ἑτέρου θαύματος. ὅτε γὰρ εἰς τὴν τῆς ἐπαγγελίας εἰσεκομίζοντο γῆν, Ἰησοῦ μετὰ Μωυσέα προεστηκότος, τότε κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνησ, τὴν τῶν ναμάτων καταφορὰν 2 ἀρρήτοις νεύμασι καὶ δεσμοῖς ἀνακόπτοντος του πάντα τσχυοντος Θεοῦ. ἀξιοῖ δὲ ταῦτα τοῦ μεγίστου θαύματος καὶ ὁ
μακάριος Δαυεὶδ, οὕτως λέγων “ Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ 3 “ Θεοῦ, ὡς φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· • ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διε- ” λεύσονται ποδί. ποδὶ γὰρ πάλιν τὸν Ἰορδάνην διέβησαν. 4 εἰ δὲ δὴ καὶ πάντας λέγοι ξηραίνεσθαι τοὺς ποταμοὺς τὸ ἐφ’
ἑνὶ γεγονὸς ὅτι καὶ πᾶσι συμβήσεται Θεοῦ κατανεύοντος, διακεῖσθαι κελεύει.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.