βιοῦν ἑλέσθαι ἐννόμως, διά τοι τοῦ φάναι πάλιν, ὅτι τὴν ὡς ἐν κατακλυσμῷ νοουμένην ὁδὸν εἰ δὴ ποιοῖτο κατά τινων, καἐξῂτηνται 2 θάπερ τινὰ σεισμὸν ποιήσεται, καὶ ὥσπερ ὑδάτων πολλῶν τε καὶ ἀφορήτων ὁρμὴ κατὰ πρανοῦς ἰοῦσα χωρίου χρῆμά τι e δεινὸν καὶ δυσδιάφυκτον παντελῶς, οὕτως εἰ διάττοι κατά τινων τὰ ἐκ θείας ὀργῆς, ἄρδην ἅπαντας ἀπολέσει τοὺς καθ’ ὧν ἂν ἴοι καὶ φέροιτο.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.