ὧδε “ Ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ 1 “ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ “ γὰρ οἱ οὐρανοὶ ενσταξαν.’’ γῆν δὲ σεσεισμένην, καθάπερ ἐγῷμαι, τὴν Αἰγυπτίων φησίν. ὅτι δὲ καὶ νεφέλη κατεκρέματο, προβαδίζουσα τῶν υἱῶν Ἰσραὴλ, ἀσυμφανὲς μὲν
οὐδενί, πιστώσεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, τοὺς τοῦ Ισραὴλ πατέρας βεβαπτίσθαι λέγων ἅπαντας “ ἐν τῇ νεφέλῃ 2 “ καὶ ἐν τῆ θαλάσσῃ.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.