μεθύσματι τὰ τοιάδε τῶν κακῶν παρεικάζων, εὖ μάλα 2 πρὸς τὸν μακάριον ἔφασκεν Ἱερεμίαν “ Λάβε τὸ ποτήριον “ τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου, καὶ ποτιεῖς
“ πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτοὺς, “ καὶ πίονται καὶ ἐξεμοῦνται, καὶ μανήσονται ἀπὸ προσώπου 3 “ τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν· καὶ 4 μὴν καὶ διὰ φωνῆς Ἠσαίου πρὸς αὐτήν “ Τὸ ποτήριον γὰρ “ τῆς πτώσεως τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας.
μέθῃ δὴ οὖν καὶ σκότῳ καταληφθήσεσθαί φησι τοὺς ἐχθρὰ φρονοῦντας Θεῷ, μετασοβῶν εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν ἅπερ ἦν ἄμεινον εἰδέναι τε καὶ δρᾶν αὐτούς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.