χριστῷ εἰσπραττόμενος δίκας. γεγόνασι δὲ καὶ ἐν σκότω, 1 καὶ τοῦ θείου φωτὸς ὁλοτρόπως ἠμοιρηκότες, μωροὶ καὶ 2 τυφλοὶ διατελοῦσιν οἱ τάλανες. οὐ γὰρ ἤθελον ἀκολουθεῖν ἐπιφωνοῦντι χριστῷ “ Ἕως τὸ φῶς ἔχετε, περι- 3 “ πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβη. ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς καὶ ἐξήνιοι, ταύτῃτοι λοιπὸν, καθά
φησιν ὁ προφήτης “ Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐ- 4 “ τοῖς σκότος, μείναντες δὲ αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. γεγόνασι γὰρ ἐχθροὶ τοῦ θείου φωτὸς, καὶ κατεξανέστησαν ἀνοσίως τῆς δόξης Χριστοῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.