τὸν Ἰσρὴλ ἐξεκόμιζεν ὁ προασπίζων Θεὸς, διεβίβασε μὲν διὰ μέσης θαλάσσης αὐτοὺς, ἐκέλευε δὲ βαδίζειν ὡς ἐπὶ 1 ξηρᾶς· “ ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὓδατα,” κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἠπείλησε μὲν τῇ θαλάσσῃ, καὶ βάσιμος ἦν οἷά τις ζηρά. εἰ δὲ δή τις βούλοιτο ταῖς περὶ τούτων ἐννοίαις τὰ
2 πρῶτα συνείρειν, φημὶ δὴ τό “ κύριος ἐν συντελείᾳ καὶ ἐν “ συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, ” τὰ εἰκότα καὶ οὕτω φρονήσει. μονονουχὶ γὰρ συντελέσας τε καὶ συσσείσας τὴν Αἰγυπτίων, ὁ τῶν ὅλων κύριος διὰ τῶν ἐν αὐτῇ γεγονότων σημείων καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· διολώλασι γὰρ ἐν μιᾷ νυκτὶ,
3 θρήνου τε καὶ οἰμωγῆς, ὡς ἔφησε, τὰ πάντα πεπλήρωτο· διὰ μέσης θαλάσσης διεβίβασε τὸν Ἰσραὴλ, κατηρτημένης αὐτῶν τῆς ἐξ οὐρανοῦ νεφέλης.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.