1 παρέσται λοιπὸν ὁ κριτὴς τοῖς ἀνὰ πᾶσαν τὴν οἴκου μένην προαγγέλλοντα. καταβήσεται γὰρ κριτὴς ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δορυφορούντων ἀγγέλων, καὶ κα- 2 θιεῖται μὲν “ ἐπὶ θρόνου δόξης αὐτοῦ,’’ κρίνων τὴν οἰκουμένην Ps. XCV. ἐν δικαιοσύνῃ, ἀποδώσει δὲ πάντως ἑκάστω κατὰ τὸ ἔργον
αὐτοῦ. ἐπειδὴ δὲ ἐν πλείσταις ἐσμὲν ἁμαρτίαις, προβαδίζει χρησίμως ὁ θεσπέσιος προφήτης, εἰς ὁμοψυχίαν ἄγων τοὺς ἐπὶ τῆς γῆς, ἵνα δὴ σύμπαντες εἰς ἑνότητα τὴν διὰ πίστεως ἐνηνεγμένοι, καὶ τῶν εἰς φαυλότητα σπουδασμάτων ἀποπαυσάμενοι, 3 πληροῦν ἕλοιντο τὸ ἀγαθὸν, οὕτω τε σωθεῖεν
καταφοιτήσαντος τοῦ κριτοῦ. φθάσας μὲν οὖν ὁ μακάριος S. Luc. βαπτιστὴς ’Ιωάννης προῆλθεν “ἐν πνεύματί τε καὶ δυνάμει S.Matth. “ Ἠλίου. ἀλλ’ ὥσπερ αὐτὸς διεκήρυττε λέγων “ ῾Ετοι- “ μάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους “ αὐτοῦ, οὕτω καὶ ὁ θεσπέσιος Ἠλίας ἐγγὺς ὄντα δια-
4 κηρύττει τότε, καὶ ὅσον οὐδέπω παρεσόμενον, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. καὶ νῦν μὲν ἴσως διχονοοῦσί S. Luc. τινες, καὶ μεμέρισται πατὴρ μὲν πρὸς υἱὸν, υἱὸς δὲ πρὸς 5 πατέρα. ὁ μὲν γὰρ πεπίστευκεν εἰς Χριστὸν, ὁ δὲ τοῖς ἀπίστοις ἐστὶν ἐναρίθμιος, ἕτεροι δὲ διεστήκασι τῆς ἀλλήλων
ἀγάπης, διεσχοινισμένοι πρὸς ἔχθραν καὶ ἀκαταλήκτους ὀργὰς, καὶ τὰς ἐφ’ ὁτῳοῦν τῶν ἐν κόσμῳ πραγμάτων φιλονεικίας. ἀποκαταστήσει γεμὴν ὁ προφήτης, εἰς μίαν 6 συνάγων πίστιν πάλαι διῃρημένους, καὶ ἀποκαθιστὰς ἄνθρωπον πρὸς τὸν πλησίον αὐτοῦ, ἵνα μὴ ἔλθω φησὶ καὶ πατάξω τὴν γῆν ἄρδην, τουτέστιν ὁλοτρόπως καὶ παντελῶς. ὁρᾷς οὖν ἄρα τὴν ἡμερότητα τοῦ πάντων Δεσπότου. προαναπείθει 7
τοὺς ἐπὶ τῆς γῆς, καὶ μονονουχὶ διαμαρτύρεται διὰ τῆς τοῦ Ἡλίου φωνῆς, ὅτι παρέσται κριτὴς, ἵνα ταῖς εἰς τὸ ἄμεινον μεταδρομαῖς τὸν οἰκεῖον ἐπανορθοῦντες βίον οἱ τὸ τηνικάδε ζῶντες ἐπὶ τῆς γῆς, μὴ πικρῷ περιτύχοιεν τῷ δικαστῇ, πέμποντι πρὸς φλόγα καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον· 8
ἀκούσειαν δὲ μᾶλλον “ Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός “ μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν “ ἀπὸ καταβολῆς κόσμου.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.