περιαστράπτει μαρμαρυγαῖς, καὶ τὴν τῆς ἀληθοῦς θεογνωσίας ἀκτῖνα λαμπρὰν ταῖς τῶν πιστευόντων καρδίαις ἐνιεὶς, καθαροὺς ἀπέφηνε καὶ σοφοὺς καὶ ἁπάσης ἀγαθουγίας ἐπιστήμονας. 2 ἔδειξε δὲ ἡμῖν ἐν ἑαυτῷ τὸν Πατέρα, διὰ τῆς 3 ἀπορρήτου μυσταγωγίας εὐτεχνεστάτους ἀποφήνας καὶ σεσοφισμένους, ἔμπλεων τε τὸν νοῦν τῆς περὶ αὐτοῦ γνώσεως ἔχοντας. πλὴν καὶ εἰς τοῦτο φαιδρότητος παρενηνεγμένοι πεπλουτισμένοι τε, καθά φησιν ὁ μακάριος Παῦλος, “ ἐν 4
“ παντὶ λόγῳ καὶ ἐν πάσῃ γνώσει καὶ ἐν πάσῃ σοφίᾳ, “ βλέπομεν ἄρτι ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, καὶ γινώ- 5 “ σκομεν ἐκ μέρους.’’ ἥξει δὲ κατὰ καιροὺς τὸ τέλειον, 6 καὶ ἐν πληρεστάτῃ λοιπὸν ἐσόμεθα γνώσει, Χριστοῦ πάλιν ἡμῖν ἐξ οὐρανοῦ ἐπιλάμψαντος, καὶ καταργοῦντος μὲν τὴν
ἐκ μέρους καὶ ἐν αἰνίγματι γνῶσιν, καταλάμποντος δὲ ὥσπερ 7 τοῖς τελεωτάτοις, καὶ θείου τινὸς καὶ ἀποῤῥήτου φωτὸς ἀναπιμπλάντος τὸν νοῦν, καὶ τῇ τοῦ Ἁγίου Πνεύματος χύσει καταφαιδρύνοντος. ἔφη μὲν γὰρ ὁ θεσπέσιος Παῦλος “Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γνώσεις παυ- 8
“ θήσονται.’’ φαμὲν δὲ ὅτι οὐκ ἀπό γε τοῦ γινώσκειν ἐν μέρει ἐπὶ τὸ μηδόλως εἰδέναι τι βαδιούμεθα, πολλοῦ γε καὶ δεῖ. ἐπεὶ τίνα τρόπον ὁ τῆς μελλούσης ἐλπίδος καιρὸς οὐ πρὸς ζημίαν ἔσται ταῖς τῶν ἁγίων ψυχαῖς, εἰ χρὴ πάντως καὶ ὧν ἃν ἔχοιεν ἀπολισθεῖν, οὐ τὰ ἀμείνω κερδαίνοντας,
οὐκ ἐπί τινα τῶν ὑπερκειμένων ἱέντας τὸν νοῦν· ἀπεμπολοῦντας δὲ μᾶλλον καὶ τὸ ἤδη πεπορισμένον οὐκ ἀταλαιπώρως ἔσθ’ ὅτε; καταργοῦνται δὲ προφητεῖαι, πεπαύσεται δὲ καὶ γνῶσις, ἐπεισκρινομένης δηλονότι ταῖς ἡμετέραις ψυχαῖς τῆς ἄγαν ὑπερκειμένης. ὥσπερ γὰρ εἴ τις, ἑνὸς ἐν 9
οἴκῳ φαίνοντος λύχνου καὶ μετρίαν ἐν τοῖς ὁρῶσιν αὐτὸν ἱέντος αὐγὴν, εἰσκομίσειε λαμπάδα, πᾶσά πὼς ἀνάγκη μονονουχὶ καὶ ἀπρακτεῖν τὸ ἐκείνου φῶς τῇ τοῦ μείζονος 10 ἀμετρίᾳ παραχωροῦν· καὶ ὥσπερ ἡλίου τὴν ὑπ’ οὐρανὸν καταυγάζοντος, ἀδρανὴς ἤδη πὼς ἡ τῶν ἀστέρων ἀπολέλειπται λαμπρότης· οὕτω φαιδροτέρας ἐν ἡμῖν εἰσκεκομισμένης γνώσεως καταργηθήσεταί πὼς ἡ μείων. ἔφη δέ 11 που καὶ ὁ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις “ ταῦτα ἐν
xvi,
“ παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν “ παροιμίαις λαλήσω ὑμῖν· ἀλλ’ ἐν παρρησίᾳ περὶ τοῦ “ Πατὸς ἀπαγγελῶ ὑμῖν.’’
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.