τῷ κόσμῳ, Χριστὸς ἀναλάμψει, καθάπερ τις τῆς δικαιοσύνης ἥλιος τῆς τελειοτάτης γνώσεως τὰς αὐγὰς ἐνιεὶς, καὶ ἁπάσης 1 αὐτοὺς ἀπαλλάττων ψυχικῆς ἀρρωστίας, καὶ θλίψεως τῆς ἀρχαίας ὡς ἀπωτάτω τιθείς. τοῦτο γάρ ἐστι τό Ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· οἷον ὡς ἐπ’ ἀετοῦ καὶ νεοττῶν εἰρημένον,
κατ’ ἐκεῖνό που πάντως τὸ διὰ τοῦ πανσόφου Μωυσέως λελεγμένον περὶ Θεοῦ καὶ τῶν ἐξ Αἰγύπτου λελυτρωμένων 2 “῾Ως ἀετὸς σκεπάσει νοσσιὰν αὐτοῦ, διεὶς τὰς πτέρυγας “ αὐτοῦ, ἐδέξατο αὐτούς. ἔσται τοίνυν φησὶ καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. ἐν μὲν γὰρ τῷ αἰῶνι τούτῳ δεινά πὼς
ἐστὶν ἐν ἡμῖν τῆς σαρκὸς τὰ σκιρτήματα· καταθήγει γὰρ 3 τὸν νοῦν εἰς ἐκτόπους ἡδονὰς, ἀγριαίνει δὲ ἐν τοῖς μέλεσιν 4 ἡμων τῆς ἁμαρτίας ό νόμος, εἰ καὶ νικᾶται τύχον δία τῆς τῶν ἁγίων ἐπιεικείας, ἐπαμύνοντος τοῦ Χριστοῦ. καταμεθύει δέ πὼς ὁ νοῦς, καὶ καθ’ ἕτερον τρόπον πειραζόμενος ὑπὸ
παθῶν· ἀλαζονεῖαί τε γὰρ ἐπισκήπτουσι, καὶ φιλοδοξίαι κοσμικαὶ καὶ ὀργαὶ καὶ φιλοκέρδειαι καὶ τὰ ἕτερα τῶν κακῶν. 5 ἐπειδὴ δὲ τὸν ἀρραβῶνα τοῦ Πνεύματος διὰ Χριστοῦ πεπλουτήκαμεν, εἰθίσμεθα καὶ κατευμεγεθεῖν τῶν παθῶν, πλὴν 6 ἱδρῶτος οὐ δίχα, κατὰ δέ γε τὸν αἰῶνα τὸν μέλλοντα πλήρη
7 τῆς θεογνωσίας ἔχοντες τὴν αὐγὴν, καὶ τὴν τελειότητα τῆς δωρεᾶς τοῦ Ἁγίου Πνεύματος πλουτοῦντες, ἀποδυσάμενοί τε τὴν φθορὰν καὶ τὰ τῆς σαρκὸς πάθη, Θεῷ δουλεύσομεν ὁλοτρόπως, οὐ μεριζόμενοι πρὸς ἁμαρτίαν, οὔτε μὴν ὑπό
του τῶν πάλαι παθῶν ἐνοχλούμενοι, ἀλλ’ ἐν ἴσῃ τάξει τοῖς ἁγίοις ἀγγέλοις τὸν καθαρὸν καὶ ἀπήμονα διαζῶντες βίον. γέγραπται γὰρ περὶ τῶν ἁγίων ὅτι ἐπιλήσονται τὴν θλῖψιν 8 αὐτῶν, καὶ οὐκ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν· ἔσται δὲ, φησὶ, “ καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν,
“ ὑπὲρ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ εὐφροσύνη καὶ 9 “ ἀγαλλίαμα καταλήψεται αὐτοὺς, ἀπέδρα ὀδύνη καὶ λύπη “ καὶ στεναγμός.’’ ταύτῃτοί φησιν ὁ Προφήτης, ἤτοι Θεὸς ὁ τούτων ἐργάτης καὶ δοτὴρ, ὅτι καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμων ανειμενα. ὥσπερ γὰρ
μοσχάρια τὰ ὑπότιτθα δεσμῶν ἀνιέμενα κατασκαίρουσι τῶν ἀγρῶν, ἐν εὐανθεῖ τῇ πόᾳ ἀποπηδῶντά τε καὶ διαμυκώμενα· οὕτω κατὰ καιροὺς οἱ ἅγιοι μονονουχὶ δεσμῶν ἀνιέμενοι τῆς ἐν τῷδε τῷ βίῳ θλίψεως καὶ φροντίδος, ἱδρῶτός τε καὶ πόνων, εἰς τὴν τοῖς ὁσίοις πρέπουσαν εὐθυμίαν ἐκβήσονται, 10
πατοῦντες ἀνόμους, οὐ μαχομένους ἔτι καὶ ἀνθεστηκότας, πεσόντας δὲ ἤδη καὶ νενικημένους, καὶ οἷον ὑπὸ πόδας κειμένους, τῷ καὶ ἀνῃρῆσθαι παντελῶς τὸν παρ’ αὐτῶν πόλεμον. “ Οὐ γὰρ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν 11 “ πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ,” κατὰ τὸ γεγραμμένον·
“ ἔσται δὲ μᾶλλον ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται. 12 ἀπόλεμος γὰρ καὶ ἀπάσης κηλῖδος ἀπηλλαγμένη κατ’ ἐκεῖνο μάλιστα τοῦ καιροῦ τῶν ἁγίων ἔσται ζωή. 13 κω ἰδού ἐγὼ ἀποστέλλω ὑμῖν ῾Ηλίαν τοι Θεσβίτην πρὶν ἐλθεῖν
14
τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὅς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καἰ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, ἵνα μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.