b καὶ οἷον θαλάσσης δίκην τοῖς ἄλλοις ἔθνεσι τοὺς πολέμους ἐπικυμαίνουσαν, ἀμελλητὶ καταξηρανεῖ. κἂν εἰ ἀνέρχοιντο, φησὶν, ὡς χείμαρροι τὰ παρ’ αὐτῆς ἔ, πάντη τε καὶ πάντως ἐρημωθήσονται. θάλασσαν δὲ καὶ ποταμοὺς ἐπικλύζοντάς τε καὶ καταπνίγοντας , οὐδὲν ἧττον εἶναί φαμεν τὰς
πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, καὶ πρό γε τῶν ἄλλων τὸν σατανᾶν. ἀλλ’ ὅλην αὐτῶν τὴν δύναμιν κατεξήρανεν ὁ Χριστὸς, καὶ ἄμαχον οὖσαν πάλαι, τοῖς τῶν σεβομένων αὐτὸν ὑπέστρωσε ποσίν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.